91
Ὅταν γὰρ ὁ πρῶτος ἁμαρτὼν μὴ δῷ δίκην, ταχέως καὶ ἕτεροι ταῦτα πλημμελήσουσι. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι ὑπὲρ ὅλης τῆς Ἐκκλησίας, οὐχ ὑπὲρ ἑνὸς αὐτοῖς ἐστιν ὁ ἀγὼν καὶ ὁ κίνδυνος· διὸ καὶ τῆς εἰκόνος ἐδεήθη τῆς ζύμης. Ὥσπερ γὰρ ἐκείνη, φησὶ, καὶ βραχεῖα οὖσα, ὅλον πρὸς ἑαυτὴν μεταβάλλει τὸ φύραμα· οὕτω καὶ οὗτος, ἂν ἀφεθῇ ἀτιμώρητος καὶ ἀνεκδίκητος ἡ ἁμαρτία αὕτη γένηται, καὶ τοῖς λοιποῖς λυμανεῖται. Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην. Τουτέστι, τὸν πονηρὸν τοῦτον· μᾶλλον δὲ οὐ περὶ τούτου μόνον φησὶν, ἀλλὰ καὶ ἄλλους αἰνίττεται. Οὐ γὰρ πορνεία μόνον παλαιὰ ζύμη, ἀλλὰ καὶ πᾶσα κακία. Καὶ οὐκ εἶπε, Καθάρατε, ἀλλ', Ἐκκαθάρατε· μετὰ ἀκριβείας καθάρατε, ὥστε μηδὲ λείψανον μηδὲ σκιὰν εἶναι τοιαύτην. Τῷ μὲν οὖν εἰπεῖν, Ἐκκαθάρατε, δείκνυσιν ἔτι πονηρίαν παρ' αὐτοῖς οὖσαν· τῷ δὲ εἰπεῖν, Ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι, 61.125 δηλοῖ καὶ ἐμφαίνει οὐ σφόδρα πολλῶν κρατοῦσαν τὴν κακίαν. Εἰ δὲ λέγει, Καθώς ἐστε ἄζυμοι, οὐ τοῦτο λέγει, ὅτι πάντες ἦσαν καθαροὶ, ἀλλὰ καθὼς πρέπει εἶναι ὑμᾶς. Καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη, Χριστός. Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Οὕτω καὶ ὁ Χριστὸς ζύμην τὴν διδασκαλίαν ἐκάλεσε. Καὶ αὐτὸς δὲ ἐπιμένει τῇ μεταφορᾷ, ἀναμιμνήσκων παλαιᾶς αὐτοὺς ἱστορίας, καὶ πάσχα καὶ ἀζύμων καὶ τῶν εὐεργεσιῶν τῶν τότε καὶ τῶν νῦν, καὶ τῶν κολάσεων καὶ τῶν τιμωριῶν. Ἑορτῆς ἄρα ὁ παρὼν καιρός. Καὶ γὰρ εἰπὼν, Ἑορτάζωμεν, οὐκ ἐπειδὴ Πάσχα παρῆν, οὐδὲ ἐπειδὴ ἡ Πεντηκοστὴ, ἔλεγεν, ἀλλὰ δεικνὺς ὅτι πᾶς ὁ χρόνος ἑορτῆς ἐστι καιρὸς τοῖς Χριστιανοῖς διὰ τὴν ὑπερβολὴν τῶν δοθέντων ἀγαθῶν. Τί γὰρ οὐ γέγονεν ἀγαθόν; ὁ Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε διὰ σέ· θανάτου σε ἀπήλλαξεν, εἰς βασιλείαν ἐκάλεσεν. Ὁ τοιούτων τοίνυν ἐπιτυχὼν σὺ καὶ ἐπιτυγχάνων, πῶς οὐκ ὀφείλεις ἑορτάζειν πάντα τὸν βίον; Μηδεὶς τοίνυν ἔστω κατηφὴς ἐπὶ πενίᾳ καὶ νόσῳ καὶ ἐπιβουλῇ· ἑορτῆς γὰρ ἡμῶν ὁ καιρὸς ἅπας. ∆ιό φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ, χαίρετε, πάλιν ἐρῶ, χαίρετε. Ἐν ταῖς ἑορταῖς οὐδεὶς ῥυπαρὰ ἐνδέδυται ἱμάτια· μὴ τοίνυν μηδὲ ἡμεῖς· γάμοι γὰρ γεγόνασι, γάμοι πνευματικοί. Ὡμοιώθη γὰρ, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε ποιῆσαι γάμους τῷ υἱῷ αὐτοῦ. Ἔνθα δὲ βασιλεὺς γάμους ποιεῖ, καὶ γάμους τῷ υἱῷ, τί μεῖζον ἂν γένοιτο τῆς ἑορτῆς ταύτης; Μηδεὶς τοίνυν ῥάκια περιβεβλημένος εἰσίτω. Οὐ περὶ ἱματίων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ πράξεων ἀκαθάρτων. Εἰ γὰρ, πάντων λαμπρὰ ἐνδεδυμένων, εἷς μόνος εὑρεθεὶς εἰς τὸν γάμον ῥυπαρὰ ἔχων, ἀπεῤῥίφη μετὰ ἀτιμίας, ἐννόησον ὅσην ἀπαιτεῖ τὴν ἀκρίβειαν καὶ τὴν καθαρότητα ἡ εἰς τὸν γάμον ἐκεῖνον εἴσοδος. Οὐ διὰ ταῦτα δὲ αὐτοὺς μόνον ὑπομιμνήσκει τῶν ἀζύμων, ἀλλὰ καὶ δεικνὺς τὴν συγγένειαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν, δεικνὺς δὲ καὶ ὅτι οὐκ ἔνι μετὰ τὰ ἄζυμα πάλιν εἰς Αἴγυπτον εἰσελθεῖν, ἀλλ' ἂν ὑποστρέψαι βουληθῇ τις, τὰ αὐτὰ πείσεται ἐκείνοις· σκιὰ γὰρ ἐκεῖνα τούτων, κἂν ἀναισχυντῇ ὁ Ἰουδαῖος. ∆ιόπερ κἂν ἐρωτήσῃς αὐτὸν, οὐδὲν μέγα ἐρεῖ· μᾶλλον δὲ μέγα μὲν ἐρεῖ, ἀλλ' οὐδὲν τοιοῦτον οἷον ἡμεῖς, ἐπειδὴ τὴν ἀλήθειαν οὐκ οἶδεν. Ἐκεῖνος μὲν γὰρ ἐρεῖ, ὅτι τοὺς κατέχοντας Αἰγυπτίους οὕτω μετέβαλεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἡμᾶς προσεξωθεῖν τοὺς πρὸ τούτου κατέχοντας ἡμᾶς πρὸς βίαν, καὶ μὴ συγχωρήσαντας ζυμῶσαι τὸ φύραμα. Ἂν δὲ ἐμέ τις ἔρηται, οὐκ Αἴγυπτον ἀκούσεται οὐδὲ τὸν Φαραὼ, ἀλλὰ τὴν ἐλευθερίαν τῆς πλάνης τῶν δαιμόνων καὶ τοῦ σκότους τοῦ διαβόλου· οὐχὶ Μωϋσέα, ἀλλὰ τὸν τοῦ Θεοῦ Υἱόν· οὐχὶ Ἐρυθρὰν θάλασσαν, ἀλλὰ βάπτισμα μυρίων γέμον ἀγαθῶν, ἔνθα ὁ παλαιὸς ἄνθρωπος ἀπεπνίγη. Πάλιν τὸν Ἰουδαῖον ἂν ἐρωτήσῃς, τίνος ἕνεκεν ἐξελαύνει πάντων τῶν ὁρίων τὴν ζύμην, ἐνταῦθα καὶ σιγήσεται καὶ οὐδὲ αἰτίαν ἐρεῖ. Ἐπειδὴ γὰρ τὰ μὲν τύποι τῶν μελλόντων ἦσαν, καὶ αἰτίας εἶχε τῶν γινομένων, τὰ δὲ οὐκέτι, ἵνα μὴ ἐξῇ κακουργεῖν Ἰουδαίοις, ἵνα μὴ ἐπιμένωσι τῇ σκιᾷ. Τί γὰρ, εἰπέ μοι, βούλεται τὸ ἄρσεν, καὶ τὸ ἄμωμον, καὶ τὸ ἐνιαυσιαῖον, καὶ τὸ, Ὀστοῦν οὐ συντριβήσεται; τί δὲ βούλεται τὸ καὶ τοὺς γείτονας