1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

93

πολλάκις εἰς τὴν βασιλείαν τῶν οὐρανῶν λαμβάνεται, καίτοι γε ἐνταῦθα διαβληθεῖσα· ἀλλ' ἐκεῖ πρὸς ἕτερον, καὶ ἐνταῦθα πρὸς ἕτερον. εʹ. Ἐμοὶ δὲ δοκεῖ μάλιστα ὁ περὶ τῆς ζύμης λόγος καὶ πρὸς τοὺς ἱερέας ἀποτείνεσθαι, οἳ ἀνέχονται πολλὴν ἔνδοθεν εἶναι ζύμην παλαιὰν, οὐκ ἐκκαθαίροντες ἐκ τῶν ὁρίων, τουτέστιν, ἐκ τῆς Ἐκκλησίας τοὺς πλεονέκτας, τοὺς ἅρπαγας, καὶ πᾶν ὅπερ ἂν ἐκβάλλῃ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ γὰρ πλεονεξία ζύμη παλαιὰ, καὶ ὅπουπερ ἂν πέσῃ, καὶ εἰς οἵαν οἰκίαν εἰσέλθῃ, ἀκάθαρτον αὐτὴν ἐργάζεται. Κἂν μικρὰ ἐξ ἀδικίας κερδάνῃς, ὁλόκληρόν σου τὴν οὐσίαν ἐζύμωσε. ∆ιὰ τοῦτο πολλάκις τὰ εἰσενεχθέντα κακῶς ὀλίγα, τὰ καλῶς κείμενα ἐξέβαλε πολλὰ ὄντα. Οὐδὲν γὰρ σαθρότερον πλεονεξίας· κἂν τὴν κλεῖν ἐπιθῇς τῷ τοιούτῳ ταμιείῳ, κἂν θύραν, κἂν μοχλὸν, εἰκῆ πάντα ποιεῖς, πλεονεξίαν ἔνδον τὸν χαλεπώτατον λῃστὴν ἀποκλείσας, καὶ πάντα δυνάμενον ἐξενεγκεῖν. Τί οὖν, φησὶν, ὅταν πολλοὶ πλεονεκτοῦντες μὴ ταῦτα πάσχωσι; Μάλιστα μὲν πείσονται, κἂν μὴ παρ' αὐτὰ πάθωσιν· ἂν δὲ νῦν ἐκφύγωσι, τότε φοβήθητι μᾶλλον· ἐπὶ μείζονι γὰρ κολάσει τηροῦνται. Μᾶλλον δὲ, κἂν αὐτοὶ διαφύγωσιν, ἀλλ' οἱ κληρονομήσαντες τὰ αὐτῶν τὰ αὐτὰ πείσονται. Καὶ ποῦ τοῦτο δίκαιον, φησί; Καὶ σφόδρα δίκαιον. Ὁ γὰρ διαδεξάμενος κλῆρον ἀδικίας γέμοντα, εἰ καὶ αὐτὸς μὴ ἥρπασεν, ἀλλ' ὅμως τὰ ἑτέρων ἔχει· καὶ τοῦτο πέπεισται ἀκριβῶς, καὶ διὰ τοῦτο δίκαιος ἦν παθεῖν. Εἰ γὰρ τοῦ δεῖνος ἁρπάσαντος ἔλαβες σὺ, εἶτα ἐλθὼν ὁ ἁρπαγεὶς ἀπῄτει, ἆρα ἂν ἤρκεσέ σοι εἰς ἀπολογίαν τὸ μὴ αὐτὸν ἡρπακέναι σε; Οὐδαμῶς· τί γὰρ ἂν εἶπες ἐγκαλούμενος, εἰπέ μοι; Ὅτι ἕτερος ἀπέδυσεν; ἀλλὰ σὺ κατέχεις. Ἐκεῖνος ἥρπασεν; ἀλλὰ σὺ ἀπολαύεις. Ταῦτα δὲ καὶ οἱ τῶν ἔξωθεν ἴσασι νόμοι, οἳ τοὺς ἁρπάσαντας καὶ ὑφελομένους ἀφέντες, ἐκείνους κελεύουσιν ἀπαιτεῖν παρ' οἷς ἂν εὕροι τις τὰ αὐτοῦ κείμενα ἅπαντα. Εἰ μὲν οὖν οἶδας τοὺς ἠδικημένους, ἀπόδος, καὶ ποίησον ὅπερ ἐποίησεν ὁ Ζακχαῖος μετὰ πολλῆς τῆς προσθήκης· εἰ δὲ ἀγνοεῖς, καὶ ἑτέραν σοι δίδωμι ὁδὸν, καὶ οὐκ ἀποκλείω σε τῆς θεραπείας· εἰς τοὺς δεομένους διάνειμαι ταῦτα ἅπαντα, καὶ παραμυθήσῃ καὶ οὕτω τὸ δεινόν. Εἰ δέ τινες καὶ εἰς παῖδας καὶ ἐκγόνους ταῦτα παρέπεμψαν, ἀλλ' ἕτερα ἀντὶ τούτων ἔπαθον δεινά. Καὶ τί λέγω τὰ ἐνταῦθα; Οὐ γὰρ δήπου καὶ κατ' ἐκείνην τὴν ἡμέραν ταῦτα ἐρεῖται, ὅταν ἀμφότεροι γυμνοὶ φαίνωνται, οἵ τε ἁρπαγέντες οἵ τε ἁρπάσαντες· μᾶλλον δὲ οὐχ ὁμοίως γυμνοί. Τῶν μὲν γὰρ χρημάτων ὁμοίως ἑκάτερος γυμνὸς ἔσται, θάτερος δὲ καὶ τῶν ἐκ τούτων ἐγκλημάτων ἐμπεπλησμένος. Τί τοίνυν ποιήσομεν κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν πρὸ τοῦ βήματος τοῦ φοβεροῦ ὁ κακῶς παθὼν καὶ τὰ αὐτοῦ πάντα ἀπολωλεκὼς παρ 61.128 άγηται εἰς μέσον, σοῦ μηδένα ἔχοντος συνήγορον; τί πρὸς τὸν δικάζοντα ἐρεῖς; Νῦν μὲν γὰρ καὶ διαφθεῖραι τὸ δικαστήριον δυνήσῃ τὸ τῶν ἀνθρώπων, ἐκεῖνο δὲ τότε οὐκέτι· μᾶλλον δὲ οὐδὲ νῦν· καὶ γὰρ καὶ νῦν πάρεστιν ἐκεῖνο τὸ δικαστήριον. Καὶ γὰρ ὁ Θεὸς ὁρᾷ τὰ γινόμενα, καὶ ἐγγύθεν ἐστὶ τοῖς ἀδικουμένοις καὶ μὴ καλούμενος. Ὁ γὰρ κακῶς παθὼν, κἂν αὐτὸς ἀνάξιος ᾖ τοῦ τυχεῖν τινος ἐκδικίας, ἀλλ' ὅμως, ἐπειδὴ τῷ Θεῷ τὰ γινόμενα οὐκ ἀρέσκει, ἔχει τὸν ἀμύνοντα πάντως. Πῶς οὖν, φησὶν, ὁ δεῖνα εὖ πράττει πονηρὸς ὤν; Ἀλλ' οὐκ εἰς τέλος. Ἄκουσον τί φησιν ὁ προφήτης· Μὴ παραζήλου ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. Ποῦ γὰρ, εἰπέ μοι, μετὰ τὴν ἐντεῦθεν ἀπαγωγὴν ὁ ἁρπάσας; ποῦ αἱ λαμπραὶ ἐλπίδες; ποῦ τὸ σεμνὸν ὄνομα; οὐχὶ πάντα παρῆλθεν; οὐχὶ ὄναρ καὶ σκιὰ πάντα τὰ ἐκείνου; Τοῦτο καὶ περὶ ἑκάστου τῶν τοιούτων προσδόκα, καὶ τοῦ ζῶντος καὶ τοῦ μετ' ἐκεῖνον. Ἀλλ' οὐ τὰ τῶν ἁγίων ἀνδρῶν τοιαῦτα, οὐδὲ δυνήσῃ τὰ αὐτὰ καὶ ἐπ' ἐκείνων εἰπεῖν, ὅτι σκιὰ καὶ ὄναρ καὶ διηγήματα τὰ τούτων. Καὶ εἰ βούλει, αὐτὸν τὸν ταῦτα εἰρηκότα, τὸν σκηνοποιὸν, τὸν Κίλικα, τὸν οὐδὲ τίνος ἦν πατρὸς δῆλον, παραγάγωμεν εἰς μέσον. Καὶ πῶς δυνατὸν, φησὶ, γενέσθαι τοιοῦτον; Ὅλως γὰρ ἐπιθυμεῖς; ὅλως ἐφίεσαι καὶ βούλει γενέσθαι τοιοῦτος; Ναὶ, φησίν. Οὐκοῦν ἐλθὲ τὴν ὁδὸν, ἣν οὗτος ἦλθε, καὶ οἱ μετ' αὐτοῦ. Καὶ