1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

97

ἁγίων; Τέως ἐκ τῶν ὀνομάτων γυμνοῖ καὶ ἀποτρέπει, καὶ ἐγκαλεῖ. Καὶ ἐκ προοιμίων μὲν οὐκ ἀνατρέπει τὴν κρίσιν τὴν ἐπὶ τῶν πιστῶν· ὅτε δὲ αὐτοὺς κατέπληξε διὰ πολλῶν, τότε καὶ τὸ ὅλως κρίνεσθαι ἀνεῖλε. Μάλιστα μὲν γὰρ εἰ δεῖ κρίνεσθαι, φησὶν, ἐπὶ τῶν ἀδίκων οὐκ ἔδει· ὅλως δὲ οὐδὲ κρίνεσθαι δεῖ. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ τὸ πρῶτον διακαθαίρει τὸ μὴ ἔξω δικάζεσθαι. Πῶς γὰρ οὐκ ἄτοπον πρὸς τὸν φίλον μικροψυχοῦντα, τὸν ἐχθρὸν καταλλάκτην λαμβάνειν, φησί; πῶς δὲ οὐκ αἰσχύνῃ οὐδὲ ἐρυθριᾷς, ὅταν Ἕλλην τῷ Χριστιανῷ καθέζηται δικάζων; Εἰ δὲ ὑπὲρ ἰδιωτικῶν οὐ χρὴ παρ' Ἕλλησι δικάζεσθαι, πῶς αὐτοῖς ἐπιτρέψομεν ὑπὲρ ἑτέρων μειζόνων; Καὶ ὅρα πῶς εἶπεν· οὐκ εἶπεν, Ἐπὶ τῶν ἀπίστων, ἀλλ', Ἐπὶ τῶν ἀδίκων, λέξιν θεὶς, ἧς μάλιστα χρείαν εἶχεν εἰς τὴν προκειμένην ὑπόθεσιν, ὥστε ἀποτρέψαι καὶ ἀπαγαγεῖν. Ἐπειδὴ γὰρ περὶ δίκης αὐτῷ ὁ λόγος ἦν, οἱ δικαζόμενοι δὲ οὐδὲν οὕτως ἐπιζητοῦσιν, ὡς τὸ πολλὴν εἶναι πρόνοιαν τοῦ δικαίου παρὰ τοῖς δικάζουσιν, ἐντεῦθεν αὐτοὺς ἀποτρέπει, μονονουχὶ λέγων· Ποῖ φέρῃ καὶ τί ποιεῖς, ἄνθρωπε, τοὐναντίον πάσχων, ὧν ἐπιθυμεῖς, καὶ ὑπὲρ τοῦ τῶν δικαίων τυχεῖν ἀδίκοις ἐπιτρέπων ἀνθρώποις; Καὶ ἐπειδὴ εὐθέως φορτικὸν ἦν ἀκοῦσαι τὸ μὴ δικάζεσθαι, οὐκ εὐθέως τοῦτο ἐπήγαγεν, ἀλλὰ τοὺς δικάζοντας ἤμειψε μόνον, ἔξωθεν εἰς τὴν Ἐκκλησίαν εἰσάγων τοὺς δικαζομένους. Εἶτα, ἐπειδὴ εὐκαταφρόνητον εἶναι ἐδόκει τὸ παρὰ τοῖς ἔνδον δικάζεσθαι, καὶ μάλιστα τότε (οὐ γὰρ ἦσαν ἴσως ἱκανοὶ πρᾶγμα συνιδεῖν, οὔτε τοιοῦτοι οἷοι οἱ ἔξωθεν δικασταὶ νόμων ἔμπειροι καὶ ῥητορείας, ἅτε ἐξ ἰδιωτῶν οἱ πλείους ὄντες)· ὅρα πῶς αὐτοὺς ἀξιοπίστους ποιεῖ, πρῶτον ἁγίους καλέσας. Ἀλλ' ἐπειδὴ τοῦτο βίου καθαρότητα, οὐκέτι δὲ ἀκρίβειαν τὴν περὶ τὴν ἀκρόασιν αὐτοῖς ἐμαρτύρει, ὅρα πῶς καὶ τοῦτο μεθοδεύει τὸ μέρος, λέγων οὕτως· Ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι; 61.133 γʹ. Σὺ τοίνυν ὁ μέλλων κρίνειν ἐκείνους τότε, πῶς ὑπ' ἐκείνων ἀνέχῃ κρίνεσθαι νῦν; Κρινοῦσι δὲ οὐχὶ αὐτοὶ καθήμενοι καὶ λόγον ἀπαιτοῦντες, ἀλλὰ κατακρινοῦσι. Τοῦτο γοῦν δηλῶν ἔλεγε· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Οὐ γὰρ εἶπεν, Ὑφ' ὑμῶν, ἀλλ', Ἐν ὑμῖν· ὥσπερ ὅταν λέγῃ· Βασίλισσα νότου ἀναστήσεται, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην· καὶ, Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Ὅταν γὰρ τὸν αὐτὸν ἥλιον ὁρῶντες, καὶ τῶν αὐτῶν μετέχοντες πάντων, ἡμεῖς μὲν εὑρεθῶμεν πιστεύσαντες, ἐκεῖνοι δὲ ἠπιστηκότες, οὐ δυνήσονται εἰς ἄγνοιαν καταφυγεῖν· κατηγορήσομεν γὰρ αὐτῶν ἡμεῖς δι' αὐτῶν, ὧν ἐπράξαμεν. Καὶ πολλὰ τοιαῦτα εὑρήσει τις ἐκεῖ κριτήρια. Εἶτα, ἵνα μὴ δόξῃ τις περὶ ἄλλων λέγειν, ὅρα πῶς κοινοποιεῖ τὸν λόγον· Καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων; Αἰσχύνην ὑμῖν φέρει τὸ πρᾶγμα, φησὶ, καὶ ὄνειδος ἄφατον. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ τῶν ἔσω κρινομένους αἰσχύνεσθαι, τοὐναντίον μὲν οὖν ἐστιν αἰσχύνη, φησὶν, ὅταν ὑπὸ τῶν ἔξω κρίνεσθε· ἐκεῖνα γάρ ἐστιν ἐλάχιστα τὰ κριτήρια, οὐ ταῦτα. Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά; Τινὲς ἐνταῦθά φασι τοὺς ἱερέας αἰνίττεσθαι· ἀλλ' ἄπαγε· περὶ γὰρ δαιμόνων ὁ λόγος αὐτῷ. Εἰ γὰρ περὶ ἱερέων ἔλεγε διεφθαρμένων, ᾐνίξατο ἂν αὐτοὺς ἄνω εἰπὼν, ὅτι Ἐν ὑμῖν κρίνεται ὁ κόσμος· οἶδε γὰρ κόσμον καὶ τοὺς πονηροὺς ἀνθρώπους καλεῖν ἡ Γραφή· καὶ οὐκ ἂν ἐκ δευτέρου τὸ αὐτὸ εἶπεν, οὐδ' ἂν ὡς μεῖζόν τι λέγων ὕστερον αὐτὸ τέθεικεν. Ἀλλὰ περὶ ἐκείνων λέγει τῶν ἀγγέλων, περὶ ὧν φησιν ὁ Χριστός· Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· καὶ ὁ Παῦλος, ὅτι Οἱ ἄγγελοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ὅταν γὰρ αἱ ἀσώματοι δυνάμεις αὗται ἔλαττον ἡμῶν εὑρεθῶσιν ἔχουσαι τῶν σάρκα περιβεβλημένων, χαλεπωτέραν δώσουσι δίκην. Εἰ δὲ ἔτι φιλονεικοῖέν τινες ἱερέας λέγειν αὐτὸν, ἐρόμεθα ποίους ἱερέας; Τοὺς βιωτικῶς περιπατήσαντας πάντως. Πῶς οὖν φησιν, Ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικὰ, πρὸς ἀντιδιαστολὴν τῶν βιωτικῶν τιθεὶς τοὺς