98
ἀγγέλους; Εἰκότως, ἅτε τῆς τούτων χρείας ἐκτὸς γενομένους διὰ τὴν τῆς φύσεως ὑπεροχήν. Βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε, τοὺς ἐξουθενημένους ἐν τῇ Ἐκκλησίᾳ, τούτους καθίζετε. Μεθ' ὑπερβολῆς ἡμᾶς διδάξαι βουλόμενος, ὅτι, οὐδ' ἂν ὁτιοῦν ᾖ, τοῖς ἔξωθεν ἑαυτοὺς διδόναι χρὴ, τὴν δοκοῦσαν εἶναι ἀντίθεσιν κινήσας, προηγουμένως ταύτην ἔλυσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Ἴσως ἐρεῖ τις, ὅτι οὐδεὶς ἐν ὑμῖν σοφὸς οὐδὲ ἱκανὸς διακρῖναι, ἀλλ' εὐκαταφρόνητοι πάντες. Καὶ τί τοῦτο; Κἂν γὰρ μηδεὶς ᾖ σοφὸς, φησὶ, τοῖς ἐλαχίστοις ἐπιτρέπετε. Τοῦτο δὲ πρὸς ἐντροπὴν ὑμῖν λέγω. Ἐλέγχοντός ἐστι τὴν τούτων ἀντίθεσιν, ὡς σκῆψιν οὖσαν περιττήν· διὸ καὶ ἐπήγαγεν· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; Τοσαύτη, φησὶν, ἀπορία; τοσαύτη σπάνις ἀνδρῶν συνετῶν παρ' ὑμῖν· Καὶ ἡ ἐπαγωγὴ δὲ μείζονα τὴν πληγὴν ἔχει εἰπὼν γὰρ, Οὕτως οὐκ ἔνι σοφὸς 61.134 ἐν ὑμῖν οὐδὲ εἷς; ἐπήγαγεν· Ὃς δυνήσηται διακρῖναι μεταξὺ τοῦ ἀδελφοῦ αὐτοῦ; Ὅταν γὰρ ἀδελφὸς δικάζηται μετὰ ἀδελφοῦ, οὐδὲ πολλῆς δεῖ τῆς συνέσεως καὶ τῆς δεινότητος τῷ μεσιτεύοντι τῇ δίκῃ, τῆς διαθέσεως καὶ τῆς συγγενείας πολλὰ συμπραττούσης πρὸς τὴν λύσιν τῆς τοιαύτης φιλονεικίας. Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. Εἶδες πῶς ἐν ἀρχῇ μὲν χρησίμως διέβαλε τοὺς δικάζοντας, ἀδίκους καλέσας· ἐνταῦθα δὲ ἐντρεπτικῶς, ἀπίστους εἰπών; Καὶ γὰρ σφόδρα αἰσχρὸν, εἰ μηδὲ ἀδελφοῖς δυνατὸν γενέσθαι καταλλαγῆς αἴτιον τὸν ἱερέα, ἀλλ' ἀνάγκη πρὸς τοὺς ἔξω τρέχειν. Ὥστε εἰπὼν, Τοὺς ἐξουθενημένους, οὐ τοῦτο εἶπε προηγουμένως, ὅτι τοὺς ἀπεῤῥιμμένους δεῖ καθίζειν, ἀλλὰ καθαπτόμενος αὐτῶν. Ὅτι γὰρ τοῖς δυναμένοις διακρίνειν ἐπιτρέπειν χρὴ, ἐδήλωσεν εἰπών· Οὕτως οὐκ ἔνι σοφὸς ἐν ὑμῖν οὐδὲ εἷς; καὶ ἐκ περιουσίας ἐπιστομίζων καὶ λέγων, ὅτι εἰ καὶ μηδεὶς ἦν σοφὸς ἐν ὑμῖν, τοῖς ἀσυνέτοις ἐπιτρέπειν ἐχρῆν μᾶλλον τὴν ἀκρόασιν, ἢ τοὺς ἔξωθεν δικάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν οἰκίᾳ μὲν γινομένης μάχης, μηδένα τῶν ἔξωθεν καλεῖν, ἀλλ' αἰσχύνεσθαι εἰ διαδοθείη πρὸς τοὺς ἔξω τὰ ἔνδον γινόμενα· ἔνθα δὲ Ἐκκλησία, τῶν ἀποῤῥήτων μυστηρίων ὁ θησαυρὸς, πάντα ἐκφέρεσθαι ἔξω; Ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων. ∆ιπλοῦν τὸ ἔγκλημα, ὅτι κρίνεται, καὶ ἐπὶ ἀπίστων. Εἰ γὰρ καὶ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἁμάρτημα τὸ πρὸς ἀδελφὸν κρίνεσθαι, τὸ καὶ ἐπὶ ἐξωτικῶν ποίαν ἔχει συγγνώμην; Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν. Εἶδες ποῦ αὐτὸ ἐτήρησε, καὶ πῶς εὐκαίρως αὐτὸ ἀνεῖλεν; Οὔπω γὰρ λέγω, φησὶ, τὶς ἀδικεῖ, ἢ τὶς ἀδικεῖται· τέως αὐτῷ τῷ κρίνεσθαι ἑκάτερος διαβέβληται, καὶ οὐδὲν ἕτερος ἑτέρου βελτίων κατὰ τοῦτο. δʹ. Εἰ δὲ δικαίως ἢ ἀδίκως κρίνεται, ἑτέρου λόγου τοῦτο. Μὴ τοίνυν λέγε· Τὶς ἠδίκησεν· ἐντεῦθεν γὰρ ἤδη σε κατακρίνω ἀπὸ τοῦ δικάζεσθαι. Εἰ δὲ τὸ μὴ δύνασθαι φέρειν ἀδικοῦντα, ἔγκλημα, τὸ καὶ ἀδικεῖν πόσης κατηγορίας ἄξιον; ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ' αὐτοὶ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Πάλιν διπλοῦν τὸ ἔγκλημα, τάχα δὲ καὶ τριπλοῦν καὶ τετραπλάσιον. Ἓν μὲν, τὸ μὴ εἰδέναι ἀδικούμενον φέρειν· δεύτερον δὲ, τὸ καὶ ἀδικεῖν· τρίτον, τὸ καὶ τοῖς ἀδίκοις ἐπιτρέπειν περὶ τούτων· τέταρτον, τὸ καὶ ἀδελφόν. Οὐδὲ γὰρ ὁμοίως τὰ ἁμαρτήματα κρίνεται, ὅταν εἰς τὸν τυχόντα καὶ εἰς τὸ οἰκεῖον γίνηται μέλος. Ἀπὸ γὰρ πλείονος ἰταμότητος τολμᾶται τοῦτο· κἀκεῖ μὲν ἡ φύσις τοῦ πράγματος καταπεπάτηται μόνη, ἐνταῦθα δὲ καὶ ἡ τοῦ προσώπου ποιότης. Ἐντρέψας τοίνυν ἀπὸ τῶν κοινῶν λογισμῶν, καὶ πρὸ τούτων ἀπὸ τῶν κειμένων ἐπάθλων, εἰς ἀπειλὴν κατακλείει τὴν παραίνεσιν, ἰσχυρότερον ποιῶν τὸν λόγον, καὶ οὕτω λέγων· Οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεονέκται, οὐ κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν Θεοῦ 61.135 κληρονομήσουσι. Τί λέγεις; περὶ πλεονεκτῶν διαλεγόμενος, τοσοῦτον ὄχλον ἐπήγαγες ἡμῖν παρανόμων ἀνθρώπων; Ναὶ, φησίν· ἀλλ' οὐ συγχέων τὸν λόγον τοῦτο ποιῶ, ἀλλὰ καὶ τάξει