1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

103

αὕτη πρὸς ταῦτα. Οὐ δύναται οὖν πρὸς τὸν Χριστὸν ἡμᾶς ἄγειν, ἀλλὰ πρὸς ταῦτα ἕλκει. Πάθος γὰρ χαλεπὸν καὶ θηριῶδές ἐστι, καὶ δούλους ποιεῖ, καὶ ταύτῃ διακονεῖσθαι παρασκευάζει. Τί τοί 61.140 νυν περὶ τροφὴν ἐπτόησαι καὶ κέχηνας, ἄνθρωπε; Τὸ γὰρ τέλος ἐκείνης τῆς διακονίας τοῦτο, καὶ πλέον οὐδὲν ἐπιδείξεται· ἀλλ' ὥσπερ δεσποίνῃ τινὶ διακονουμένη μένει διατηροῦσα τὴν δουλείαν ταύτην, καὶ οὐ πρόεισι περαιτέρω, καὶ οὐδὲν ἔργον ἕτερον ἔχει, ἀλλ' αὐτὸ τοῦτο τὸ μάταιον. Καὶ ἀμφότερα ἀλλήλοις συμπέπλεκται καὶ συγκαταλύεται, ἡ κοιλία τοῖς βρώμασι, καὶ τὰ βρώματα τῇ κοιλίᾳ, δρόμον τινὰ ἀνήνυτον ἀνελίττουσα· ὡς ἂν εἰ ἀπὸ σώματος διεφθαρμένου σκώληκες τίκτοιντο, καὶ πάλιν ὑπὸ τῶν σκωλήκων ἀναλίσκοιτο τὸ σῶμα· ἢ ὥσπερ ἂν εἰ κῦμα κορυφούμενον καὶ διαλυόμενον μηδὲν περαίνοι πλέον. Ταῦτα δὲ οὐ περὶ τροφῆς καὶ σώματος λέγει, ἀλλὰ τὸ πάθος τῆς γαστριμαργίας καὶ τὴν ἀμετρίαν τῶν ἐδεσμάτων διαβάλλει. Καὶ δηλοῖ τὰ ἑξῆς· ἐπάγει γάρ· Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· οὐ τὴν γαστέρα λέγων, ἀλλὰ τὴν ἄμετρον ἐπιθυμίαν, οὐδὲ τὴν τροφὴν, ἀλλὰ τὴν τρυφήν. Πρὸς γὰρ ἐκεῖνα οὐ δυσχεραίνει, ἀλλὰ καὶ νομοθετεῖ περὶ αὐτῶν οὕτω λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ἀλλὰ ταύτῃ διαβάλλει τὸ πρᾶγμα, καὶ τὴν διόρθωσιν αὐτοῦ μετὰ συμβουλὴν ἐπιτρέψας εὐχῇ. Τινὲς δέ φασιν, ὅτι προφητεία τὸ εἰρημένον ἐστὶ, τὴν ἐν τῷ μέλλοντι αἰῶνι κατάστασιν δηλοῦσα, καὶ ὅτι οὐκ ἔστιν ἐκεῖ φαγεῖν οὐδὲ πιεῖν. Εἰ δὲ τὸ σύμμετρον ἕξει τέλος, πολλῷ μᾶλλον τῆς ἀμετρίας ἀπέχεσθαι δεῖ. Εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι τοῦ σώματός ἐστιν ἡ διαβολὴ, μηδὲ ὑποπτεύσῃ ὅτι ἀπὸ τοῦ μέρους τὸ ὅλον διέβαλε, μηδὲ λέγῃ ὅτι ἡ φύσις τοῦ σώματος αἰτία ἦν τῆς πορνείας, ἄκουσον τῶν ἑξῆς. Οὐ γὰρ τὴν φύσιν αἰτιῶμαι, φησὶ, τοῦ σώματος, ἀλλὰ τὴν ἄμετρον τῆς ψυχῆς ἀσωτίαν· διὸ καὶ ἐπάγει· Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. Οὐ γὰρ διὰ τοῦτο κατεσκευάσθη, ἵνα ἀσώτως ζῇ καὶ πορνεύῃ, ὥσπερ οὐδὲ ἡ κοιλία, ἵνα γαστριμαργῇ, ἀλλ' ἵνα τῷ Χριστῷ ἕπηται ὡς κεφαλῇ, καὶ ὁ Κύριος τῷ σώματι ἐπικέηται. Αἰδεσθῶμεν, φρίξωμεν ὅτι τοσαύτης ἀξιωθέντες τιμῆς, ὡς ἐκείνου τοῦ ἄνω καθημένου γενέσθαι μέλη, τοσούτοις κακοῖς καταισχύνομεν ἑαυτούς. Κατηγορήσας τοίνυν ἱκανῶς τῶν γαστριμάργων, καὶ τῇ τῶν μελλόντων ἐλπίδι τῆς κακίας ἀπάγει ταύτης, λέγων· Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. βʹ. Εἶδες πάλιν σοφίαν ἀποστολικήν; τὸ γὰρ ἀξιόπιστον ἀεὶ τῆς ἀναστάσεως ἀπὸ τοῦ Χριστοῦ κατα 61.141 σκευάζει, καὶ μάλιστα νῦν. Εἰ γὰρ τὸ σῶμα ἡμῶν μέλος τοῦ Χριστοῦ, ἀνέστη δὲ ὁ Χριστὸς, καὶ τὸ σῶμα πάντως ἕψεται τῇ κεφαλῇ. ∆ιὰ τῆς δυνάμεως αὐτοῦ. Ἐπειδὴ γὰρ εἶπε πρᾶγμα ἀπιστούμενον καὶ λογισμοῖς οὐ δυνάμενον ὑπονοηθῆναι, τῷ ἀκαταλήπτῳ τῆς δυνάμεως αὐτοῦ παρεχώρησε τὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, οὐ μικρὰν κατ' αὐτῶν ἀπόδειξιν καὶ ταύτην παρεχόμενος. Καὶ ἐπὶ μὲν τῆς ἀναστάσεως τοῦ Χριστοῦ οὐ τέθεικεν αὐτό· οὐδὲ γὰρ εἶπεν, Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἐξεγερεῖ· ἐξέβη γὰρ τὸ πρᾶγμα· ἀλλὰ πῶς; Ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε· καὶ οὐκ ἐδεῖτο κατασκευῆς. Ἐπὶ δὲ τῆς ἡμετέρας ἀναστάσεως, ἐπειδὴ οὐδέπω γέγονεν, οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ· τῇ ἀξιοπιστίᾳ τῆς τοῦ ποιοῦντος ἰσχύος τοὺς ἀντιλέγοντας ἐπιστομίζων. Εἰ δὲ τῷ Πατρὶ τὴν ἀνάστασιν λογίζεται τοῦ Χριστοῦ, μηδέν σε θορυβείτω τοῦτο. Οὐ γὰρ ὡς ἀτονοῦντος τοῦ Χριστοῦ, τοῦτο τέθεικεν· αὐτὸς γάρ ἐστιν ὁ λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ πάλιν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὁ Λουκᾶς δὲ ἐν ταῖς Πράξεσί φησιν· Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα. Τίνος οὖν ἕνεκεν ὁ Παῦλος οὕτω φησίν; Ὅτι καὶ τὰ τοῦ Υἱοῦ τῷ Πατρὶ λογίζεται, καὶ τὰ τοῦ Πατρὸς τῷ Υἱῷ· Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, φησὶ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ. Σφόδρα δὲ εὐκαίρως ἐνταῦθα τῆς ἀναστάσεως ἀνέμνησε, ταῖς ἐλπίσιν ἐκείναις καταστέλλων τῆς ἀδηφαγίας τὴν τυραννίδα, καὶ μονονουχὶ λέγων·