105
περιεργαζόμεθα, πολλῷ οὖν μᾶλλον τὴν τοῦ Θεοῦ σοφίαν πολυπραγμονεῖν οὐ χρὴ οὐδὲ λογισμοὺς ἀπαιτεῖν· πρῶτον μὲν, ὅτι ἀξιόπιστος ὁ ἀποφαινόμενος, δεύτερον δὲ, ὅτι οὐ δέχεται λογισμῶν ἔρευναν τὰ πράγματα. Οὐ γὰρ οὕτω πτωχὸς ὁ Θεὸς, ὡς τοιαῦτα ἐργάζεσθαι μόνα, ἃ τῇ τῶν λογισμῶν ἀσθενείᾳ περιληφθῆναι δύναται τῶν σῶν. Εἰ γὰρ τέκτονος ἔργον οὐ καταλαμβάνεις, πολλῷ μᾶλλον τοῦ ἀριστοτέχνου Θεοῦ. Μὴ ἀπιστεῖτε τοίνυν τῇ ἀναστάσει· ἐπεὶ πολλῷ μακρὰν τῆς ἐλπίδος ἔσεσθε τῆς μελλούσης. Ἀλλὰ τί τὸ σοφὸν τῶν ἀντιλεγόντων, μᾶλλον δὲ τὸ σφόδρα ἀνόητον; Καὶ πῶς, ὅταν ἀναμιχθῇ τὸ σῶμα τῇ γῇ καὶ γένηται γῆ, καὶ αὕτη πάλιν ἑτέρως μετενεχθῇ, ἀναστήσεται, φησί; Σοὶ τοῦτο ἄπορον εἶναι δοκεῖ, ἀλλ' 61.143 οὐ τῷ ἀκοιμήτῳ ὀφθαλμῷ· ἐκείνῳ γὰρ ἅπαντα δῆλα. Καὶ σὺ μὲν οὐχ ὁρᾷς τὴν ἐν τῇ συγχύσει διαίρεσιν, ἐκεῖνος δὲ πάντα οἶδεν· ἐπεὶ καὶ τὰ ἐν τῇ καρδίᾳ σὺ μὲν ἀγνοεῖς τοῦ πλησίον, ἐκεῖνος δὲ πάντα ἐπίσταται. Εἰ τοίνυν ἐπειδὴ ἀγνοεῖς πῶς ἀνίστησιν ὁ Θεὸς, ἀπιστεῖς ὅτι ἀνίστησιν, ἀπιστήσεις ὅτι καὶ τὰ ἐν τῇ διανοίᾳ οἶδεν; οὐ φαίνεται γὰρ οὐδὲ ταῦτα. Καίτοι ἐπὶ τοῦ σώματος μὲν ὕλη ἐστὶν ὁρατὴ, κἂν διαλυθῇ· ἐκεῖναι δὲ αἱ ἔννοιαι ἀόρατοι. Ὁ τὰ ἀόρατα τοίνυν εἰδὼς μετὰ ἀκριβείας ἁπάσης, τὰ ὁρατὰ οὐκ ὄψεται, καὶ διαιρήσει ῥᾳδίως τὸ σῶμα; Παντί που δῆλον. Μὴ τοίνυν ἀπίστει τῇ ἀναστάσει· διαβολικὸν γὰρ τὸ δόγμα· καὶ σπουδάζει τοῦτο ὁ διάβολος, οὐχ ἵνα ἀνάστασις ἀπιστηθῇ μόνον, ἀλλ' ἵνα καὶ τὰ τῆς ἀρετῆς ἔργα καταλυθῇ καὶ ἀπόληται. Ἄνθρωπος γὰρ μὴ προσδοκῶν ἀναστήσεσθαι καὶ δώσειν λόγον τῶν πεπραγμένων, οὐχ ἅψεται ταχέως ἀρετῆς· οὐχ ἁπτόμενος δὲ ἀρετῆς, διαπιστήσει τῇ ἀναστάσει πάλιν· ἀμφότερα γὰρ ὑπ' ἀλλήλων κατασκευάζεται, ἡ κακία ὑπὸ τῆς ἀπιστίας, καὶ ἡ ἀπιστία ὑπὸ τῆς κακίας. Πολλῶν γὰρ πεπληρωμένον τὸ συνειδὸς πονηριῶν, δεδοικὸς καὶ τρέμον τὴν μέλλουσαν ἀντίδοσιν, ἐπειδὴ μὴ βούλεται ἀπὸ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ κάλλιστα τὴν παραμυθίαν πορίζεσθαι, ἀπὸ τῆς ἀπιστίας ἀναπαύεσθαι βούλεται. Οὐ λέγοντος γὰρ σοῦ ἀνάστασιν οὐδὲ κρίσιν, κἀκεῖνος ἐρεῖ· Οὐκοῦν οὐδὲ ἐγὼ δώσω λόγον τῶν τετολμημένων. Ἀλλὰ τί φησιν ὁ Χριστός; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἂν τοσαῦτα ἐπραγματεύσατο ὁ Θεὸς, εἴ γε μὴ ἔμελλεν ἀναστήσειν ἡμᾶς, ἀλλὰ διαλύειν καὶ ἀφανίζειν εἰς τὸ μηδέν· οὐκ ἂν τὸν οὐρανὸν ἐξέτεινε τοῦτον, οὐκ ἂν τὴν γῆν ὑπεστόρεσεν, οὐκ ἂν τὰ ἄλλα ἅπαντα ὑπὲρ τῆς βραχείας ζωῆς μόνον ταύτης ἐποίησεν. Εἰ δὲ ὑπὲρ τῆς παρούσης ταῦτα, τί οὐ ποιήσει ὑπὲρ τῆς μελλούσης; Εἰ δὲ μὴ ἔσται μέλλουσα, πολὺ ἡμεῖς τῶν δι' ἡμᾶς γενομένων ἀτιμότεροι κατὰ τοῦτο. Καὶ γὰρ οὐρανὸς καὶ γῆ καὶ θάλασσα καὶ ποταμοὶ μονιμώτερα ἡμῶν, καὶ τῶν ἀλόγων δὲ ἔνια· καὶ γὰρ κορώνη καὶ τὸ τῶν ἐλεφάντων γένος καὶ πολλὰ ἕτερα πλείονα χρόνον ἀπολαύει τῆς παρούσης ζωῆς. Ἡμῖν δὲ καὶ βραχὺς καὶ ἐπίπονος ὁ βίος, ἀλλ' οὐκ ἐκείνοις, ἀλλὰ καὶ μακρὸς, καὶ μᾶλλον ἀθυμίας καὶ φροντίδων ἀπηλλαγμένος. Τί οὖν, εἰπέ μοι, τοὺς δούλους βελτίους ἐποίησε τῶν δεσποτῶν; Μὴ, παρακαλῶ, μὴ ταῦτα λογίζου, μηδὲ πτώχευε τὴν διάνοιαν, ἄνθρωπε, μηδὲ ἀγνόει τὸν πλοῦτον τοῦ Θεοῦ, τοιοῦτον ἔχων ∆εσπότην. Καὶ γὰρ ἐξ ἀρχῆς σε ἐβούλετο ἀθάνατον ὁ Θεὸς ποιῆσαι, ἀλλ' οὐκ ἠθέλησας σύ. Καὶ γὰρ ἀθανασίας αἰνίγματα ἐκεῖνα ἦν, ἡ πρὸς τὸν Θεὸν ὁμιλία, τὸ ἀταλαίπωρον τῆς ζωῆς, τὸ λύπης καὶ φροντίδων ἀπηλλάχθαι καὶ πόνων, καὶ τῶν ἄλλων τῶν ἐπικαίρων. Οὔτε γὰρ ἱματίου ἐδεῖτο ὁ Ἀδὰμ, οὐκ ὀρόφου, οὐκ ἄλλης τινὸς τοιαύτης κατασκευῆς, ἀλλ' ἀγγέλοις μᾶλλον ἐῴκει, καὶ πολλὰ τῶν μελλόντων προῄδει, καὶ σοφίας ἐπεπλήρωτο πολλῆς. Καὶ ὃ λάθρα ἐποίησεν ὁ Θεὸς, τοῦτο ἐκεῖνος ἔγνω, τὸ περὶ τῆς γυναικός· διὸ καὶ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ὁ δὲ πόνος ὕστερον γέγονεν, ὕστερον ἱδρὼς, ὕστερον αἰσχύνη καὶ ἡ δειλία καὶ τὸ ἀπαῤῥησίαστον· τότε δὲ οὐ λύπη, οὐκ ὀδύνη, οὐ στεναγμός. Ἀλλ' οὐκ ἔμεινεν ἐπὶ τῆς ἀξίας ἐκείνης. 61.144 δʹ. Τί οὖν ἐγὼ πάθω, φησί; δι' ἐκεῖνον ἀπόλλυμαι; Μάλιστα μὲν οὐ δι' ἐκεῖνον· οὐδὲ γὰρ σὺ ἀναμάρτητος