1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

107

μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΗʹ. Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χρι στοῦ εἰσιν; ἄρας οὖν τὰ μέλη

τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. αʹ. Ἀπὸ τοῦ πεπορνευκότος ἐπὶ τὸν πλεονέκτην μεταβὰς, πάλιν ἀπὸ τούτου πρὸς ἐκεῖνον ἔρχεται, οὐκέτι λοιπὸν πρὸς αὐτὸν διαλεγόμενος, ἀλλὰ τοῖς ἄλλοις τοῖς μὴ πεπορνευκόσι· καὶ τούτους ἀσφαλιζόμενος μήποτε περιπέσωσι τοῖς αὐτοῖς, ἐκείνου καθάπτεται πάλιν. Ὁ γὰρ ἡμαρτηκὼς, κἂν πρὸς ἕτερον ἀποτείνῃς τὸν λόγον, κεντεῖται καὶ οὕτω, τοῦ συνειδότος διεγειρομένου καὶ μαστιγοῦντος αὐτόν. Ἱκανὸς μὲν οὖν καὶ ἀπὸ τῆς τιμωρίας φόβος ἦν αὐτοὺς κατασχεῖν ἐπὶ τῆς σωφροσύνης· ἐπειδὴ δὲ οὐ βούλεται φόβῳ μόνον τὰ τοιαῦτα κατορθοῦν, καὶ ἀπειλὰς καὶ λογισμοὺς τίθησιν. Ἐκεῖ μὲν οὖν τὸ ἁμάρτημα εἰπὼν, καὶ τὴν τιμωρίαν ὁρίσας, καὶ τὴν βλάβην δείξας τὴν ἐκ τῆς συνουσίας τοῦ πεπορνευκότος ἐγγενομένην ἅπασιν, ἀπηλλάγη, καὶ πρὸς τὴν πλεονεξίαν μετέστη, καὶ τὴν ἔκπτωσιν τῆς βασιλείας ἀπειλήσας τούτῳ καὶ τοῖς λοιποῖς ἅπασιν, οἷς κατέλεξεν, οὕτω τὸν λόγον ἀπήρτισεν· ἐνταῦθα δὲ καὶ φρικωδέστερον μεταχειρίζει τὴν παραίνεσιν. Ὅ τε γὰρ τὸ ἁμάρτημα κολάζων μόνον, καὶ μὴ δεικνὺς σφόδρα παρανομώτατον ὂν, οὐδὲν τοσοῦτον ἀπὸ τῆς τιμωρίας εἰργάσατο· ὅ τε πάλιν ἐντρέπων μόνον, καὶ μὴ φοβῶν διὰ τῆς κολάσεως, οὐ σφόδρα καθάπτεται τῶν ἀναισθήτως διακειμένων. ∆ιόπερ ἀμφότερα ποιεῖ Παῦλος, καὶ ἐντρέπει λέγων· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν; καὶ φοβεῖ λέγων· Οὐκ οἴδατε ὅτι πλεονέκται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι; Καὶ ἐπὶ τοῦ πεπορνευκότος πάλιν οὕτω κέχρηται τῷ λόγῳ· καὶ γὰρ φοβήσας δι' ὧν ἔμπροσθεν εἶπεν, ἐκτεμών τε αὐτὸν καὶ τῷ Σατανᾷ παραδοὺς, καὶ τῆς μελλούσης ἀναμνήσας ἡμέρας, ἐντρέπει πάλιν λέγων· Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη τοῦ Χριστοῦ ἐστιν; ὡς πρὸς παῖδας λοιπὸν εὐγενεῖς διαλεγόμενος. Ἐπειδὴ γὰρ εἶπε, Τὸ δὲ σῶμα τῷ Κυρίῳ, σαφέστερον αὐτὸ δείκνυσι νῦν· καὶ ἀλλαχοῦ δὲ τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Καὶ τὸ αὐτὸ ὑπόδειγμα πολλαχοῦ τίθησιν, οὐκ ἐπὶ τῶν αὐτῶν, ἀλλὰ ποτὲ μὲν ὥστε τὴν ἀγάπην δεῖξαι, ποτὲ δὲ ὥστε τὸν φόβον αὐξῆσαι· ἐνταῦθα δὲ δεδιττόμενος αὐτὸ τέθεικε, καὶ φοβῶν· Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, ποιήσω πόρνης μέλη; Μὴ γένοιτο. Οὐδὲν φρικωδέστερον τῆς λέξεως ταύτης. Καὶ οὐκ εἶπεν, Ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ, συνάψω τῇ πόρνῃ· ἀλλὰ τί; Ποιήσω μέλη πόρνης; ὅπερ ἦν πληκτικώτερον. Εἶτα κατασκευάζει πῶς τοῦτο γίνεται ὁ πορνεύων, οὕτω λέγων· Ἦ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνη, ἓν σῶμά 61.146 ἐστι; Πόθεν δῆλον; Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Οὐκέτι γὰρ ἀφίησιν ἡ συνουσία τοὺς δύο εἶναι δύο, ἀλλ' ἓν ἀμφοτέρους ἐργάζεται. Καὶ ὅρα πάλιν πῶς διὰ τῶν ὀνομάτων γυμνῶν πρόεισι, διὰ τῆς πόρνης καὶ διὰ τοῦ Χριστοῦ προάγων τὴν κατηγορίαν. Φεύγετε τὴν πορνείαν. Οὐκ εἶπεν, Ἀπέχεσθε τῆς πορνείας, ἀλλὰ, Φεύγετε, τουτέστι, Μετὰ σπουδῆς ποιεῖσθε τὴν ἀπαλλαγὴν τοῦ κακοῦ. Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Τοῦτο τοῦ προτέρου ἔλαττον· πλὴν ἀλλ' ἐπειδὴ περὶ πόρνων ἦν ὁ λόγος αὐτῷ, πάντοθεν αὐτὸ ἀπαίρει, καὶ ἀπὸ τῶν μειζόνων καὶ ἀπὸ τῶν ἐλαττόνων αὔξων τὸ ἔγκλημα. Ἐκεῖνο μὲν οὖν τοῖς εὐλαβεστέροις εἴρηται τὸ πρότερον, τοῦτο δὲ τοῖς ἀσθενεστέροις. Καὶ γὰρ καὶ τοῦτο τῆς Παύλου σοφίας, μὴ ἀπὸ τῶν μεγάλων ἐντρέπειν μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν μικροτέρων, καὶ ἀπὸ τοῦ αἰσχροῦ καὶ ἀπρεποῦς. Τί οὖν; ὁ ἀνδροφόνος, φησὶν, οὐχὶ