108
τὴν χεῖρα μολύνει; τί δὲ ὁ πλεονέκτης, καὶ ὁ ἅρπαξ; Παντί που δῆλον· ἀλλ' ἐπειδὴ εἰπεῖν οὐκ ἐνῆν τοῦ πόρνου οὐδὲν χεῖρον, ἑτέρως αὐτὸ ηὔξησε λέγων, ὅτι ἐπὶ τῆς πορνείας ὁλόκληρον τὸ σῶμα γίνεται μιαρόν. Ὥσπερ γὰρ εἰς λέβητα ἀκαθαρσίας ἐμπῖπτον καὶ τῷ μολυσμῷ βαπτόμενον, οὕτω φύρεται. Τοῦτο δὲ καὶ ἡμῖν ἔθος. Ἀπὸ μὲν γὰρ τῆς πλεονεξίας καὶ ἁρπαγῆς οὐκ ἄν τις σπουδάσειεν ἐπὶ βαλανεῖον ἐλθεῖν, ἀλλ' ἀδιαφόρως ἐπὶ τὴν οἰκίαν ἄνεισιν· ἀπὸ δὲ μίξεως πόρνης, καθάπερ ὅλος γενόμενος ἀκάθαρτος, ἐπὶ τὸ λούσασθαι ἔρχεται· οὕτως ἔχει τινὰ τὸ συνειδὸς ἀπὸ τῆς ἁμαρτίας ταύτης ὑπόληψιν αἰσχροτέραν. Ἀμφότερα μὲν οὖν χαλεπὰ, καὶ πλεονεξία καὶ πορνεία, καὶ εἰς γέενναν ἐμβάλλει· ἀλλ' ἐπειδὴ οἰκονομικῶς ὁ Παῦλος πάντα ποιεῖ, οἷς εἶχε, τούτοις ηὔξησε τὸ τῆς πορνείας ἔγκλημα. Ἦ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν; βʹ. Οὐχ ἁπλῶς εἶπε, Τοῦ Πνεύματος, ἀλλὰ, Τοῦ ἐν ὑμῖν, ὅπερ ἦν καὶ παραμυθουμένου· καὶ πάλιν ἐπεξηγούμενος ἐπήγαγεν· Οὗ ἔχετε ἀπὸ τοῦ Θεοῦ. Καὶ τὸν δεδωκότα τέθεικεν, ὑψηλόν τε ὁμοῦ ποιῶν τὸν ἀκροατὴν, καὶ φοβῶν καὶ τῷ μεγέθει τῆς παρακαταθήκης καὶ τῇ φιλοτιμίᾳ τοῦ παρακαταθεμένου. Καὶ οὐκ ἐστὲ ἑαυτῶν. Τοῦτο οὐκ ἐντρέποντος μόνον ἐστὶν, ἀλλὰ καὶ βιαζομένου πρὸς ἀρετήν. Τί γάρ; πράττεις ἃ θέλεις, φησίν· οὐκ εἶ ἑαυτοῦ κύριος. Ταῦτα δὲ ἔλεγεν, οὐχὶ τὸ αὐτεξούσιον ἀναιρῶν· καὶ γὰρ εἰπὼν, Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, οὐχὶ τὴν ἐλευθερίαν ἡμῶν ἀνεῖλε· καὶ 61.147 ἐνταῦθα πάλιν γράφων, ὅτι Οὐκ ἐστὲ ἑαυτῶν, οὐ τῇ προαιρέσει λυμαίνεται, ἀλλὰ τῆς κακίας ἀπάγει, καὶ τοῦ ∆εσπότου τὴν κηδεμονίαν ἐνδείκνυται. ∆ιὸ καὶ ἐπήγαγεν· Ἠγοράσθητε γὰρ τιμῆς. Εἰ δὲ οὐκ εἰμὶ ἐμαυτοῦ, πῶς με ἀπαιτεῖς τὰ πρακτέα; πῶς δὲ προϊὼν λέγεις πάλιν, ∆οξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ; Τί οὖν ἐστι τὸ, Οὐκ ἐστὲ ἑαυτῶν; καὶ τί δι' αὐτοῦ κατασκευάσαι βούλεται; Ἐν ἀσφαλείᾳ καταστῆσαι τοῦ μὴ ἁμαρτάνειν μηδὲ ταῖς ἐπιθυμίαις τῆς ψυχῆς ἀκολουθεῖν ταῖς ἀτόποις. Καὶ γὰρ πολλὰ βουλόμεθα ἄτοπα, ἀλλὰ κατέχειν δεῖ· δυνάμεθα γάρ· εἰ δὲ μὴ δυνάμεθα, περιττὴ ἡ παραίνεσις. Ὅρα γοῦν πῶς ἠσφαλίσατο. Εἰπὼν γὰρ, Οὐκ ἐστὲ ἑαυτῶν, οὐκ ἐπήγαγεν, Ἀλλ' ὑπ' ἀνάγκην ἐστὲ, ἀλλ', Ἠγοράσθητε τιμῆς. ∆ιὰ τί τοῦτο λέγεις; καὶ μὴν ἑτέρωθεν, εἴποι τις ἂν ἴσως, ἔδει προτρέψαι, δεικνύντα ὅτι ∆εσπότην ἔχομεν. Ἀλλὰ τοῦτο μὲν καὶ πρὸς Ἕλληνας ἡμῖν κοινὸν, τὸ δὲ, Ἠγοράσθητε τιμῆς, ἡμῶν ἐξαίρετον. Ἀναμιμνήσκει γὰρ τοῦ μεγέθους τῆς εὐεργεσίας καὶ τοῦ τρόπου τῆς σωτηρίας, δεικνὺς ὅτι ἀλλοτριωθέντες ἠγοράσθημεν· καὶ οὐχ ἁπλῶς, ἀλλὰ τιμῆς. ∆οξάσατε δὴ, ἄρατε τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι. Ταῦτα δὲ λέγει, ὥστε μὴ τῷ σώματι μόνον φεύγειν τὴν πορνείαν, ἀλλὰ καὶ ἐν τῷ πνεύματι τῆς ψυχῆς μηδὲν πονηρὸν λογίζεσθαι καὶ ἐλαύνειν τὴν χάριν. Ἅτινά ἐστι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ εἶπεν, Ὑμῶν,διὰ τοῦτο ἐπήγαγεν, Ἅτινά ἐστι τοῦ Θεοῦ, συνεχῶς ἀναμιμνήσκων ἡμᾶς, ὅτι πάντα ∆εσποτικὰ, καὶ σῶμα καὶ ψυχὴ καὶ πνεῦμα. Καὶ γάρ τινές φασι, Τῷ πνεύματι, τῷ χαρίσματι λέγειν. Ἂν γὰρ ἐκεῖνο ᾖ παρ' ἡμῖν, δοξάζεται ὁ Θεός· ἔσται δὲ, ἂν καθαρὰν καρδίαν ἔχωμεν. Τοῦ Θεοῦ δὲ αὐτὰ ἔφησεν, οὐκ ἐπειδὴ παρήγαγεν αὐτὰ μόνον, ἀλλ' ἐπειδὴ καὶ ἀλλοτριωθέντα, ἐκ δευτέρου πάλιν ἐκτήσατο, τιμὴν τὸ αἷμα τοῦ Παιδὸς καταθείς. Ὅρα πῶς εἰς τὸν Χριστὸν τὸ πᾶν ἀπήρτισε· πῶς ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγε. Μέλη τοῦ Χριστοῦ ἐστε, φησὶ, ναός ἐστε τοῦ Πνεύματος· μὴ τοίνυν γίνεσθε πόρνης μέλη· οὐ γὰρ τὸ σῶμα τὸ ὑμῶν ὑβρίζεται· οὐ γὰρ τὸ σῶμα ὑμῶν ἐστιν, ἀλλὰ τοῦ Χριστοῦ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ καὶ τὴν φιλανθρωπίαν ἐνδεικνύμενος, ὅτι αὐτοῦ τὸ σῶμα τὸ ἡμέτερον, καὶ τῆς ἐξουσίας τῆς πονηρᾶς ἡμᾶς ἀφαιρούμενος. Εἰ γὰρ ἀλλότριόν ἐστι τὸ σῶμα, οὐκ ἔχετε ἐξουσίαν ἀλλότριον σῶμα ὑβρίζειν, φησὶ, καὶ μάλιστα ὅταν ᾖ ∆εσποτικὸν, οὐδὲ ναὸν μολύνειν τοῦ Πνεύματος. Εἰ γὰρ ἰδιωτικῇ τις ἐπελθὼν οἰκίᾳ, καὶ κωμάσας εἰς ἐκείνην, τὴν ἐσχάτην δώσει δίκην· ὁ βασιλέως ναὸν λῃστοῦ ποιῶν καταγώγιον,