1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

110

ἐκπλαγήσεται, ὅταν ἄνθρωπός τις ὢν, καὶ τῆς κοινῆς μετέχων φύσεως, καὶ ἐν μέσοις στρεφόμενος ἀνθρώποις, καθάπερ ἀδάμας, μὴ ἐπικάμπτηται πρὸς τὸν τῶν παθῶν ἐσμόν; ὅταν μεταξὺ πυρὸς καὶ σιδήρου καὶ θηρίων ὢν, ἀδάμαντος ἰσχυρότερος ᾖ, καὶ περιγένηται πάντων διὰ τὸν τῆς εὐσεβείας λόγον; ὅταν ὑβρίζηται, καὶ εὐλογῇ; ὅταν κακῶς ἀκούῃ, καὶ ἐγκωμιάζῃ; ὅταν ἐπηρεάζηται, καὶ εὔχηται ὑπὲρ τῶν ἀδικούντων; ὅταν ἐπιβουλεύηται, καὶ εὐεργετῇ τοὺς πολεμοῦντας αὐτῷ καὶ ἐπιβουλεύοντας; Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα τῶν οὐρανῶν πολλῷ μᾶλλον δοξάσει τὸν Θεόν. Τὸν μὲν γὰρ οὐρανὸν ὁρῶντες Ἕλληνες, οὐκ αἰσχύνονται· ἅγιον δὲ ἄνδρα ἰδόντες μετὰ ἀκριβείας φιλοσοφίαν ἐπιδεικνύμενον, καταδύονται καὶ ἑαυτῶν καταγινώσκουσιν. Ὅταν γὰρ ὁ τῆς αὐτῆς αὐτοῖς φύσεως μετέχων, τοσοῦτον ἀνώτερος ᾖ[, ἢ] πολλῷ μᾶλλον, ἢ ὅσον ὁ οὐρανὸς τῆς γῆς, καὶ ἄκοντες ἐννοοῦσιν, ὅτι θεία δύναμις ταῦτα ἐργάζεται· διό φησι· Καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Βούλει μαθεῖν καὶ ἑτέρωθεν, πῶς μὲν ἀπὸ τοῦ βίου τῶν δούλων αὐτοῦ δοξάζεται ὁ Θεὸς, πῶς δὲ ἀπὸ τῶν θαυμάτων; Ἐνέβαλέ ποτε ὁ Ναβουχοδονόσορ τοὺς τρεῖς παῖδας εἰς τὴν κάμινον. Εἶτα ἐπειδὴ εἶδε τὸ πῦρ οὐ περιγενόμενον αὐτῶν, φησίν· Εὐλογητὸς ὁ Θεὸς, ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ ἐκ τῆς καμίνου, ὅτι ἐπεποίθεισαν ἐπ' αὐτὸν, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως. Τί λέγεις; κατεφρονήθης, καὶ θαυμάζεις τοὺς διαπτύσαντας; Ναὶ, φησὶ, [καὶ] δι' αὐτὸ τοῦτο, ὅτι κατεφρονήθην· καὶ τοῦ θαύματος ταύτην τὴν αἰτίαν τίθησι. Ὥστε οὐ διὰ τὸ σημεῖον ἡ δόξα τῷ Θεῷ τότε γέγονε μόνον, ἀλλὰ καὶ διὰ τὴν προαίρεσιν τῶν ἐμβληθέντων. Εἰ δὲ καὶ καθ' ἑαυτὸ ἐξετάσειέ τις τοῦτο κἀκεῖνο, οὐκ ἔλαττον τοῦτο ἐκείνου. Τοῦ γὰρ ῥύσασθαι καμίνου τὸ πεῖσαι ψυχὰς κατατολμῆσαι καμίνου, οὐκ ἔλαττον εἰς θαύματος λόγον. Πῶς γὰρ οὐκ ἐκπλήξεως ἄξιον, ὅταν ὁ τῆς οἰκουμένης βασιλεὺς, καὶ τοσαῦτα περὶ ἑαυτὸν ὅπλα ἔχων καὶ στρατόπεδα καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους, καὶ γῆν καὶ θάλατταν ὑποκειμένην, ὑπὸ παίδων αἰχμαλώτων καταφρονῆται, καὶ οἱ δεδεμένοι τοῦ δήσαντος περιγίνωνται καὶ πᾶσαν νικῶσι τὴν στρατιὰν ἐκείνην; οὐ γὰρ ἴσχυσαν, ὅπερ ἤθελον, οἱ περὶ τὸν βασιλέα, καὶ ταῦτα καὶ τὴν ἀπὸ τῆς καμίνου συμμαχίαν ἔχοντες· ἀλλ' οἱ γυμνοὶ καὶ δοῦλοι καὶ ξένοι καὶ ὀλίγοι (τί γὰρ τριῶν ὀλιγώτερον;) ἄπειρον στρατιὰν δεδεμένοι κατηγωνίσαντο. Ἤδη γὰρ θάνατος κατεφρονεῖτο, ἐπειδὴ λοιπὸν ὁ Χριστὸς ἔμελλεν ἐπιδημεῖν· καὶ καθάπερ ἀνατέλλειν μέλλοντος τοῦ ἡλίου, καὶ πρὶν ἢ τὰς ἀκτῖνας φανῆναι, λαμπρὸν γίνεται τὸ φῶς τῆς ἡμέρας· οὕτω καὶ τοῦ τῆς δικαιοσύνης ἡλίου μέλλοντος ἔρχεσθαι, ὁ θάνατος λοιπὸν ὑπεξίστατο. Τί τοῦ θεάτρου γένοιτ' ἂν λαμπρότερον ἐκείνου; τί τῆς νίκης περιφανέστερον· τί τῶν καινῶν τροπαίων ἐπισημότερον; δʹ. Τοῦτο καὶ ἐφ' ἡμῶν γίνεται. Καὶ νῦν ἐστιν ὁ τῆς Βαβυλωνίας καμίνου βασιλεὺς, καὶ νῦν φλόγα ἀνάπτει χαλεπωτέραν ἐκείνης· ἔστι καὶ νῦν ὁ τοιαύτην εἰκόνα κελεύων θαυμάζειν· πάρεισιν αὐτῷ καὶ σατράπαι καὶ στρατιῶται καὶ γοητεύουσα μουσική· καὶ πολλοὶ θαυμάζουσι ταύτην τὴν εἰκόνα, τὴν ποικίλην, τὴν μεγάλην. Τοιοῦτον γάρ τί ἐστιν ἡ πλεονεξία, οἷον ἡ εἰκὼν ἐκείνη, οὐδὲ σιδήρου καταφρονοῦσα, ἀλλ' ἐξ ἀνομοίων μὲν συγκειμένη πραγμάτων, πάντα 61.150 δὲ κελεύουσα θαυμάζειν, καὶ χαλκὸν καὶ σίδηρον καὶ ἃ πολλῷ τούτων ἐστὶν εὐτελέστερα. Ἀλλ' ὥσπερ ταῦτά ἐστιν, οὕτω καὶ οἱ τῶν παίδων ἐκείνων ζηλωταί εἰσι καὶ νῦν, οἱ λέγοντες· Τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι σου οὐ προσκυνοῦμεν, ἀλλὰ καὶ τὴν κάμινον τῆς πενίας ὑπομένομεν, καὶ τὴν ἄλλην ταλαιπωρίαν ἅπασαν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων. Καὶ οἱ μὲν πολλὰ ἔχοντες, καθάπερ κἀκεῖνοι τότε, καὶ ταύτην προσκυνοῦσι πολλάκις καὶ κατακαίονται· οἱ δὲ μηδὲν κεκτημένοι καὶ ταύτης καταφρονοῦσι, καὶ ἐν πενίᾳ ὄντες, ἐν δρόσῳ μᾶλλόν εἰσι τῶν ἐν εὐπορίᾳ ζώντων· καθάπερ καὶ τότε οἱ μὲν ἐμβαλόντες κατεκάησαν, οἱ δὲ ἐν μέσῳ ὄντες, ὥσπερ ἐν ὕδατι ἦσαν καὶ δρόσῳ. Καὶ ὁ τύραννος δὲ τότε ἐκεῖνος μᾶλλον ἐκαίετο τῇ φλογὶ, τοῦ θυμοῦ σφοδρότερον αὐτὸν