1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

112

καταξιωθέντες ἀπαλλαγῆναι τῆς ἀσεβείας, καὶ διὰ τοῦτο κατακαῦσαι τὰ σώματα. Καὶ ἡμεῖς τοίνυν ἔχοντες ἤδη τὴν ἀντίδοσιν (καὶ γὰρ ἔχομεν, καταξιωθέντες αὐτὸν ἐπιγνῶναι, καταξιωθέντες γενέσθαι μέλη Χριστοῦ), μὴ ποιήσωμεν αὐτὰ μέλη πόρνης. Ἐν γὰρ τῷ φρικωδεστάτῳ τούτῳ χρὴ καταλῦσαι τὸν λόγον, ἵνα ἀκμάζοντα ἔχοντες τῆς ἀπειλῆς τὸν φόβον, μένωμεν τοῦ χρυσίου καθαρώτεροι τῷ φόβῳ τούτῳ γινόμενοι. Οὕτω γὰρ δυνησόμεθα πορνείας ἀπαλλαγέντες τὸν Χριστὸν ἰδεῖν· ὃν γένοιτο πάντας ἡμᾶς μετὰ παῤῥησίας θεάσασθαι κατὰ τὴν ἡμέραν ἐκείνην, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΘʹ. Περὶ δὲ ὧν ἐγράψατέ μοι· καλὸν ἀνθρώπῳ γυναι κὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς

πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα. αʹ. ∆ιορθώσας τὰ χαλεπώτατα τρία ἐγκλήματα, ἓν μὲν τὸ διεσπᾶσθαι τὴν Ἐκκλησίαν, δεύτερον δὲ τοῦ πεπορνευκότος, τρίτον τὸ τοῦ πλεονέκτου, κέχρηται λοιπὸν ἡμερωτέρῳ λόγῳ· καὶ μεταξὺ τίθησι παραίνεσιν καὶ συμβουλὴν τὴν περὶ τοῦ γάμου καὶ τῆς παρθενίας, ἀπὸ τῶν φορτικωτέρων ἀναπαύων τὸν ἀκροατήν. Ἐπὶ δὲ τῆς δευτέρας Ἐπιστολῆς τὸ ἐναντίον ποιεῖ· ἄρχεται μὲν ἀπὸ τῶν ἡμερωτέρων, τελευτᾷ δὲ εἰς τὰ σκυθρωπότερα. Καὶ ἐνταῦθα δὲ τὸν περὶ τῆς παρθενίας ἀπαρτίσας λόγον, πάλιν ἔξεισιν ἐπὶ τὰ πληκτικώτερα, οὐ πάντα ἐφεξῆς τιθεὶς, ἀλλὰ ποικίλλων τὸν λόγον ἐν ἑκατέρῳ, ὡς ὁ καιρὸς ἀπῄτει, καὶ τῶν ὑποκειμένων πραγμάτων ἡ χρεία. ∆ιό φησι· Περὶ δὲ ὧν ἐγράψατέ μοι. Ἔγραψαν γὰρ αὐτῷ, εἰ δεῖ ἀπέχεσθαι γυναικὸς, ἢ μή. Καὶ πρὸς ταῦτα ἀντιγράφων καὶ περὶ τοῦ γάμου νομοθετῶν, εἰσάγει καὶ τὸν περὶ τῆς παρθενίας λόγον· Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. Εἰ μὲν γὰρ τὸ καλὸν καὶ σφόδρα ὑπερέχον ζητεῖς, φησὶ, βέλτιον μηδ' ὅλως ὁμιλεῖν γυναικί· εἰ δὲ τὸ ἀσφαλὲς καὶ βοηθοῦν σου τῇ ἀσθενείᾳ, ὁμίλει γάμῳ. Ἐπειδὴ δὲ εἰκὸς ἦν, ὃ καὶ νῦν γίνεται, τὸν μὲν ἄνδρα βούλεσθαι, τὴν δὲ γυναῖκα μηκέτι, ἢ καὶ τὸ ἐναντίον, ὅρα πῶς περὶ ἑκατέρων διαλέγεται. Καί τινες μέν φασιν, ὅτι πρὸς ἱερέας ὁ λόγος οὗτος αὐτῷ εἴρηται· ἐγὼ δὲ ἀπὸ τῶν ἑξῆς σκοπῶν, οὐκ ἂν φαίην τοῦτο οὕτως ἔχειν· οὐδὲ γὰρ ἂν καθολικῶς ἔθηκε τὴν παραίνεσιν. Εἰ δὲ ἱερεῦσι μόνον ταῦτα ἔγραφεν, εἶπεν ἄν· Καλὸν τῷ διδασκάλῳ γυναικὸς μὴ ἅπτεσθαι· νυνὶ δὲ καθόλου αὐτὸ τέθεικε, Καλὸν ἀνθρώπῳ, λέγων, οὐχ ἱερεῖ μόνον· καὶ πάλιν, Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. Οὐκ εἶπε, Σὺ ὁ ἱερεὺς καὶ ὁ διδάσκαλος, ἀλλ' ἀδιορίστως· καὶ ὅλος διόλου τοιοῦτος πρόεισιν ὁ λόγος. Εἰπὼν δὲ, 61.152 ∆ιὰ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, αὐτῇ τῇ αἰτίᾳ τῆς συγχωρήσεως εἰς ἐγκράτειαν ἤγαγε. Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλομένην τιμὴν ἀποδιδότω· ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί. Τί δέ ἐστιν ἡ ὀφειλομένη τιμή; Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ καὶ δούλη καὶ δέσποινά ἐστι τοῦ ἀνδρός. Κἂν ἀποστῇς τῆς δουλείας τῆς προσηκούσης, προσέκρουσας τῷ Θεῷ· εἰ δὲ ἀποστῆναι βούλει, ὅταν ὁ ἀνὴρ ἐπιτρέπῃ, κἂν πρὸς βραχὺ τοῦτο γίνηται. ∆ιὰ γὰρ τοῦτο καὶ ὀφειλὴν τὸ πρᾶγμα ἐκάλεσεν, ἵνα δείξῃ μηδένα κύριον ὄντα ἑαυτοῦ, ἀλλ' ἀλλήλων δούλους. Ὅταν οὖν ἴδῃς πόρνην πειρῶσάν σου, εἰπέ· Οὐκ ἔστι τὸ σῶμα ἐμὸν, ἀλλὰ τῆς γυναικός. Ταῦτα καὶ ἡ γυνὴ λεγέτω πρὸς τοὺς βουλομένους αὐτῆς διορύξαι τὴν σωφροσύνην· Οὐκ ἔστιν ἐμὸν τὸ σῶμα τὸ ἐμὸν, ἀλλὰ τοῦ ἀνδρός. Εἰ δὲ σώματος οὐκ ἐξουσιάζει ὁ ἀνὴρ ἢ ἡ γυνὴ, πολλῷ μᾶλλον χρημάτων. Ἀκούσατε ὅσαι ἄνδρας ἔχετε, καὶ ὅσοι γυναῖκας. Εἰ γὰρ σῶμα ἔχειν ἴδιον οὐ χρὴ, πολλῷ μᾶλλον χρήματα. Ἀλλαχοῦ μὲν οὖν πολλὴν δίδωσι τῷ ἀνδρὶ τὴν προεδρίαν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ λέγων· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· ὁ δὲ Παῦλος διαιρῶν οὕτω καὶ