1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

113

γράφων· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ οὐκέτι τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἀλλὰ μία ἡ ἐξουσία. Τί δήποτε; Ἐπειδὴ περὶ σωφροσύνης ὁ λόγος ἦν αὐτῷ. Ἐν μὲν γὰρ τοῖς ἄλλοις πλεονεκτείτω, φησὶν, ὁ ἀνήρ· ἔνθα δὲ σωφροσύνης λόγος, οὐκέτι. Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, οὐδὲ ἡ γυνή. Πολλὴ ἡ ἰσοτιμία, καὶ οὐδεμία πλεονεξία. Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Τί δὴ τοῦτό ἐστι; Μὴ ἐγκρατευέσθω, φησὶν, ἡ γυνὴ, τοῦ ἀνδρὸς ἄκοντος, μήτε ὁ ἀνὴρ, τῆς γυναικὸς μὴ βουλομένης. Τί δήποτε; Ὅτι μεγάλα ἐκ τῆς ἐγκρατείας ταύτης τίκτεται κακά· καὶ γὰρ καὶ μοιχεῖαι καὶ πορνεῖαι καὶ οἰκιῶν ἀνατροπαὶ πολλάκις ἐντεῦθεν ἐγένοντο. Εἰ γὰρ ἔχοντες τὰς ἑαυτῶν γυναῖκας, πορνεύουσι, πολλῷ μᾶλλον, ἂν αὐτοὺς τῆς πα 61.153 ραμυθίας ταύτης ἀποστερήσῃς. Καὶ καλῶς εἶπε, Μὴ ἀποστερεῖτε, ἀποστέρησιν ἐνταῦθα καὶ ὀφειλὴν ἀνωτέρω εἰπὼν, ἵνα δείξῃ τῆς δεσποτείας τὴν ἐπίτασιν. Τὸ γὰρ ἄκοντος θατέρου ἐγκρατεύεσθαι θάτερον, ἀποστερεῖν ἐστι· τὸ δὲ ἑκόντος, οὐκέτι. Οὐδὲ γὰρ, εἰ πείσας με λάβοις τι τῶν ἐμῶν, ἀποστερεῖσθαί φημι. Ὁ γὰρ ἄκοντος καὶ βιαζομένου λαβὼν, ἀποστερεῖ· ὅπερ ποιοῦσι πολλαὶ γυναῖκες, μείζονα τῆς δικαιοσύνης ἁμαρτίαν ἐργαζόμεναι, καὶ τῆς ἀσελγείας τοῦ ἀνδρὸς ὑπεύθυνοι γινόμεναι ταύτῃ, καὶ διασπῶσαι πάντα. ∆εῖ δὲ πάντων προτιμᾷν τὴν ὁμόνοιαν, ἐπειδὴ καὶ πάντων τοῦτο κυριώτερον, καὶ εἰ βούλει, καὶ ἐπὶ τῶν πραγμάτων αὐτὸ ἐξετάσωμεν. Ἔστω γὰρ γυνὴ καὶ ἀνὴρ, καὶ ἐγκρατευέσθω ἡ γυνὴ μὴ βουλομένου τοῦ ἀνδρός· τί οὖν, ἂν ἐκεῖνος ἐντεῦθεν πορνεύῃ, ἢ μὴ πορνεύῃ μὲν, ἀλγῇ δὲ καὶ θορυβῆται καὶ πυρῶται καὶ μάχηται, καὶ μυρία τῇ γυναικὶ πράγματα παρέχῃ; τί τὸ κέρδος τῆς νηστείας καὶ τῆς ἐγκρατείας, ἀγάπης διεῤῥηγμένης; Οὐδέν. Πόσας γὰρ ἔνθεν λοιδορίας, πόσα πράγματα, πόσον ἀνάγκη γίνεσθαι πόλεμον; βʹ. Ὅταν γὰρ ἐν οἰκίᾳ ἀνὴρ καὶ γυνὴ διεστηκότες ὦσιν, οὐδὲν νηὸς χειμαζομένης ἄμεινον ἡ οἰκία διακείσεται, τοῦ κυβερνήτου πρὸς τὸν πρωρέα διαστασιάζοντος. ∆ιὰ τοῦτό φησι· Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· τὴν μετὰ πλείονος σπουδῆς προσευχὴν ἐνταῦθα λέγων. Εἰ γὰρ κωλύει τοὺς συνιόντας ἀλλήλοις εὔχεσθαι, τὸ ἀδιαλείπτως εὔχεσθαι πῶς ἂν ἔχοι καιρόν; Ἔστι τοίνυν καὶ ὁμιλεῖν γυναικὶ, καὶ εὐχῇ προσέχειν· ἀλλ' ἐγκρατείᾳ ἀκριβεστέρα γίνεται αὕτη. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἵνα προσεύχησθε, ἀλλ', Ἵνα σχολάζητε, ὡς ἀσχολίαν ἐμποιοῦντος τοῦ πράγματος, ἀλλ' οὐκ ἀκαθαρσίαν. Καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Ἵνα γὰρ μὴ δόξῃ νομοθεσίας εἶναι τὸ πρᾶγμα, προστίθησι καὶ τὴν αἰτίαν. Ποία δέ ἐστιν αὕτη; Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς. Καὶ ἵνα μάθῃς ὅτι οὐχ ὁ διάβολος αὐτὸ μόνον ἐργάζεται τὸ τῆς μοιχείας, ἐπήγαγε· ∆ιὰ τὴν ἀκρασίαν ὑμῶν. Τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Θέλω γὰρ πάντας ἀνθρώπους εἶναι, ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ. Τοῦτο πολλαχοῦ ποιεῖ, ὅταν περὶ δυσκόλων παραινεῖ πραγμάτων· ἑαυτὸν ἐν μέσῳ τίθησι, καί φησι· Μιμηταί μου γίνεσθε. Ἀλλ' ἕκαστος τὸ ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ, ὃς μὲν οὕτως, ὃς δὲ οὕτως. Ἐπειδὴ γὰρ σφόδρα αὐτῶν κατηγόρησεν εἰπὼν, ∆ιὰ τὴν ἀκρασίαν ὑμῶν, πάλιν αὐτοὺς παρεμυθήσατο ἐπαγαγών· Ἕκαστος ἴδιον χάρισμα ἔχει ἐκ Θεοῦ· οὐ τοῦτο δηλῶν, ὅτι τῆς ἡμετέρας σπουδῆς οὐ δεῖται τὸ κατόρθωμα, ἀλλ' ὅπερ ἔφθην εἰπὼν, παραμυθούμενος αὐτούς. Εἰ γὰρ χάρισμά ἐστι, καὶ οὐδὲν ἄνθρωπος εἰς τοῦτο εἰσφέρει, πῶς ἐπάγεις· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐταῖς, ἐὰν μείνωσιν ὡς κἀγώ. Εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν; Εἶδες τὴν σύνεσιν τοῦ Παύλου, πῶς καὶ βελτίονα δείκνυσι τὴν ἐγκράτειαν, καὶ οὐκ ἀναγκάζει τὸν μὴ φθάνοντα, δεδοικὼς μή τι παράπτωμα γένηται; Κρεῖττον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Ἐνέφηνεν ὅση τῆς ἐπιθυμίας ἡ τυραννίς. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ πολλὴν ὑπομένεις βίαν, φησὶ, καὶ πύρωσιν, ἀπαλλάγηθι πόνων καὶ ἱδρώτων, μήποτε καὶ 61.154 περιτραπῇς. Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ, ἀλλ' ὁ Κύριος.