1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

117

μάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυμάσονται τὸ κήρυγμα. Εἰ γὰρ θάνατος ἡμᾶς οὐ βλάπτει οὐδὲ μάστιγες οὐδὲ δεσμὰ, πολλῷ μᾶλλον δουλεία, πῦρ καὶ σίδηρος καὶ τυραννίδες μυρίαι καὶ νόσοι καὶ πενίαι καὶ θηρία, καὶ μυρία τούτων χαλεπώτερα, οὐκ ἔβλαψαν τοὺς πιστοὺς, ἀλλὰ καὶ δυνατωτέρους ἐποίησαν. Καὶ πῶς δουλεία βλάψαι δυνήσεται, φησίν; Οὐχ αὕτη βλάπτει ἡ δουλεία, ἀγαπητὲ, ἀλλ' ἡ φύσει δουλεία ἡ τῆς ἁμαρτίας. Κἂν ταύτην μὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου· οὐδείς σε οὐδὲν ἀδικῆσαι δυνήσεται, ἀδούλωτον ἔχοντα τὸ ἦθος· ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν ἀνθρώπῳ μὲν μὴ δουλεύῃς, τοῖς δὲ πά 61.158 θεσι σεαυτὸν ὑποκατακλίνῃς; Οἱ μὲν γὰρ ἄνθρωποι καὶ φείσασθαι ἐπίστανται πολλάκις, ἐκεῖνοι δὲ οἱ δεσπόται οὐδέποτε κορέννυνταί σου τῆς ἀπωλείας. ∆ουλεύεις ἀνθρώπῳ; Ἀλλὰ καὶ ὁ ∆εσπότης σοι δουλεύει, διοικούμενός σοι τὰ τῆς τροφῆς, ἐπιμελούμενός σου τῆς ὑγιείας καὶ ἐνδυμάτων καὶ ὑποδημάτων, καὶ τῶν ἄλλων ἁπάντων φροντίζων. Καὶ οὐχ οὕτω σὺ δέδοικας, μὴ προσκρούσῃς τῷ ∆εσπότῃ, ὡς ἐκεῖνος δέδοικε μή τί σοι τῶν ἀναγκαίων ἐπιλίπῃ. Ἀλλ' ἐκεῖνος κατάκειται, σὺ δὲ ἕστηκας. Καὶ τί τοῦτο; οὐδὲ γὰρ τοῦτο παρ' αὐτῷ μόνον, ἀλλὰ καὶ παρὰ σοί. Πολλάκις γοῦν σοῦ κατακειμένου καὶ ὑπνοῦντος ἡδέως, ἐκεῖνος οὐχ ἕστηκε μόνον, ἀλλὰ καὶ μυρίας ὑπομένει βίας ἐπὶ τῆς ἀγορᾶς, καὶ ἀγρυπνεῖ σοῦ χαλεπώτερον. Τί γοῦν; τοιοῦτον ἔπαθε παρὰ τῆς δεσποίνης ὁ Ἰωσὴφ, οἷον παρὰ τῆς ἐπιθυμίας ἐκείνη; Οὗτος μὲν γὰρ, ἃ ἐπιτάξαι ἠθέλησεν ἐκείνη, οὐκ ἐποίησεν· ἐκείνη δὲ, ἃ ἐπέταξεν ἡ δέσποινα αὐτῆς, ἡ ἀσέλγεια λέγω, πάντα ἔπραξε· καὶ οὐ πρότερον ἀπέστη, ἕως ἂν αὐτὴν κατῄσχυνεν. Ποῖος ταῦτα ἐπιτάττει δεσπότης; ποῖος τύραννος ὠμός; ∆εήθητί σου τοῦ δούλου, φησὶν, ἱκέτευσον τὸν αἰχμάλωτον, κολάκευσον τὸν ἀργυρώνητον· κἂν διαπτύσῃ, πάλιν ἐπίμεινον, κἂν πολλάκις εἴπῃς καὶ μὴ ἀνάσχηται, ἐπιτήρησον ἐρημίαν, καὶ βίασαι καὶ γενοῦ καταγέλαστος. Τί ἀτιμότερον, τί δὲ τούτων αἰσχρότερον τῶν ῥημάτων; Ἂν δὲ μηδὲν μηδὲ οὕτως ἀνύσῃς, καὶ συκοφάντησον καὶ ἀπάτησον τὸν συνοικοῦντα. Ὅρα πῶς ἀνελεύθερα, πῶς αἰσχρὰ τὰ ἐπιτάγματα, πῶς ἀπηνῆ καὶ ὠμὰ καὶ μανικά. Τί τοιοῦτον ἐπιτάττει ὁ δεσπότης, οἷα ἐπέταξεν ἡ ἀσέλγεια τῇ βασιλίσσῃ γυναικὶ τότε ἐκείνῃ; ἀλλ' ὅμως οὐκ ἐτόλμησε παρακοῦσαι. Ὁ δὲ Ἰωσὴφ οὐδὲν τοιοῦτον ὑπέμεινεν, ἀλλὰ τὰ ἐναντία πάντα, ἃ δόξαν ἔφερε καὶ τιμήν. Βούλει καὶ ἕτερον ἄνδρα ἰδεῖν ὑπὸ δεσποίνης χαλεπῆς πολλὰ ἐπιταγέντα, καὶ οὐδὲν τολμήσαντα παρακοῦσαι; Ἐννόησον τὸν Κάϊν, ὅσα ὑπὸ τῆς βασκανίας ἐπετάγη. Ἐπέταξεν ἐκείνη σφάξαι τὸν ἀδελφὸν, ψεύσασθαι τὸν Θεὸν, λυπῆσαι τὸν πατέρα, ἀναισχυντῆσαι, καὶ πάντα ἐποίησε, καὶ οὐδὲν παρήκουσε. Καὶ τί 61.157 ἂν μάθωσιν, ὅτι τὴν εὐσέβειαν οὐδὲν βλάπτει δουλεία, θαυμάσονται τὸ κήρυγμα. Εἰ γὰρ θάνατος ἡμᾶς οὐ βλάπτει οὐδὲ μάστιγες οὐδὲ δεσμὰ, πολλῷ μᾶλλον δουλεία, πῦρ καὶ σίδηρος καὶ τυραννίδες μυρίαι καὶ νόσοι καὶ πενίαι καὶ θηρία, καὶ μυρία τούτων χαλεπώτερα, οὐκ ἔβλαψαν τοὺς πιστοὺς, ἀλλὰ καὶ δυνατωτέρους ἐποίησαν. Καὶ πῶς δουλεία βλάψαι δυνήσεται, φησίν; Οὐχ αὕτη βλάπτει ἡ δουλεία, ἀγαπητὲ, ἀλλ' ἡ φύσει δουλεία ἡ τῆς ἁμαρτίας. Κἂν ταύτην μὴ ᾖς τὴν δουλείαν δοῦλος, θάῤῥει καὶ εὐφραίνου· οὐδείς σε οὐδὲν ἀδικῆσαι δυνήσεται, ἀδούλωτον ἔχοντα τὸ ἦθος· ἂν δὲ ταύτης ᾖς δοῦλος, κἂν μυριάκις ἐλεύθερος ᾖς, οὐδὲν ὄφελός σοι τῆς ἐλευθερίας. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὅταν ἀνθρώπῳ μὲν μὴ δουλεύῃς, τοῖς δὲ πά 61.158 θεσι σεαυτὸν ὑποκατακλίνῃς; Οἱ μὲν γὰρ ἄνθρωποι καὶ φείσασθαι ἐπίστανται πολλάκις, ἐκεῖνοι δὲ οἱ δεσπόται οὐδέποτε κορέννυνταί σου τῆς ἀπωλείας. ∆ουλεύεις ἀνθρώπῳ; Ἀλλὰ καὶ ὁ ∆εσπότης σοι δουλεύει, διοικούμενός σοι τὰ τῆς τροφῆς, ἐπιμελούμενός σου τῆς ὑγιείας καὶ ἐνδυμάτων καὶ ὑποδημάτων, καὶ τῶν ἄλλων ἁπάντων φροντίζων. Καὶ οὐχ οὕτω σὺ δέδοικας, μὴ προσκρούσῃς τῷ ∆εσπότῃ, ὡς ἐκεῖνος δέδοικε μή τί σοι τῶν ἀναγκαίων ἐπιλίπῃ. Ἀλλ' ἐκεῖνος κατάκειται, σὺ δὲ