1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

119

πνευματικά ἐστιν· ὅτι ἡ μὲν τὰ τοῦ ἀνδρὸς, ἡ δὲ τὰ τοῦ Θεοῦ μεριμνᾷ· τὰ δὲ τοῦ παρόντος βίου, τὸ, Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Ἀλλ' ὅμως καὶ οὕτως ἀφίησι κυρίους. Ὁ γὰρ μετὰ τὸ ἀποδεῖξαι τὸ αἱρετὸν πάλιν ἀναγκάζων, δοκεῖ μὴ θαῤῥεῖν τοῖς ἑαυτοῦ λόγοις. Ὥστε τῇ συγχωρήσει μᾶλλον ἐπηγάγετο καὶ κατέσχεν εἰπών· Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπρόσεδρον. Ἀκουέτωσαν 61.160 αἱ παρθένοι, ὅτι οὐκ ἐν τούτῳ ὥρισται ἡ παρθενία· ἡ γὰρ μεριμνῶσα τὰ τοῦ κόσμου, οὐδ' ἂν εἴη παρθένος οὐδὲ εὐσχήμων. Εἰπὼν γὰρ, Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτο τέθεικε τὸ διάφορον, καὶ ᾧ διεστήκασιν ἀλλήλων. Καὶ ὅρον διδοὺς τῆς παρθένου καὶ τῆς οὐ παρθένου, οὐ γάμον εἶπεν οὐδὲ ἐγκράτειαν, ἀλλὰ ἀπραγμοσύνην καὶ πολυπραγμοσύνην. Οὐ γὰρ ἡ μίξις πονηρὸν, ἀλλὰ τὸ ἐμποδίζεσθαι πρὸς φιλοσοφίαν. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει. Ἐνταῦθα δοκεῖ μὲν ὑπὲρ γάμου διαλέγεσθαι· τὸ δὲ πᾶν περὶ παρθενίας φησίν· ἐπεὶ καὶ δεύτερον συγχωρεῖ γάμον, μόνον Ἐν Κυρίῳ λέγων. Τί δέ ἐστιν, Ἐν Κυρίῳ; Μετὰ σωφροσύνης, μετὰ κοσμιότητος. Ταύτης γὰρ πανταχοῦ χρεία, καὶ δεῖ ταύτην διώκειν· ἄλλως γὰρ οὐκ ἔστιν ἰδεῖν τὸν Θεόν. Εἰ δὲ παρεδράμομεν τὰ περὶ τῆς παρθενίας, μηδεὶς ἡμῶν ὄκνον καταγινωσκέτω. Καὶ γὰρ ὁλόκληρον ἡμῖν βιβλίον εἰς τοῦτο σύγκειται τὸ χωρίον, καὶ μετὰ ἀκριβείας τῆς ἡμῖν ἐγχωρούσης ἐκεῖ πᾶσιν ἐπεξελθόντες, περιττολογίαν εἶναι ἐνομίσαμεν καὶ ἐνταῦθα πάλιν αὐτὰ ἐνθεῖναι. ∆ιόπερ ἐκεῖ παραπέμψαντες ὑπὲρ τούτων τὸν ἀκροατὴν, ἐνταῦθα ἐκεῖνο ἐροῦμεν, ὅτι τὴν ἐγκράτειαν δεῖ διώκειν. Εἰρήνην γὰρ, φησὶ, διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἵν' οὖν ἰδεῖν αὐτὸν καταξιωθῶμεν, κἂν ἐν παρθενίᾳ ὦμεν, κἂν ἐν πρώτῳ γάμῳ, κἂν ἐν δευτέρῳ, ταύτην μεταδιώκωμεν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Κʹ. Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις

φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. αʹ. Ἀναγκαῖον πρῶτον εἰπεῖν τί βούλεται αὐτῷ τουτὶ τὸ χωρίον· οὕτω γὰρ εὔληπτος ἔσται ὁ λόγος ἡμῖν. Ὁ γὰρ ἐγκαλούμενόν τινα ὁρῶν, ἂν μὴ πρότερον ἴδῃ τοῦ ἁμαρτήματος τὴν φύσιν, οὐκ εἴσεται τίνα ἐστὶ τὰ λεγόμενα. Τί ποτ' οὖν ἐστιν ὅπερ ἐνεκάλει τότε Κορινθίοις; Ἔγκλημα μέγα καὶ πολλῶν αἴτιον κακῶν. Ποῖον δὴ τοῦτο; Πολλοὶ παρ' αὐτοῖς μαθόντες, ὅτι οὐ τὰ εἰσερχόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκπορευόμενα, καὶ ὅτι τὰ εἴδωλα, ξύλα καὶ λίθοι καὶ δαίμονες, οὔτε βλάψαι οὔτε ὠφελῆσαι δυνάμενα, ἀμέτρως τῇ τελειότητι τῆς γνώσεως ταύτης ἐκέχρηντο, καὶ εἰς τὴν ἑτέρων καὶ εἰς τὴν ἑαυτῶν βλάβην. Καὶ γὰρ εἰς εἴδωλα εἰσῄεσαν, καὶ τῶν αὐτόθι μετεῖχον τραπεζῶν, καὶ μέγαν ἐντεῦθεν τὸν ὄλεθρον ἔτικτον. Οἵ τε γὰρ ἔτι τὸν τῶν εἰδώλων ἔχοντες φόβον, καὶ οὐκ εἰδότες αὐτῶν καταφρονεῖν, μετεῖχον τῶν δείπνων ἐκείνων, ἐπειδὴ τοὺς τελειοτέρους ἑώρων τοῦτο ποιοῦντας, καὶ τὰ μέγιστα ἐντεῦθεν ἐβλάπτοντο (οὐδὲ γὰρ μετὰ τῆς αὐτῆς ἐκείνοις γνώμης τῶν προκειμένων ἥπτοντο, ἀλλ' ὡς ἐπ' εἰδωλοθύτων, καὶ ὁδὸς ἐπὶ εἰδωλολατρείαν τὸ πρᾶγμα ἐγίνετο)· αὐτοί τε οὗτοι πάλιν οἱ δῆθεν τελειότεροι, οὐχ ὡς ἔτυχεν ἠδικοῦντο, δαιμονικῶν ἀπολαύοντες τραπεζῶν, 61.160 Τὸ μὲν οὖν ἔγκλημα τοῦτο ἦν· ὁ δὲ μακάριος οὗτος μέλλων αὐτὸ διορθοῦν, οὐκ εὐθέως καταφορικῶς κέχρηται τῷ λόγῳ· καὶ γὰρ ἀνοίας μᾶλλον ἢ κακίας ἦν τὸ γινόμενον. ∆ιὸ καὶ παραινέσεως ἐν ἀρχῇ μᾶλλον ἐδεῖτο, ἢ ἐπιπλήξεως σφοδρᾶς καὶ ὀργῆς. Σκόπει τοίνυν αὐτοῦ τὴν σύνεσιν, πῶς εὐθέως ἄρχεται τῆς νουθεσίας. Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Τοὺς ἀσθενεῖς ἀφεὶς, ὅπερ ἀεὶ