1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

121

καὶ κερδαλεώτερον· οὐδὲ γὰρ ἐφύσα μόνον ἡ γνῶσις, ἀλλὰ καὶ διέσπα. ∆ιὰ τοῦτο ἐκείνῳ τοῦτο ἀντέθηκεν. Εἶτα καὶ τρίτον τίθησι δυνάμενον αὐτοὺς καθελεῖν. Ποῖον δὴ τοῦτο; Ὅτι κἂν συνεζευγμένη ᾖ ἡ ἀγάπη, οὐδὲ οὕτως ἀπηρτισμένη ἐστὶν αὕτη ἡ γνῶσις· διὸ καὶ ἐπήγαγεν· Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, καθὼς δεῖ γνῶναι. Αὕτη καιρία ἡ πληγή. Οὐ λέγω γὰρ, φησὶν, ὅτι κοινὴ ἡ γνῶσις πάντων· οὐ λέγω ὅτι μισῶν τὸν πλησίον καὶ ἀπονοούμενος, τὰ μέγιστα σεαυτὸν καταβλάπτεις. Κἂν γὰρ μόνος ἔχῃς, κἂν μετριάζῃς, κἂν φιλῇς τὸν ἀδελφὸν, καὶ οὕτως ἀτελὴς εἶ κατὰ τὴν γνῶσιν· οὐδέπω γὰρ οὐδὲν οἶδας, ὡς δεῖ εἰδέναι. Εἰ δὲ οὐδενὸς οὐδέπω ἀκριβῆ τὴν γνῶσιν ἔχομεν, πῶς τινες εἰς τοσοῦτον μανίας ἤλασαν, ὡς λέγειν τὸν Θεὸν εἰδέναι μετὰ ἀκριβείας ἁπάσης; ὅπου γε εἰ καὶ πάντων εἴχομεν ἀκριβῆ γνῶσιν τὴν τῶν ἄλλων, οὐδὲ οὕτω δυνατὸν ἦν ἔχειν ταύτην οὕτως. Ὅσον γὰρ αὐτοῦ πρὸς ἅπαντα τὸ μέσον, οὐδὲ εἰπεῖν ἔνι. Καὶ ὅρα πῶς αὐτῶν κατέσπασε τὸ φύσημα. Οὐ γὰρ εἶπεν, ὅτι Περὶ τῶν προκειμένων οὐκ ἔχετε τὴν προσήκουσαν γνῶσιν, ἀλλὰ περὶ παντὸς πράγματος. Καὶ οὐκ εἶπεν, ὅτι Ὑμεῖς, ἀλλ', ὅτι Οὐδ' ὁστισοῦν, κἂν Πέτρος ᾖ, κἂν Παῦλος, κἂν ὁστισοῦν. Τούτῳ γὰρ καὶ παρεμυθήσατο, καὶ συνέστειλεν αὐτοὺς μετὰ ἀκριβείας. Εἰ δέ τις ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. Οὐκ εἶπεν, Ἔγνω αὐτὸν, ἀλλ' Ἔγνωσται ὑπ' αὐτοῦ. Οὐ γὰρ ἡμεῖς αὐτὸν ἔγνωμεν, ἀλλ' αὐτὸς ἡμᾶς ἔγνω. ∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ὑμᾶς ἐξελεξάμην· καὶ Παῦλος ἀλλαχοῦ, Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην. Σκόπει τοίνυν δι' ὅσων κατήνεγκεν αὐτῶν τὸ φρόνημα. Πρῶτον ἔδειξεν, ὅτι οὐ μόνοι ἐπίστανται, ἅπερ ἴσασι· Πάντες γὰρ, φησὶ, γνῶσιν ἔχομεν· ἔπειτα, ὅτι βλαβερὸν τὸ πρᾶγμα, χωρὶς ἀγάπης ὄν· Ἡ γὰρ γνῶσις, φησὶ, φυσιοῖ· εἶτα, ὅτι καὶ μετὰ ἀγάπης ὂν, οὐκ ἀπηρτισμένον ἐστὶν οὐδὲ τέλειον· Εἰ γάρ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε, φησὶ, καθὼς δεῖ γνῶναι. Πρὸς τούτοις, ὅτι οὐδὲ αὐτὸ τοῦτο οἴκοθεν ἔχουσιν, ἀλλὰ τοῦ Θεοῦ δωρησαμένου· οὐ γὰρ εἶπεν, Ἔγνω τὸν Θεὸν, ἀλλ' Ἔγνωσται ὑπ' αὐτοῦ· εἶτα, ὅτι ἀπὸ ἀγάπης γίνεται τοῦτο αὐτὸ, ἣν οὐκ ἔχουσιν ὡς χρή· Εἰ γάρ τις, φησὶν, ἀγαπᾷ τὸν Θεὸν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ. ∆ιὰ τοσούτων τοίνυν καταλεάνας αὐτῶν τὴν φλεγμονὴν, ἄρχεται δογματίζειν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς. Θέα εἰς ὅσην στενοχωρίαν ἐνέπεσε. Καὶ γὰρ ἀμφότερα βούλεται κατασκευάσαι, ὅτι τε ἀπέχεσθαι δεῖ τῆς τοιαύτης τραπέζης, καὶ ὅτι ἰσχὺν οὐκ ἔχει πρὸς τὸ βλάψαι τοὺς μετέχοντας· ἅπερ οὐ σφόδρα ἀλλήλοις συμβαίνοντα ἦν. Μαθόντες γὰρ ὅτι 61.163 οὐκ ἔχει βλάβην, ὡς ἀδιαφόροις ἔμελλον ἐπιτρέχειν· κωλυθέντες δὲ αὐτῶν ἅπτεσθαι, πάλιν ὑπώπτευον ὅτι ὡς ἰσχὺν ἐχόντων εἰς τὸ βλάπτειν ἐκωλύθησαν. ∆ιὰ δὴ τοῦτο καθελὼν τὴν τῶν εἰδώλων ὑπόνοιαν, αἰτίαν πρώτην τίθησι τοῦ ἀπέχεσθαι, τὰ σκάνδαλα τῶν ἀδελφῶν, οὕτω λέγων· Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Πάλιν κοινὸν αὐτὸ ποιεῖ, καὶ οὐ συγχωρεῖ μόνων ἐκείνων γενέσθαι τοῦτο, ἀλλ' ἐκτείνει τὴν γνῶσιν πανταχοῦ τῆς οἰκουμένης. Οὐδὲ γὰρ παρ' ὑμῖν μόνον, φησὶν, ἀλλὰ πανταχοῦ τῆς γῆς τοῦτο κρατεῖ τὸ δόγμα· Ποῖον δὴ τοῦτο, Ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς; Οὐκ ἔστιν οὖν εἴδωλα; οὐκ ἔστι ξόανα; Ἔστι μὲν, ἀλλ' οὐκ ἔχει τινὰ ἰσχὺν, οὐδὲ θεοί εἰσιν, ἀλλὰ λίθοι καὶ δαίμονες. Πρὸς γὰρ ἀμφοτέρους ἀποτείνεται νῦν, καὶ τοὺς παχυτέρους αὐτῶν καὶ τοὺς δοκοῦντας φιλοσοφεῖν. Ἐπειδὴ γὰρ οἱ μὲν οὐδὲν πλέον τῶν λίθων ἴσασιν, οἱ δὲ λέγουσι καὶ δυνάμεις τινὰς οἰκεῖν ἐν αὐτοῖς, ἃς καὶ θεοὺς καλοῦσι, πρὸς μὲν οὖν ἐκείνους φησὶν, ὅτι Οὐδὲν εἴδωλον ἐν κόσμῳ· πρὸς δὲ τούτους, ὅτι Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς. γʹ. Ὁρᾷς πῶς οὐχ ἁπλῶς δογματίζων γράφει ταῦτα, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ἔξωθεν; καὶ γὰρ καὶ τοῦτο πανταχοῦ χρὴ παρατηρεῖν, εἴτε ἀπολελυμένως λέγει τι, εἴτε πρός τινας ἱστάμενος. Οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὴν τῶν δογμάτων ἡμῖν ἀκρίβειαν