1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

122

τοῦτο συντελεῖ, καὶ εἰς αὐτὴν τῶν λεγομένων τὴν κατανόησιν. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ οὖν εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Ἐπειδὴ εἶπεν ὅτι οὐδὲν εἴδωλον καὶ οὐδεὶς Θεὸς ἕτερος, ἦν δὲ καὶ εἴδωλα, ἦσαν δὲ καὶ θεοὶ λεγόμενοι· ἵνα μὴ δόξῃ τοῖς φανεροῖς μάχεσθαι, ἐπάγει λέγων (καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, ὥσπερ οὖν καὶ εἰσὶν, οὐχ ἁπλῶς εἰσιν, ἀλλὰ λεγόμενοι, οὐκ ἐν πράγματι, ἀλλ' ἐν ῥήματι τοῦτο ἔχοντες)· Εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ἐν οὐρανῷ τὸν ἥλιον λέγων καὶ τὴν σελήνην καὶ τὸν λοιπὸν τῶν ἄστρων χορόν· καὶ γὰρ καὶ ταῦτα προσεκύνησαν Ἕλληνες· ἐπὶ γῆς δὲ δαίμονας, καὶ τοὺς ἐξ ἀνθρώπων θεοποιηθέντας ἅπαντας. Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Πρότερον θεὶς χωρὶς τοῦ Πατρὸς, καὶ εἰπὼν, Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς, νῦν καὶ τοῦτο προστίθησιν, ὅτε παντελῶς ἐκείνους ἐξέβαλεν. Εἶτα καὶ ὅπερ ἐστὶ δεῖγμα μέγιστον θεότητος, καὶ τοῦτο ἐπάγει· Ἐξ οὗ τὰ πάντα. Τοῦτο γὰρ δείκνυσι κἀκείνους οὐκ ὄντας θεούς. Θεοὶ γὰρ, φησὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν. Εἶτα καὶ τὸ τούτου οὐκ ἔλαττον προστίθησι· Καὶ ἡμεῖς εἰς αὐτόν. Ὅταν μὲν γὰρ εἴπῃ, Ἐξ οὗ τὰ πάντα, τὴν δημιουργίαν λέγει, καὶ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· ὅταν δὲ εἴπῃ, Καὶ ἡμεῖς εἰς αὐτὸν, τὸν τῆς 61.164 πίστεως καὶ τῆς οἰκειώσεως λόγον λέγει· ὃ καὶ ἔμπροσθεν ἔλεγεν· Ἐξ αὐτοῦ δὲ καὶ ὑμεῖς ἐστε ἐν Χριστῷ Ἰησοῦ. ∆ιπλῇ γάρ ἐσμεν ἐξ αὐτοῦ, καὶ τῷ μὴ ὄντες γενέσθαι, καὶ τῷ πιστοὶ γενέσθαι· καὶ γὰρ καὶ τοῦτο κτίσις· ὃ καὶ ἀλλαχοῦ φησιν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Καὶ ἐπὶ τοῦ Χριστοῦ πάλιν ὁμοίως τοῦτο νοητέον. ∆ι' αὐτοῦ γὰρ καὶ ἐκ τοῦ μὴ ὄντος παρήχθη τὸ τῶν ἀνθρώπων γένος εἰς τὸ εἶναι, καὶ ἀπὸ πλάνης εἰς ἀλήθειαν ἐπανῆλθεν. Ὥστε τὸ, Ἐξ οὗ, τοῦτο οὐκ ἔστι, Χωρὶς τοῦ Χριστοῦ· ἐξ αὐτοῦ γὰρ διὰ τοῦ Χριστοῦ ἐδημιουργήθημεν. Οὐ τοίνυν οὐδὲ τὰ ὀνόματα ὡς ἀποκεκληρωμένα διεῖλε, τῷ μὲν Υἱῷ τὸ, Κύριος, τῷ δὲ Πατρὶ τὸ, Θεὸς, προσνέμων. Οἶδε γὰρ αὐτὰ καὶ ἐναλλάττειν ἡ Γραφὴ πολλάκις, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου· καὶ, Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεός. Καὶ πολλαχοῦ ἂν ἴδοις ταῦτα μεταβαίνοντα τὰ ὀνόματα. Εἰ δὲ ἀποκεκληρωμένα ἦν ἑκάστῃ φύσει, καὶ οὐχὶ Θεὸς ἦν ὁ Υἱὸς, καὶ Θεὸς ὡς ὁ Πατὴρ, μένων Υἱός· εἰπὼν, Ἀλλ' ἡμῖν εἷς Θεὸς, περιττῶς προσετίθει τὸ Πατὴρ, βουλόμενος γνωρίσαι τὸν ἀγέννητον· ἤρκει γὰρ τὸ Θεὸς, εἴ γε αὐτοῦ μόνον ἦν γνωριστικὸν, τοῦτο δηλῶσαι. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον ἔστιν εἰπεῖν. Εἰ γὰρ λέγοις, ὅτι ἐπειδὴ εἷς Θεὸς εἴρηται, οὐχ ἁρμόζει τῷ Υἱῷ τὸ, Θεὸς, ὅρα καὶ ἐπὶ τοῦ Υἱοῦ τὸ αὐτὸ κείμενον. Καὶ γὰρ ὁ Υἱὸς εἷς Κύριος εἴρηται, καὶ οὐ διὰ τοῦτο αὐτῷ μόνῳ τὸ, Κύριος, ἁρμόττειν φαμέν. Ὥστε ἣν ἔχει ἰσχὺν τὸ, Εἷς, ἐπὶ τοῦ Υἱοῦ, ταύτην καὶ ἐπὶ τοῦ Πατρός· καὶ καθάπερ οὐκ ἐξωθεῖ τὸν Πατέρα τοῦ Κύριον εἶναι, οἷος ὁ Υἱός ἐστι Κύριος, διὰ τὸ ἕνα αὐτὸν λέγεσθαι Κύριον τὸν Υἱόν· οὕτως οὐδὲ τὸν Υἱὸν ἐκβάλλει τοῦ εἶναι Θεὸν, οἷός ἐστι Θεὸς ὁ Πατὴρ, διὰ τὸ ἕνα Θεὸν λέγεσθαι τὸν Πατέρα. Εἰ δέ τινες λέγοιεν· Τίνος ἕνεκεν Πνεύματος οὐκ ἐμνημόνευσεν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι πρὸς εἰδωλολάτρας ἦν ὁ λόγος αὐτῷ, καὶ περὶ θεῶν πολλῶν ὁ ἀγὼν, καὶ περὶ κυρίων πολλῶν. ∆ιὸ καὶ Θεὸν τὸν Πατέρα εἰπὼν, τὸν Υἱὸν ἐκάλεσε Κύριον. Εἰ τοίνυν τὸν Πατέρα οὐκ ἐτόλμησε καλέσαι Κύριον νῦν μετὰ τοῦ Υἱοῦ, ἵνα μὴ δύο παρ' ἐκείνοις ὑποπτεύηται λέγειν Κυρίους, οὐδὲ τὸν Υἱὸν Θεὸν μετὰ τοῦ Πατρὸς, ἵνα μὴ δύο νομίζηται λέγειν θεούς· τί θαυμάζεις, εἰ τοῦ Πνεύματος οὐκ ἐμνημόνευσε; πρὸς γὰρ ἐκείνους αὐτῷ τέως ἦν ὁ ἀγὼν, καὶ τὸ δεῖξαι, ὅτι οὐκ ἔστι πολυθεΐα παρ' ἡμῖν. ∆ιὸ τὸ Εἷς τοῦτο συνεχῶς κατέχει λέγων· Οὐδεὶς Θεὸς ἕτερος, εἰ μὴ εἷς· καὶ, Ἡμῖν εἷς Θεὸς καὶ εἷς Κύριος. Ὅθεν δῆλον ὅτι φειδόμενος τῆς ἀσθενείας τῶν ἀκουόντων, ταύτῃ ἐχρήσατο τῇ διασκευῇ, καὶ διὰ τοῦτο οὐδὲ τοῦ