1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

133

θάνατον. Ἐπειδὴ γὰρ οὐ πενίαν ἐμάθετε ἐλεεῖν, ἀλλὰ τέρπεσθαι συμφοραῖς, πληροῦσιν ὑμῶν τὴν ἀκόρεστον ἐπιθυμίαν, καὶ ἑαυτοῖς καὶ ὑμῖν χαλεπωτέραν τῆς γεέννης ἀνάπτοντες τὴν φλόγα. Καὶ ἵνα μάθητε ὅτι διὰ τοῦτο ταῦτα γίνεται καὶ τὰ τοιαῦτα, τεκμήριον ὑμῖν ὡμολογημένον ἐρῶ, πρὸς ὃ μηδεὶς ἀντερεῖ. Εἰσὶν ἕτεροι πένητες κοῦφοι καὶ μετέωροι τὰς ψυχὰς, καὶ οὐκ εἰδότες φέρειν λιμὸν, ἀλλὰ πάντα μᾶλλον, ἢ τοῦτο ὑπομένοντες. Οὗτοι πολλάκις ὑμῖν ἐλεεινοῖς καὶ σχήμασι καὶ ῥήμασιν ἐντυχόντες, ἐπειδὴ οὐδὲν ὤνησαν τὰς ἱκετηρίας ἀφέντες ἐκείνας, τοὺς θαυματοποιοὺς ὑμῖν λοιπὸν παρήλασαν, οἱ μὲν δέρματα ὑποδημάτων μασώμενοι πεπονηκότων, οἱ δὲ κατὰ τῆς κεφαλῆς ἥλους ὀξεῖς διαπείροντες, ἕτεροι πεπηγόσιν ὕδασιν ὑπὸ τοῦ κρυμοῦ γυμνῇ τῇ γαστρὶ προσομιλοῦντες, ἄλλοι δὲ ἕτερα ἀτοπώτερα τούτων ὑπομένοντες, ἵνα τὸ πονηρὸν περιστήσωσι θέατρον. ʹ. Σὺ δὲ, τούτων γινομένων, ἕστηκας γελῶν καὶ θαυμάζων, καὶ ἐμπομπεύων τοῖς ἑτέρων κακοῖς, τῆς κοινῆς φύσεως ἀσχημονούσης. Καὶ τί πλέον ἂν ἐργάσαιτο τούτων δαίμων ἄγριος; Εἶτα ἵνα προθυμότερον ποιήσῃ ταῦτα, δαψιλέστερον δίδως ἀργύριον. Καὶ τῷ μὲν εὐχομένῳ καὶ τὸν Θεὸν καλοῦντι, καὶ μετ' ἐπιεικείας προσιόντι οὐδὲ, ἀποκρίνεσθαι ἀξιοῖς οὐδὲ ἐμβλέψαι, ἀλλὰ καὶ τὰ φορτικὰ ἐκεῖνα πρὸς αὐτὸν φθέγγῃ ῥήματα, ὅταν συνεχῶς ἐνοχλήσῃ· Τοῦτον δὲ δεῖ ζῇν; ἀναπνεῖν δὲ ὅλως, ἢ τὸν ἥλιον τοῦτον ὁρᾷν; πρὸς δὲ ἐκείνους καὶ φαιδρὸς καὶ φιλότιμος, ἅτε ἀγωνοθέτης τις ὢν τῆς καταγελάστου καὶ σατανικῆς 61.178 ἀσχημοσύνης ἐκείνης. ∆ιὸ καὶ εὐλογώτερον πρὸς τοὺς τιθέντας τοὺς ἀγῶνας τούτους, καὶ μὴ προϊεμένους μηδὲν ἕως ἂν ἴδωσι κολαζομένους ἑτέρους, ταῦτα ἂν λεχθείη τὰ ῥήματα· Ζῇν δὲ τούτους, ἀναπνεῖν δὲ ὅλως; τὸν δὲ ἥλιον τοῦτον ὁρᾷν τοὺς εἰς τὴν κοινὴν παρανομοῦντας φύσιν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας; Καὶ τοῦ μὲν Θεοῦ λέγοντος, ∆ὸς ἐλεημοσύνην, καὶ δίδωμί σοι βασιλείαν οὐρανῶν, οὐκ ἤκουσας· τοῦ διαβόλου δὲ κεφαλὴν καθηλωμένην δεικνύντος, ἐξαίφνης φιλότιμος γέγονας· καὶ μᾶλλον ἐπέκαμψεν ἡ τοῦ πονηροῦ δαίμονος μηχανὴ τοσαύτην ἔχουσα βλάβην, ἢ ἡ τοῦ Θεοῦ ὑπόσχεσις μυρία κομίζουσα τὰ ἀγαθά· δέον, εἰ καὶ χρυσίον καταβαλεῖν ἐχρῆν ὑπὲρ τοῦ ταῦτα μὴ γίνεσθαι, μηδὲ γινόμενα ὁρᾷν, πάντα ποιεῖν καὶ ὑπομένειν, ὥστε ἀνελεῖν τὴν πολλὴν ταύτην μανίαν· ὑμεῖς δὲ ὑπὲρ τοῦ καὶ γίνεσθαι καὶ γινόμενα ὁρᾷν, πάντα ποιεῖτε καὶ πραγματεύεσθε. Ἔτι οὖν ἐρωτᾷς, εἰπέ μοι, διὰ τί γέεννα; Ἀλλὰ μηκέτι τοῦτο ἐρώτα, ἀλλὰ πῶς μία γέεννα μόνη. Πόσων γὰρ οὐκ ἄξιοι κολάσεων οὗτοι οἱ τὸ ὠμὸν τοῦτο καὶ ἀπηνὲς συγκροτοῦντες θέατρον, καὶ γελῶντες ἐφ' οἷς δακρύειν ἔδει κἀκείνους καὶ ὑμᾶς αὐτούς; μᾶλλον δὲ ὑμᾶς τοὺς τὰ τοιαῦτα ἀναγκάζοντας ἀσχημονεῖν; Ἀλλ' οὐκ ἀναγκάζω, φησί. Πῶς οὐκ ἀναγκάζεις, εἰπέ μοι, τοῖς μὲν ἐπιεικεστέροις καὶ δακρύουσι καὶ τὸν Θεὸν παρακαλοῦσιν οὐδὲ προσέχειν ἀνεχόμενος· τούτοις δὲ καὶ ἀργύριον παρέχων δαψιλὲς, καὶ πολλοὺς περιιστῶν τοὺς θαυμάζοντας; Καὶ ἀποστῶμεν, φησὶν, ἐλεοῦντες αὐτούς. Καὶ σὺ τοῦτο κελεύεις; Οὐκ ἔστι τοῦτο ἐλεεῖν, ἄνθρωπε, τὸ τοσαύτην ἀπαιτεῖν δίκην ὑπὲρ ὀλίγων ὀβολῶν, τὸ κελεύειν ὑπὲρ ἀναγκαίας κατακόπτεσθαι τροφῆς, καὶ εἰς πολλὰ διατέμνειν τῆς κεφαλῆς τὴν δορὰν οὕτω πικρῶς καὶ ἐλεεινῶς. Εὐφήμει, φησίν· οὐ γὰρ ἡμεῖς ἐσμεν οἱ τὰς κεφαλὰς καθηλοῦντες ἐκείνας. Εἴθε σύ· καὶ οὐκ ἦν οὕτω δεινὸν τὸ δεινόν. Ὁ γὰρ σφάττων τινὰ τοῦ κελεύοντος ἑαυτὸν σφάττειν πολλῷ χαλεπώτερον ποιεῖ· ὃ δὴ καὶ ἐπὶ τούτων συμβαίνει. Καὶ γὰρ δριμυτέρας ὑπομένουσι τὰς ὀδύνας, ὅταν καὶ αὐτουργοὶ κελεύωνται γίνεσθαι τῶν πονηρῶν τούτων ἐπιταγμάτων, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χριστιανοὶ, ἐν ᾗ ἁπάντων ἀνθρώπων ἡμερώτεροι γεγόνασιν, ἐν ᾗ πολὺς τῆς ἐλεημοσύνης τὸ παλαιὸν ἐκόμα καρπός. Οὐδὲ γὰρ τοῖς παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥωθεν ἔπεμπον ἐκ πολλοῦ τοῦ διαστήματος, καὶ ταῦτα λιμοῦ προσδοκωμένου. Τί οὖν δεῖ ποιεῖν; φησί· Τῆς μὲν θηριωδίας ταύτης καθυφεῖναι, πεῖσαι δὲ τοὺς δεομένους ἅπαντας, ὅτι ταῦτα μὲν