1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

134

ποιοῦντες οὐδὲν λήψονται, ἐπιεικῶς δὲ προσιόντες, πολλῆς ἀπολαύσονται τῆς φιλοτιμίας. Ἂν δὲ ταῦτα μάθωσι, κἂν πάντων ὦσιν ἀθλιώτεροι, οὐχ αἱρήσονται οὐδέποτε τοιαῦτα κολάζεσθαι, ἐγὼ ἐγγυῶμαι· ἀλλὰ καὶ χάριν ὑμῖν εἴσονται, ὅτι καὶ τοῦ γέλωτος καὶ τῆς ὀδύνης αὐτοὺς ἀπηλλάξατε ἐκείνης. Νῦν δὲ ὑπὲρ μὲν ἡνιόχων καὶ παῖδας ἂν ἐκδοίητε τοὺς ὑμετέρους, καὶ ὑπὲρ ὀρχηστῶν καὶ αὐτὰς ἂν πρόοισθε τὰς ψυχάς· ὑπὲρ δὲ τοῦ Χριστοῦ πεινῶντος, οὐδὲ τὸ πολλοστὸν τῆς οὐσίας προΐεσθε μέρος· ἀλλὰ ἂν ὀλίγον δῶτε ἀργύριον, ὡς τὸ πᾶν ἐκτετικότες, οὕτω διάκεισθε, οὐκ εἰδότες ὅτι οὐ τὸ δοῦναι, ἀλλὰ τὸ μετὰ δαψιλείας δοῦναι, τοῦτο μάλιστά ἐστιν ἐλεημοσύνη. ∆ιὰ τοῦτο καὶ ὁ προφήτης οὐ τοὺς διδόντας ἁπλῶς ἀνακηρύττει καὶ μακαρίζει, ἀλλὰ τοὺς ἀφθόνως παρέχοντας. Οὐ γὰρ ἁπλῶς εἶπεν, Ἔδωκεν, ἀλλὰ πῶς; Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Τί γὰρ ὄφελος, ὅταν πλουτῶν τοσοῦτον δῷς, ὅσον ἄν τις 61.179 ἀπὸ πελάγους κύαθον δοίη, καὶ μηδὲ χήρας γυναικὸς μεγαλοψυχίαν ζηλώσῃς; πῶς δὲ ἐρεῖς, Κύριε, ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· οὐ κατὰ τὸ μέγα ἔλεος αὐτὸς ἐλεῶν, τάχα δὲ οὐδὲ κατὰ τὸ μικρόν; Καὶ γὰρ σφόδρα αἰσχύνομαι, ὅταν ἴδω πολλοὺς τῶν πλουτούντων ἐφ' ἵππων χρυσοχαλίνων φερομένους, καὶ οἰκέτας χρυσοφοροῦντας ἐπισυρομένους, καὶ κλίνας ἀργυρᾶς ἔχοντας, καὶ ἑτέραν πλείονα φαντασίαν, καὶ ἡνίκα ἂν πένητι δέῃ παρασχεῖν, τῶν σφόδρα πενήτων πτωχοτέρους γινομένους. Ἀλλὰ τίς ὁ πολὺς αὐτῶν λόγος; Ἔχει τὸ κοινὸν τῆς Ἐκκλησίας, φησί. Καὶ τί τοῦτο πρὸς σέ; οὐδὲ γὰρ, ἐὰν ἐγὼ δῶ, σὺ διεσώθης· οὐδ' ἂν ἡ Ἐκκλησία παράσχῃ, σὺ τὰ ἁμαρτήματα ἐξήλειψας τὰ σά. Εἰ γὰρ διὰ τοῦτο οὐ δίδως, ἐπειδὴ ἡ Ἐκκλησία ὀφείλει δοῦναι τοῖς δεομένοις· ἐπειδὴ εὔχονται οἱ ἱερεῖς, σὺ οὐκ εὔξῃ ποτέ; καὶ ἐπειδὴ νηστεύουσιν ἕτεροι, σὺ μεθυσθήσῃ διηνεκῶς; οὐκ οἶσθα, ὅτι οὐχ οὕτω διὰ τοὺς πένητας τὰ περὶ ἐλεημοσύνης ἐνομοθέτησεν ὁ Θεὸς, ὡς δι' αὐτοὺς τοὺς παρέχοντας; Ἀλλ' ὑποπτεύεις τὸν ἱερέα; Μάλιστα μὲν χαλεπὴ καὶ τοῦτο ἁμαρτία· πλὴν οὐδὲν ἀκριβολογοῦμαι· διὰ σαυτοῦ πάντα ποίει, καὶ διπλοῦν οὕτω καρπώσῃ τὸν μισθόν. Καὶ γὰρ ἅπερ ἡμεῖς ὑπὲρ ἐλεημοσύνης λέγομεν, οὐχ ἵνα ἡμῖν προσαγάγῃς λέγομεν, ἀλλ' ἵνα αὐτὸς διὰ σαυτοῦ διακονῇς. Ἐμοὶ μὲν γὰρ προσφέρων, ἴσως καὶ κενοδοξίᾳ ἀλώσῃ, πολλάκις δὲ καὶ σκανδαλισθεὶς ἀπελεύσῃ τῷ πονηρὰ ὑποπτεῦσαι· ἂν δὲ δι' ἑαυτῶν πάντα ποιῆτε, καὶ σκανδάλων ἀπαλλαγήσεσθε καὶ ὑποψίας ἀτόπου. καὶ πλείων ὑμῖν ὁ μισθός. ζʹ. Οὐ τοίνυν ἐκβιαζόμενος ὑμᾶς ἐνταῦθα κομίζειν τὰ χρήματα, ταῦτα λέγω, οὐδὲ ἀγανακτῶν ὑπὲρ τῶν κακῶς ἀκουόντων ἱερέων. Εἰ γὰρ ἀγανακτεῖν χρὴ καὶ ἀλγεῖν, ὑπὲρ ὑμῶν ἀλγεῖν δεῖ τῶν λεγόντων κακῶς. Τοῖς μὲν γὰρ ἀκούουσιν εἰκῆ καὶ μάτην κακῶς ὁ μισθὸς μείζων, τοῖς δὲ λέγουσι τὸ κρῖμα καὶ ἡ τιμωρία βαρυτέρα. Οὐ τοίνυν ὑπὲρ αὐτῶν ταῦτα λέγω, ἀλλ' ὑμῶν κηδόμενος καὶ φροντίζων. Τί γὰρ θαυμαστὸν, εἰ ἐπὶ τῆς γενεᾶς τινες ὑποπτεύονται τῆς ἡμετέρας, ὅπου γε ἐπὶ τῶν ἁγίων ἐκείνων τῶν τοὺς ἀγγέλους μιμησαμένων, τῶν οὐδὲν ἴδιον κεκτημένων, τῶν ἀποστόλων λέγω, γογγυσμὸς ἦν ἐν τῇ διακονίᾳ τῶν χηρῶν, ὅτι παρεθεωροῦντο οἱ πένητες, ὅτε οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά; Μὴ δὴ ταύτας προβαλλώμεθα τὰς προφάσεις, μηδὲ ἀπολογίαν εἶναι νομίζωμεν τὸ τὴν Ἐκκλησίαν πολλὰ κεκτῆσθαι. Ὅταν γὰρ τῆς οὐσίας αὐτῆς τὸ μέγεθος ἴδῃς, ἐννόησον καὶ τῶν ἐγγεγραμμένων πενήτων τὰς ἀγέλας, τῶν ἀῤῥωστούντων τὰ πλήθη, τῶν μυρίων χορηγιῶν τὰς ὑποθέσεις· περιέργασαι, πολυπραγμόνησον, οὐδεὶς ὁ κωλύσων, ἀλλὰ καὶ ἕτοιμοι λόγον ὑμῖν παρασχεῖν. Πλὴν ὑπερβολὴν ποιήσασθαι βούλομαι. Ὅταν γὰρ παράσχωμεν τὰς εὐθύνας, καὶ δείξωμεν οὐκ ἐλάττονα τῆς προσόδου τὴν δαπάνην οὖσαν, ἀλλ' ἔστιν ὅπου καὶ πλείω, ἡδέως ἂν ὑμᾶς ἐκεῖνο ἐροίμην· ἡνίκα ἂν ἀπέλθωμεν ἐκεῖ, καὶ ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε, γυμνὸν, καὶ οὐ περιεβάλετε, τί ἐροῦμεν; τί δὲ