1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

135

ἀπολογησόμεθα; Τὸν δεῖνα καὶ τὸν δεῖνα εἰς μέσον οἴσομεν τὸν παρακούσαντα τούτων, καί τινας τῶν ἱερέων τῶν ὑπόπτων; 61.180 Καὶ τί τοῦτο πρὸς σέ· ἐγὼ γάρ σοι ἐγκαλῶ, φησὶν, ἅπερ αὐτὸς ἥμαρτες. Ἀπολογία δὲ τούτων τὸ τὰ οἰκεῖα ἀπολούσασθαι ἁμαρτήματα, οὐ τὸ δεῖξαι ἑτέρους τὰ αὐτά σοι πεπλημμεληκότας. Καὶ γὰρ ἡ Ἐκκλησία διὰ τὴν ὑμετέραν μικρολογίαν ἔχειν ἀναγκάζεται ἅπερ ἔχει νῦν· ὡς εἴ γε κατὰ τοὺς ἀποστολικοὺς πάντα ἔπραττον νόμους, πρόσοδον αὐτῆς εἶναι ἐχρῆν τὴν ὑμετέραν γνώμην, ὃ καὶ ταμιεῖον ἀσφαλὲς ἂν ἦν καὶ ἀνάλωτος θησαυρός. Νῦν δὲ ὅταν ὑμεῖς μὲν θησαυρίζητε ἐπὶ τῆς γῆς, καὶ πάντα ἐν τοῖς ταμιείοις ἀποκλείητε τοῖς ὑμετέροις, αὕτη δὲ ἀναγκάζηται δαπανᾷν χηρῶν συλλόγοις, παρθένων χοροῖς, ξένων ἐπιδημίαις, ἀποδημούντων ταλαιπωρίαις, δεσμωτῶν συμφοραῖς, ἀῤῥωστούντων καὶ λελωβημένων ἀνάγκαις, ἑτέραις τοιαύταις προφάσεσι, τί δεῖ ποιεῖν; ἀποστρέφεσθαι τούτους ἅπαντας, καὶ τοσούτους προσχῶσαι λιμένας; καὶ τίς ἂν τοῖς γινομένοις ναυαγίοις ἀρκέσειε; τοῖς ὀδυρμοῖς, τοῖς θρήνοις, ταῖς οἰμωγαῖς ταῖς πανταχόθεν φερομέναις; Μὴ τοίνυν ἁπλῶς τὸ ἐπιὸν φθεγγώμεθα. Νῦν μὲν γὰρ, ὅπερ ἔφθην εἰπὼν, καὶ τὰς εὐθύνας παρασχεῖν ὑμῖν ἕτοιμοι· εἰ δὲ καὶ τοὐναντίον ἦν, καὶ διεφθαρμένους εἴχετε διδασκάλους καὶ πάντα ἁρπάζοντας καὶ πλεονεκτοῦντας, οὐδὲ οὕτως ὑμῖν ἀπολογία ἡ ἐκείνων πονηρία ἦν. Ὁ γὰρ φιλάνθρωπος καὶ πάνσοφος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, ὁ πάντα ὁρῶν, καὶ εἰδὼς ὅτι συμβαίνει πολλοὺς ἐν τῷ μακρῷ χρόνῳ καὶ τῇ τοσαύτῃ οἰκουμένῃ ἱερέας γενέσθαι διεφθαρμένους· ἵνα μὴ ἡ τῶν ἀρχομένων ῥᾳθυμία ἐπιτείνηται διὰ τῆς ἐκείνων ὀλιγωρίας, πᾶσαν ἀναιρῶν ἀπολογίαν ῥᾳθυμίας, Ἐπὶ τῆς καθέδρας Μωϋσέως, φησὶν, ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· δεικνὺς ὅτι κἂν διδάσκαλον ἔχῃς φαῦλον, οὐδέν σε τοῦτο ὀνῆσαι δυνήσεται, ἂν μὴ προσέχῃς τοῖς λεγομένοις. Οὐ γὰρ ἀφ' ὧν ὁ διδάσκαλος ἔπραξεν, ἀλλὰ ἀφ' ὧν ἀκούσας παρήκουσας, ἀπὸ τούτων σοι φέρει τὰς ψήφους ὁ Θεός. Ὥστε ἐὰν μὲν ποιῇς τὰ ἐπιτεταγμένα, μετὰ πολλῆς τότε στήσῃ τῆς παῤῥησίας· ἂν δὲ παρακούσῃς τῶν λεγομένων, κἂν μυρίους ἱερέας διεφθαρμένους δείξῃς, οὐδέν σου τοῦτο προστήσεται. Ἐπεὶ καὶ Ἰούδας ἀπόστολος ἦν, ἀλλ' ὅμως οὐδὲν τοῦτο ὑπὲρ τῶν ἱεροσύλων καὶ φιλαργύρων ἀπολογήσεταί ποτε. Οὐδὲ δυνήσεταί τις ἐγκαλούμενος λέγειν ὅτι, Καὶ γὰρ ὁ ἀπόστολος κλέπτης ἦν καὶ ἱερόσυλος καὶ προδότης· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἡμᾶς τιμωρήσεται καὶ κατακρινεῖ, ὅτι μηδὲ τοῖς ἑτέρων κακοῖς ἐσωφρονίσθημεν. ∆ιὰ γὰρ τοῦτο καὶ ἀναγέγραπται ἐκεῖνα, ἵνα φύγωμεν ἐκείνων τὸν ζῆλον. ∆ιὸ τὸν δεῖνα καὶ τὸν δεῖνα ἀφέντες, ἡμεῖς ἑαυτοῖς προσέχωμεν· ἕκαστος γὰρ ἡμῶν ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Ἵν' οὖν τὸν λόγον τοῦτον μετὰ καλῆς παράσχωμεν ἀπολογίας, τὸν ἑαυτῶν ῥυθμίσωμεν βίον, καὶ δαψιλῆ τὴν χεῖρα ἐκτείνωμεν τοῖς δεομένοις, εἰδότες ὅτι αὕτη μόνη ἡμῖν ἐστιν ἀπολογία, τὸ δεῖξαι ἡμᾶς αὐτοὺς κατωρθωκότας τὰ ἐπιτεταγμένα, ἑτέρα δὲ οὐδεμία. Κἂν ταύτην δυνηθῶμεν παρασχεῖν, τὰς ἀφορήτους ἐκείνας ὀδύνας τῆς γεέννης διαφευξόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΒʹ. Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; οἱ τῷ

θυσιαστηρίῳ προσ εδρεύοντες, τῷ θυσιαστηρίῳ συμμερίζονται; Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν. αʹ. Πολλὴν ποιεῖται τὴν σπουδὴν, ὥστε δεῖξαι μὴ κεκωλυμένον τὸ λαμβάνειν. ∆ιόπερ τοσαῦτα