1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

136

εἰπὼν ἔμπροσθεν, οὐκ ἠρκέσθη, ἀλλὰ καὶ ἐπὶ τὸν νόμον χωρεῖ, οἰκειότερον τοῦ προτέρου παρέχων ὑπόδειγμα. Οὐδὲ γὰρ ἦν ἴσον τὰς βοῦς παραγαγεῖν εἰς μέσον, καὶ ῥητῶς περὶ ἱερέων νόμον κείμενον εἰς μέσον ἀγαγεῖν. Σκόπει δέ μοι κἀν τούτῳ τὴν Παύλου σύνεσιν, πῶς μέμνηται τοῦ πράγματος μεγαλοπρεπῶς. Οὐδὲ γὰρ εἶπεν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι ἐκ τῶν προσφερόντων λαμβάνουσιν· ἀλλὰ τί; Ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν· ἵνα μήτε οἱ λαμβάνοντες ὀνειδίζωνται, μήτε οἱ παρέχοντες ἐπαίρωνται. ∆ιὸ καὶ τὸ ἑξῆς οὕτω τέθεικεν. Οὐδὲ γὰρ οὐδὲ ἐνταῦθα εἶπεν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες ἀπὸ τῶν θυόντων λαμβάνουσιν, ἀλλὰ, Τῷ θυσιαστηρίῳ συμμερίζονται. Τὰ γὰρ προσενεχθέντα οὐκέτι λοιπὸν τῶν προσενεγκάντων ἦν, ἀλλὰ τοῦ ἱεροῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ οὐκ εἶπεν, ὅτι Τὰ ἱερὰ λαμβάνουσιν, ἀλλ', Ἐκ τοῦ ἱεροῦ ἐσθίουσι, δεικνὺς πάλιν τὴν συμμετρίαν, καὶ ὅτι οὐ χρηματίζεσθαι δεῖ οὐδὲ πλουτεῖν. Εἰ δὲ λέγει, ὅτι Τῷ θυσιαστηρίῳ συμμερίζονται, οὐ τὴν ἐξίσης διανομὴν λέγει, ἀλλὰ τὴν ἐξ ὀφειλῆς διδομένην αὐτοῖς παραμυθίαν. Καίτοι τὰ τῶν ἀποστόλων μείζονα πολλῷ ἦν. Ἐκεῖ μὲν γὰρ τιμὴ ἦν ἡ ἱερωσύνη· ἐνταῦθα δὲ κίνδυνοι καὶ σφαγαὶ καὶ φόνοι. ∆ιόπερ τῶν ἄλλων παραδειγμάτων ἁπάντων πολὺ μεῖζον ἦν τὸ λέγειν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν. Ὅταν γὰρ εἴπῃ, Ἐσπείραμεν, τοὺς χειμῶνας καὶ τοὺς κινδύνους, καὶ τὰς ἐπιβουλὰς καὶ τὰ ἄφατα κακὰ ἐνδείκνυται, ἅπερ ὑπέμενον κηρύττοντες. Ἀλλ' ὅμως καὶ τοσαύτης οὔσης τῆς ὑπεροχῆς, οὐκ ἠθέλησεν οὔτε τὰ τῆς Παλαιᾶς ταπεινῶσαι, οὔτε τὰ ἑαυτοῦ ἐπᾶραι· ἀλλὰ καὶ τὰ ἑαυτοῦ συστέλλει, οὐκ ἀπὸ τῶν κινδύνων, ἀλλ' ἀπὸ τοῦ μεγέθους τῆς δωρεᾶς διδοὺς τὴν ὑπεροχήν. Οὐ γὰρ εἶπεν, Εἰ ἐκινδυνεύσαμεν ἢ παρεβουλευσάμεθα, ἀλλ', Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν· καὶ τὰ τῶν ἱερέων, ὡς οἷόν τέ ἐστιν, ἐπαίρει λέγων· Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, καὶ οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες, τὴν διηνεκῆ δουλείαν αὐτῶν καὶ τὴν καρτερίαν διὰ τούτων ἐνδείξασθαι βουλόμενος. Καὶ εἰπὼν τοὺς ἱερέας τοὺς παρὰ Ἰουδαίοις, τούς τε Λευίτας τούς τε ἀρχιερέας, ἑκάτερα τὰ τάγματα ἐδήλωσε, καὶ τὰ καταδεέστερα καὶ τὰ ὑπερέχοντα· τὰ μὲν διὰ τοῦ λέγειν, Οἱ τὰ ἱερὰ ἐργαζόμενοι, τὰ δὲ διὰ τοῦ εἰπεῖν, Οἱ τῷ θυσιαστηρίῳ προσεδρεύοντες. Οὐδὲ γὰρ πᾶσιν ἓν ἐπιτεταγμένον ἔργον ἦν· ἀλλ' οἱ μὲν τὰ παχύτερα, οἱ δὲ τὰ ὑψηλότερα ἦσαν ἐγκεχειρισμένοι. Πάντας τοίνυν τούτους περιλαβὼν, ἵνα μή τις λέγῃ, Τί τῆς Παλαιᾶς ἡμῖν μέμνησαι; οὐκ οἶσθα ὅτι προσταγμάτων τελειοτέρων ἡμῖν ὁ καιρός; μετ' ἐκεῖνα πάντα τὸ πάντων ἰσχυρότερον τέθεικεν εἰπών· Οὕτω καὶ ὁ Κύριος διέταξε τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν, ἐκ τοῦ εὐαγγελίου ζῇν. Καὶ οὐδὲ ἐνταῦθα ἐκ τῶν ἀνθρώπων λέγει τρέφεσθαι, ἀλλ' ὥσπερ ἐπὶ τῶν ἱερέων, Ἐκ τοῦ ἱεροῦ, καὶ Ἐκ τοῦ θυσιαστηρίου, οὕτω καὶ 61.182 ἐνταῦθα, Ἐκ τοῦ εὐαγγελίου, φησί· καὶ ὥσπερ ἐκεῖ Ἐσθίειν, οὕτως ἐνταῦθα Ζῇν, οὐκ ἐμπορεύεσθαι οὐδὲ θησαυρίζειν. Ἄξιος γὰρ, φησὶν, ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην. Τί οὖν, εἰ μὴ ἐχρήσω, φησὶ, νῦν, πρὸς δὲ τὸ μέλλον χρήσασθαι βούλει, καὶ διὰ τοῦτο ταῦτα λέγεις; Ἄπαγε· καὶ γὰρ διὰ τοῦτο ταχέως τῇ ἐπιδιορθώσει ἐχρήσατο, οὕτως εἰπών· Οὐκ ἔγραψα δὲ ταῦτα, ἵνα οὕτω γένηται ἐν ἐμοί. Καὶ ὅρα μεθ' ὅσης σφοδρότητος ἀρνεῖται καὶ διακρούεται τὸ πρᾶγμα· Καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις κέχρηται τῇ ῥήσει ταύτῃ· καὶ γὰρ ἀνωτέρω εἶπεν, Οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ· καὶ μετὰ ταῦτα πάλιν, Εἰς τὸ μὴ καταχρήσασθαί με τῇ ἐξουσίᾳ μου· καὶ ἐνταῦθα, Ἐγὼ δὲ οὐδενὶ τούτων ἐχρησάμην. Τούτων, ποίων; Τῶν πολλῶν παραδειγμάτων. Πολλῶν γάρ μοι παρεχόντων ἐξουσίαν, τοῦ στρατιώτου, τοῦ γεωργοῦ, τοῦ ποιμένος, τῶν ἀποστόλων, τοῦ νόμου, τῶν παρ' ἡμῶν εἰς ὑμᾶς γινομένων, τῶν παρ' ὑμῶν εἰς τοὺς ἄλλους, τῶν ἱερέων, τοῦ προστάγματος τοῦ Χριστοῦ, οὐδενὶ τούτων ἐπείσθην εἰς τὸ καταλῦσαι τὸν ἐμαυτοῦ νόμον, καὶ λαβεῖν. Καὶ μή μοι τὰ παρελθόντα λέγε· καίτοι γε ἔχω εἰπεῖν, ὅτι πολλὰ καὶ ἐν τοῖς