1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

141

ψῆφος. Καὶ ὁ μὲν μοιχὸς τοιοῦτος. Εἰ δὲ βούλεσθε, καὶ τὸν πλεονέκτην εἰς μέσον ἀγάγωμεν, ἕτερον ἔρωτα πάλιν παράνομον ἀπογυμνοῦντες. Καὶ γὰρ καὶ τοῦτον ὀψόμεθα τὰ αὐτὰ δεδοικότα, καὶ οὐ δυνάμενον καθαρᾶς ἀπολαύειν ἡδονῆς. Καὶ γὰρ καὶ τοὺς ἀδικουμένους ἐννοῶν, καὶ τοὺς συναλγοῦντας αὐτοῖς, καὶ τὴν κοινὴν ἁπάντων περὶ αὐτοῦ ψῆφον, μυρία κύματα ἔχει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπὸν, ἀλλ' οὐδὲ τῆς ἐρωμένης ἀπολαῦσαι δύναται. Τοιοῦτος γὰρ ὁ τῶν φιλαργύρων τρόπος· οὐχ ἵνα ἀπολαύωσιν ἔχουσιν, ἀλλ' ἵνα μὴ ἀπολαύωσιν. Εἰ δὲ αἴνιγμά σοι τοῦτο εἶναι δοκεῖ, καὶ τὸ ἔτι τούτου χεῖρον καὶ ἀπορώτερον ἄκουε· ὅτι οὐ ταύτῃ μόνον ἐστέρηνται τῆς τῶν ὄντων ἡδονῆς, τῷ μὴ τολμᾷν αὐτοῖς χρῆσθαι, ὡς βούλονται, ἀλλὰ καὶ τῷ μηδέποτε αὐτῶν ἐμπίπλασθαι, ἀλλ' ἐν τῷ διψῇν εἶναι διηνεκῶς· οὗ τί γένοιτ' ἂν χαλεπώτερον; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος· ἀλλὰ καὶ τρόμου καὶ μίσους, καὶ φόβου καὶ τοῦ ἀνιάτου τούτου δίψους ἀπήλλακται· καὶ ὥσπερ ἐκείνῳ πάντες ἐπαρῶνται, οὕτω πάντες τούτῳ συνεύχονται· καὶ καθάπερ ἐκεῖνος οὐδένα κέκτηται φίλον, οὕτως οὗτος οὐδένα ἐχθρόν. Τί τοίνυν, τούτων οὕτως ὡμολογημένων, ἢ κακίας ἀηδέστερον, ἣ ἀρετῆς ἥδιον γένοιτ' ἄν; μᾶλλον δὲ, κἂν μυρία εἴπωμεν, οὐδεὶς οὔτε ἐκείνης τὴν λύπην, οὔτε ταύτης 61.188 τὴν ἡδονὴν παραστῆσαι δυνήσεται λόγῳ, ἕως ἂν αὐτῆς ἀπολαύσωμεν. Τότε γὰρ καὶ πικρότερον χολῆς εὑρήσομεν τὴν κακίαν, ὅταν τοῦ τῆς ἀρετῆς ἀπογευσώμεθα μέλιτος. Ἔστι μὲν γὰρ καὶ νῦν ἀηδὴς καὶ φορτικὴ καὶ ἐπαχθὴς, καὶ πρὸς τοῦτο οὐδὲ αὐτοὶ οἱ θεραπεύοντες αὐτὴν ἀντεροῦσιν· ὅταν δὲ αὐτῆς ἀποστῶμεν, τότε αὐτῆς ἀκριβέστερον αἰσθανόμεθα τῶν πικρῶν ἐπιταγμάτων. Εἰ δὲ οἱ πολλοὶ πρὸς αὐτὴν τρέχουσι, θαυμαστὸν οὐδέν· ἐπεὶ καὶ παῖδες πολλάκις τὰ ἧττον ἡδέα ἑλόμενοι, τῶν μειζόνως εὐφραινόντων καταφρονοῦσι· καὶ οἱ νοσοῦντες ὑπὲρ προσκαίρου χάριτος τὴν διηνεκῆ καὶ ἀσφαλεστέραν εὐφροσύνην ἀπώλεσαν. Τοῦτο δὲ τῆς τῶν ἐρώντων ἀσθενείας τε καὶ ἀνοίας ἐστὶν, οὐ τῆς τῶν πραγμάτων φύσεως. Ὁ γὰρ μεθ' ἡδονῆς ζῶν, ὁ ἐνάρετός ἐστιν, ὁ πλουτῶν ὄντως καὶ ὄντως ἐλεύθερος ὤν. Εἰ δέ τις τὰ μὲν ἄλλα συγχωροίη τῇ ἀρετῇ, ἐλευθερίαν, ἄδειαν, τὸ φροντίδων ἀπηλλάχθαι, τὸ μηδένα δεδοικέναι, τὸ μηδένα ὑποπτεύειν, τὴν δὲ ἡδονὴν μὴ συγχωροίη, καὶ γελάσαι μοι λοιπὸν δαψιλὲς ἐνταῦθα ἐπέρχεται. Τί γὰρ ἕτερόν ἐστιν ἡδονὴ, ἢ τὸ φροντίδος ἀπηλλάχθαι καὶ φόβου καὶ ἀθυμίας, καὶ πᾶσιν ἀχείρωτον εἶναι; Τίς γὰρ ἐν ἡδονῇ, εἰπέ μοι, ὁ μαινόμενος καὶ σφαδάζων καὶ κεντούμενος ὑπὸ ἐπιθυμιῶν πολλῶν, καὶ οὐδὲ ἐν ἑαυτῷ ὢν, ἢ ὁ τούτων πάντων ἀπηλλαγμένος τῶν κυμάτων, καὶ ὥσπερ ἐν λιμένι τῇ φιλοσοφίᾳ καθήμενος; οὐκ εὔδηλον ὅτι οὗτος; Ἀλλὰ τῆς ἀρετῆς ἴδιον τοῦτο ἀνεφάνη. Ὥστε ἡ κακία ὄνομα μόνον ἡδονῆς ἔχει, τοῦ δὲ πράγματός ἐστιν ἔρημος· καὶ πρὸ μὲν τῆς ἀπολαύσεως μανία ἐστὶν, οὐχ ἡδονὴ, μετὰ δὲ τὴν ἀπόλαυσιν εὐθέως καὶ αὐτὴ σβέννυται. Εἰ τοίνυν οὔτε ἐν ἀρχῇ οὔτε μετὰ ταῦτα ἔστιν ἰδεῖν αὐτῆς τὴν ἡδονὴν, ποῦ φανεῖται καὶ πότε; Ἵνα δὲ σαφέστερον, ὃ λέγω, μάθῃς, ἐπὶ ὑποδείγματος τὸν λόγον γυμνάσωμεν· σκόπει δέ· ἠράσθη τις γυναικὸς ὡραίας καὶ εὐμόρφου· οὗτος ἕως μὲν ἂν μὴ ἐπιτύχῃ τοῦ ἔρωτος, τοῖς ἐξεστηκόσιν ἔοικε καὶ παραπαίουσιν· ἐπειδὰν δὲ ἐπιτύχῃ, ἔσβεσε τὴν ἐπιθυμίαν. Εἰ τοίνυν μήτε ἐν ἀρχῇ ἥδεται· μανία γὰρ τὸ πρᾶγμά ἐστι· μήτε ἐν τῷ τέλει· καταλύει γὰρ τῇ μίξει τὸν οἶστρον· ποῦ λοιπὸν αὐτὴν εὑρήσομεν; Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλὰ καὶ ἐν ἀρχῇ ταραχῆς ἀπήλλακται πάσης, καὶ μέχρι τέλους ἀκμάζουσα μένει ἡ ἡδονή· μᾶλλον δὲ οὐδέ ἐστι τέλος παρ' ἡμῖν ἡδονῆς, οὐδὲ ἔχει πέρας ἡμῶν τὰ ἀγαθὰ, οὐδὲ καταλύεταί ποτε αὕτη ἡ ἡδονή. Ταῦτ' οὖν ἅπαντα ἐννοήσαντες, εἴ γε ἡδονῆς ἐρῶμεν, ἐπιλαβώμεθα ἀρετῆς, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.