1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

145

κολασθήσονται μόνον, ἀλλ' ὅτι καὶ μειζόνως ἢ ἐκεῖνοι; Εἰ γὰρ τὸ μὲν τύπος, τὸ δὲ ἀλήθεια, ἀνάγκη καὶ ἐν ταῖς τιμωρίαις πολλὴν εἶναι τὴν ὑπεροχὴν, ὥσπερ καὶ ἐν ταῖς δωρεαῖς. Καὶ σκόπει τίνων καθάπτεται πρῶτον· τῶν ἐν τοῖς εἰδωλείοις ἐσθιόντων. Εἰπὼν γὰρ, Μὴ εἶναι ἐπιθυμητὰς κακῶν, ὅπερ ἦν καθολικὸν, ἐπάγει καὶ τὸ κατ' εἶδος, δεικνὺς ὅτι ἕκαστον τῶν ἁμαρτημάτων ἐκ πονηρᾶς γέγονεν ἐπιθυμίας· καὶ πρῶτον τοῦτο ἔφη· Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ἤκουσας πῶς λοιπὸν καὶ εἰδωλολάτρας καλεῖ; ἀλλ' ἐνταῦθα μὲν ἀποφαινόμενος, ὕστερον δὲ καὶ κατασκευάζων. Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι' ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον· αὕτη δὲ ἦν γαστριμαργία. ∆ιόπερ εἰπὼν, Εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καὶ ἐπαγαγὼν, Μηδὲ εἰδωλολάτρας γίνεσθαι, τὴν αἰτίαν τῆς τοιαύτης παρανομίας τίθησιν· αὕτη δὲ ἦν ἡ γαστριμαργία. Ἐκάθισε γὰρ, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Καὶ τὸ ἐξ αὐτῆς τέλος προστίθησιν, ὅτι Ἀνέστησαν παίζειν Ὥσπερ γὰρ ἐκεῖνοι, φησὶν, ἀπὸ τρυφῆς εἰς εἰδωλολατρείαν ἐξέβησαν· οὕτω δέος, μὴ καὶ ὑμεῖς ἐντεῦθεν ἐκεῖ πέσητε. Εἶδες πῶς ἔδειξε τοὺς δῆθεν τελείους τούτους ἐκείνων ἀτελεστέρους; οὓς ἔπληττεν οὐ τούτῳ μόνον τῷ μὴ διαβαστάζειν, ἀλλὰ καὶ τῷ τοὺς μὲν ἀπὸ ἀγνοίας, τοὺς δὲ ἀπὸ γαστριμαργίας ἁμαρτάνειν· καὶ τῆς μὲν ἐκείνων ἀπωλείας τὴν κόλασιν τούτοις λογίζεται, τούτους δὲ οὐκ ἀφίησιν, εἰς ἕτερον ἀνενεγκεῖν τῆς οἰκείας ἁμαρτίας τὴν πρόφασιν, ἀλλὰ καὶ τῆς ἐκείνων βλάβης καὶ τῆς ἑαυτῶν αὐτοὺς ὑπευθύνους ἀποφαίνεται. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Τίνος ἕνεκεν τῆς πορνείας ἐνταῦθα μέμνηται πάλιν, τοσαῦτα περὶ αὐτῆς ἔμπροσθεν διαλεχθείς; Ἔθος ἀεὶ τῷ Παύλῳ, ὅταν ὑπὲρ πολλῶν ἁμαρτημάτων ἐγκαλῇ, καὶ τάξει αὐτὰ διατιθέναι καὶ καθ' ἕκαστον ἐπιέναι τοῖς προκειμένοις, καὶ πάλιν ἐν τοῖς περὶ ἑτέρων λόγοις καὶ τῶν προ 61.193 τέρων μεμνῆσθαι· ὃ δὴ καὶ ὁ Θεὸς ἐποίει ἐπὶ τῆς Παλαιᾶς, καθ' ἕκαστον τῶν πεπλημμελημένων ἀναμιμνήσκων τοῦ μόσχου τοὺς Ἰουδαίους, καὶ τὴν ἁμαρτίαν ἐκείνην εἰς μέσον ἄγων. Τοῦτο τοίνυν καὶ ὁ Παῦλος ἐνταῦθα ποιεῖ, ὁμοῦ τε ἐκείνης αὐτοὺς ἀναμιμνήσκων τῆς ἁμαρτίας, καὶ διδάσκων, ὅτι καὶ τοῦτο ἐντεῦθεν ἐτέχθη τὸ κακὸν, ἀπὸ τρυφῆς καὶ γαστριμαργίας. ∆ιὸ καὶ ἐπήγαγε· Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Καὶ διὰ τί μὴ τίθησι καὶ τὴν ἐπὶ τῆς εἰδωλολατρείας κόλασιν; Ἢ ἐπειδὴ δῆλον ἦν καὶ σαφέστερον· ἢ ἐπειδὴ πληγὴ τοσαύτη οὐ γέγονε τότε, ὅση ἐπὶ τοῦ Βαλαὰμ, ἡνίκα ἐτελέσθησαν τῷ Βεελφεγὼρ, τῶν Μαδιανιτίδων γυναικῶν ἐπὶ τῆς παρατάξεως φανεισῶν καὶ ἐφελκυσαμένων αὐτοὺς εἰς ἀσέλγειαν κατὰ τὴν συμβουλὴν Βαλαάμ. Ὅτι γὰρ τοῦ Βαλαὰμ ἦν ἡ πονηρὰ αὕτη συμβουλὴ, δηλοῖ Μωϋσῆς μετὰ ταῦτα λέγων οὕτω πρὸς τῷ τέλει τοῦ βιβλίου τῶν Ἀριθμῶν· Καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν τῷ πολέμῳ Μαδιὰμ μετὰ τῶν τραυματιῶν, καὶ ἤγαγον τὰ σκῦλα. Καὶ ὠργίσθη Μωϋσῆς, καὶ εἶπεν· Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; Αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ εἰς σκάνδαλον, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φεγώρ. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. δʹ. ∆ιὰ τούτου πάλιν ἕτερον αἰνίττεται ἔγκλημα, ὃ καὶ πρὸς τῷ τέλει τίθησιν, ἐγκαλῶν αὐτοῖς, ὅτι περὶ σημείων ἐμάχοντο, καὶ τῶν πειρασμῶν δὲ ἕνεκεν ἐγόγγυζον λέγοντες, Πότε ἥξει τὰ ἀγαθὰ, πότε τὰ ἔπαθλα; ∆ιὸ καὶ ἐπάγει τούτων ἕνεκεν διορθούμενος αὐτοὺς καὶ φοβῶν· Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Οὐδὲ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον μόνον, τὸ πάσχειν ὑπὲρ τοῦ Χριστοῦ, ἀλλὰ καὶ τὸ γενναίως τὰ ἐπιόντα φέρειν, καὶ μεθ' ἡδονῆς ἁπάσης. Τοῦτο γάρ ἐστιν ὁ στέφανος ἅπας· ὡς, ἂν μὴ τοῦτο ᾖ, καὶ κόλασις ἕψεται τοῖς δυσανασχετοῦσι. ∆ιὰ τοῦτο καὶ οἱ ἀπόστολοι μαστιζόμενοι ἔχαιρον, καὶ Παῦλος ἐν τοῖς παθήμασιν ἐκαυχᾶτο. Πάντα δὲ ταῦτα τυπικῶς