1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

146

συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Πάλιν φοβεῖ τῷ τὰ τέλη λέγειν, καὶ μείζονα τῶν γεγενημένων προσδοκᾷν παρασκευάζει. Ὅτι μὲν γὰρ δώσομεν δίκην, ἀπὸ τῶν εἰρημένων, φησὶ, δῆλον καὶ τοῖς ἀπιστοῦσι τοῖς περὶ γεέννης λόγοις· ὅτι δὲ καὶ χαλεπωτέραν, ἀφ' ὧν πλειόνων ἀπελαύσαμεν εὐεργεσιῶν, καὶ ἀφ' ὧν ἐκεῖνα τύποι. Εἰ γὰρ ἐν ταῖς δωρεαῖς ὑπεροχὴ, εὔδηλον ὅτι καὶ ἐν τῇ τιμωρίᾳ. ∆ιὰ τοῦτο καὶ τύπους ἐκάλεσε, καὶ δι' ἡμᾶς γεγράφθαι ἔφη, καὶ τέλους ἐμνημόνευσεν, ἵνα ἀναμνήσῃ τῆς συντελείας. Οὐ γὰρ τοιαῦται τότε αἱ τιμωρίαι, ὡς καὶ πέρας λαμβάνειν καὶ καταλύεσθαι, ἀλλ' αἰώνιος ἡ κόλασις. Ὥσπερ γὰρ αἱ ἐνταῦθα κολάσεις τῷ παρόντι συγκαταλύονται βίῳ, οὕτως αἱ ἐκεῖ διηνεκῶς μένουσιν. Ὅταν δὲ εἴπῃ, Τὰ τέλη τῶν αἰώνων, οὐδὲν ἄλλο λέγει, ἢ ὅτι ἐφέστηκε λοιπὸν τὸ δικαστήριον τὸ φοβερόν. Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Πάλιν αὐτῶν τὸν τῦφον καθεῖλε τῶν ἐπὶ τῇ γνώσει μέγα φρονούντων. Εἰ γὰρ οἱ τοσούτων ἀπολαύσαντες τοιαῦτα ἔπαθον, καὶ οἱ μὲν ὑπὲρ γογ 61.194 γυσμοῦ μόνον τοιαύτην ἔδοσαν δίκην, οἱ δὲ ὑπὲρ τοῦ πειράσαι, καὶ οὔτε τὸ πλῆθος ἐδυσώπησε τὸν Θεὸν, οὔτε τὸ τοιούτων ἐπιτυχεῖν· πολλῷ μᾶλλον ἐφ' ἡμῶν, ἂν μὴ νήφωμεν, τοῦτο ἔσται. Καὶ καλῶς εἶπεν· Ὁ δοκῶν ἑστάναι. Τοῦτο γὰρ οὐδὲ ἑστάναι ἐστὶν, ὡς ἑστάναι χρὴ, τὸ θαῤῥεῖν ἑαυτῷ· ταχέως γὰρ ὁ τοιοῦτος πεσεῖται· ἐπεὶ καὶ ἐκεῖνοι, εἰ μὴ μέγα ἐφρόνησαν καὶ ἐθάῤῥησαν, ἀλλ' ἦσαν κατεσταλμένοι, οὐκ ἂν ταῦτα ἔπαθον. Ὅθεν δῆλον, ὅτι ἀλαζονεία μάλιστα καὶ ῥᾳθυμία ἑξῆς καὶ ἡ γαστριμαργία τούτων εἰσὶν αἱ πηγαὶ τῶν κακῶν. Ὥστε εἰ καὶ ἕστηκας, φυλάττου τὸ μὴ πεσεῖν. Τὸ γὰρ ἐνταῦθα στῆναι οὐκ ἔστιν ἑστάναι βεβαίως, ἕως ἂν ἀπαλλαγῶμεν τῶν κυμάτων τοῦ παρόντος βίου, καὶ πρὸς τὸν εὐδιεινὸν καταπλεύσωμεν λιμένα. Μὴ τοίνυν ἐπὶ τῇ στάσει φρόνει μέγα, ἀλλὰ φυλάττου τὴν πτῶσιν. Εἰ γὰρ Παῦλος δέδοικεν, ὁ πάντων στεῤῥότερος, πολλῷ μᾶλλον ἡμᾶς δεδοικέναι χρή. Ὁ μὲν οὖν Ἀπόστολος ἔλεγεν, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· ἡμεῖς δὲ οὐδὲ τοῦτο δυνάμεθα εἰπεῖν, πάντων, ὡς εἰπεῖν, πεπτωκότων καὶ κατεστρωμένων καὶ χαμαὶ κειμένων. Τίνι γὰρ εἴπω τοῦτο; τῷ ἁρπάζοντι καθ' ἑκάστην ἡμέραν; ἀλλὰ κεῖται μέγα πτῶμα πεσών. Ἀλλὰ τῷ πόρνῳ; ἀλλὰ ἔῤῥιπται χαμαί. Ἀλλὰ τῷ μεθύοντι; ἀλλὰ καὶ αὐτὸς κεῖται· καὶ οὐδὲ, ὅτι κεῖται, οἶδεν. Ὥστε οὐ τούτου καιρὸς τοῦ ῥήματος, ἀλλ' ἐκείνου τοῦ προφητικοῦ, ὃ καὶ πρὸς Ἰουδαίους ἔλεγε· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Καὶ γὰρ ἅπαντες κεῖνται, καὶ ἀναστῆναι οὐ βούλονται. Ὥστε ἡ προτροπὴν ἡμῖν οὐχ ὑπὲρ τοῦ μὴ πεσεῖν, ἀλλ' ὑπὲρ τοῦ τοὺς κειμένους δυνηθῆναι ἀναστῆναι. Ἀναστῶμεν τοίνυν ὀψὲ γοῦν ποτε, ἀγαπητοὶ, ἀναστῶμεν, καὶ στῶμεν γενναίως. Μέχρι τίνος κείμεθα; μέχρι τίνος μεθύομεν, τῇ πολλῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ κεκαρωμένοι; Εὔκαιρον καὶ νῦν εἰπεῖν· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; οὕτω πάντες καὶ πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν διδασκαλίαν εἰσὶ κεκωφωμένοι, καὶ πολλῶν ἐντεῦθεν ἐμπεπλησμένοι κακῶν! Καὶ εἰ τὰς ψυχὰς γυμνὰς ἦν ἰδεῖν, καθάπερ ἐπὶ τῶν στρατοπέδων τῆς συμβολῆς παρελθούσης, τοὺς μὲν νεκροὺς ἔστι θεάσασθαι, τοὺς δὲ τετραυματισμένους, οὕτω καὶ ἐπὶ τῆς Ἐκκλησίας εἴδομεν ἄν. ∆ιὸ δέομαι καὶ παρακαλῶ, χεῖρα ἀλλήλοις ὀρέξωμεν καὶ διαναστῶμεν. Καὶ γὰρ ἐγὼ τῶν πεπληγότων εἰμὶ, καὶ δεομένων τοῦ φάρμακα ἐπιθήσοντος. Ἀλλὰ μὴ ἀπογνῶτε διὰ τοῦτο· εἰ γὰρ καὶ χαλεπαὶ αἱ πληγαὶ, ἀλλ' οὐκ ἀνίατοι. Τοιοῦτος ἡμῶν ὁ ἰατρός· μόνον αἰσθώμεθα τῶν τραυμάτων, κἂν εἰς αὐτὸ τὸ ἔσχατον ἔλθωμεν τῆς κακίας, πολλὰς ὁδοὺς τέμνει σωτηρίας ἡμῖν. Κἂν γὰρ τῷ πλησίον ἀφῇς ὀργὴν, ἀφεθήσεταί σοι πλημμελήματα· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Κἂν ἐλεημοσύνην δῷς, συγχωρήσει σοι τὰ ἁμαρτήματα· Τὰς γὰρ ἀνομίας σου, φησὶν, ἐν ἐλεημοσύναις λύτρωσαι. Κἂν εὔξῃ σπουδαίως, ἀπολαύσεις ἀφέσεως. Καὶ τοῦτο δείκνυσιν ἡ χήρα ἡ τὸν ὠμὸν ἐκεῖνον δικαστὴν ἐπικάμψασα τῇ συνεχείᾳ τῆς ἐντεύξεως. Κἂν κατηγορήσῃς τῶν ἁμαρτημάτων, ἔχεις παραμυθίαν·