1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

149

κατάδικοι, νυκτὸς καταλαμβανούσης, ἀναπνέουσιν, εἰς τὴν κοινὴν τῶν δυσημερούντων καταπλεύσαντες γαλήνην, τὴν νύκτα λέγω· τοῖς δὲ φιλαργύροις καὶ τοῦτον ἡ πλεονεξία προσέχωσε τὸν λιμένα· τοσαῦτα καὶ ἐν νυκτὶ φροντίζουσι χαλεπῶς, ἅτε μηδενὸς ἐνοχλοῦντος μετὰ σχολῆς ἁπάσης κατακόπτοντες ἑαυτούς. Καὶ τὰ μὲν ἐνταῦθα τοιαῦτα· τὰ δὲ ἐκεῖ, ποῖος παραστήσει λόγος; τὰς καμίνους τὰς ἀφορήτους, τοὺς πυριφλεγέθοντας ποταμοὺς, τοὺς βρυχομένους ὀδόντας, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸ σκότος τὸ ἀφεγγὲς, τὰ μηδέποτε πέρας λαμβάνοντα κακά, Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, φοβηθῶμεν τὴν πηγὴν τῶν τοσούτων τιμωριῶν, τὴν ἀκόρεστον μανίαν, τὴν λύμην τῆς ἡμετέρας σωτηρίας. Οὐ γὰρ ἔστιν ὁμοῦ καὶ ἀργύριον φιλεῖν καὶ ψυχήν. Μάθωμεν ὅτι γῆ καὶ σποδὸς τὰ χρήματα, ὅτι ἀπολιμπάνει ἡμᾶς ἀποδημοῦντας ἐντεῦθεν, μᾶλλον δὲ ὅτι καὶ πρὸ τῆς ἀποδημίας πολλάκις ἡμῶν ἀποπηδᾷ, καὶ πρὸς τὰ μέλλοντα παραβλάπτει, καὶ πρὸς τὴν παροῦσαν ζωήν. Καὶ γὰρ πρὸ τῆς γεέννης καὶ πρὸ τῆς κολάσεως ἐκείνης μυρίοις κἀνταῦθα ἡμᾶς περιβάλλει πολέμοις, καὶ στάσεις ἐγείρει καὶ μάχας. Οὐδὲν γὰρ οὕτω πολεμοποιὸν, ὡς φιλαργυρία· οὐδὲν οὕτω πτωχοποιὸν, κἂν 61.198 ἐν πλούτῳ, κἂν ἐν πενίᾳ φανῇ. Φύεται γὰρ καὶ ἐν πενήτων ψυχαῖς τὸ χαλεπὸν τοῦτο νόσημα, καὶ πλέον αὐτῶν ἐπιτρίβει τὴν πενίαν. Κἂν εὑρεθῇ πένης φιλάργυρος, οὐκ ἐν χρήμασιν ὁ τοιοῦτος, ἀλλ' ἐν λιμῷ δίδωσι δίκην. Οὐ γὰρ ἀνέχεται τῶν μετρίων αὐτῶν ἀπολαῦσαι μετὰ ἀδείας, ἀλλὰ καὶ τὴν γαστέρα λιμῷ κατατείνει, καὶ τὸ σῶμα ἅπαν γυμνότητι καὶ κρυμῷ τιμωρεῖται, καὶ τῶν δεσμωτῶν μᾶλλον αὐχμῶν καὶ ῥυπῶν πανταχοῦ φαίνεται· καὶ ἀεὶ θρηνεῖ καὶ ὀδύρεται, ὥσπερ πάντων ὢν ἀθλιώτερος, κἂν μυρίους πενεστέρους ἔχῃ. Οὗτος, κἂν εἰς ἀγορὰν ἐμβάλλῃ, πολλοὺς λαβὼν ἄπεισι μώλωπας· κἂν εἰς βαλανεῖον, κἂν εἰς θέατρον, πλείονα λήψεται τραύματα, οὐκ ἀπὸ τῶν θεωρούντων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐπὶ τῆς σκηνῆς, ὅταν ἴδῃ πολλὰς τῶν πορνευομένων γυναικῶν χρυσίῳ καταλαμπομένας. Οὗτος κἂν τὴν θάλατταν πλέῃ, τοὺς ἐμπόρους πάλιν καὶ τὰς μυριαγώγους ναῦς ἐννοῶν καὶ τὰ ἄπειρα κέρδη, οὐδὲ ζῇν ἑαυτὸν ἡγήσεται· κἂν διὰ γῆς ὁδεύῃ, τοὺς ἀγροὺς, τὰ προάστεια, τὰ καταλύματα, τὰ βαλανεῖα, τὰς ἐκ τούτων προσόδους ἀναλογιζόμενος, ἀβίωτον ἑαυτῷ τὸν βίον ἡγήσεται εἶναι λοιπόν· κἂν οἴκοι δὲ κατακλείσῃς αὐτὸν, τὰ ἀπὸ τῆς ἀγορᾶς τραύματα ἀναξαίνων, καθ' ἑαυτὸν μειζόνως λυμανεῖται τὴν ψυχήν· καὶ μίαν οἶδε παραμυθίαν μόνην τῶν κατεχόντων αὐτὸν κακῶν, τὸν θάνατον καὶ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Ταῦτα δὲ οὐχ ὁ πένης μόνον, ἀλλὰ καὶ ὁ πλούσιος ὁ τούτῳ περιπεσὼν τῷ νοσήματι πείσεται, καὶ τοσούτῳ μᾶλλον τοῦ πένητος, ὅσῳ καὶ σφοδροτέρα ἐπίκειται τούτῳ ἡ τυραννὶς, καὶ πλείων ἡ μέθη. ∆ιὸ καὶ πάντων πενέστερον ἑαυτὸν οὗτος ἡγήσεται, μᾶλλον δὲ καὶ ἔστι πενέστερος. Οὐ γὰρ τῷ μέτρῳ τῆς οὐσίας, ἀλλὰ τῇ διαθέσει τῆς γνώμης ὁ πλοῦτος καὶ ἡ πενία κρίνονται· καὶ ἐκεῖνος μᾶλλόν ἐστιν ὁ πάντων πτωχότατος, ὁ ἀεὶ τοῦ πλείονος ἐπιθυμῶν, καὶ μηδέποτε στῆσαι δυνάμενος τὴν πονηρὰν ταύτην ἐπιθυμίαν. ∆ιὰ δὴ ταῦτα πάντα φεύγωμεν τὴν φιλαργυρίαν, τὴν πτωχοποιὸν, τὴν ψυχοφθόρον, τὴν γεέννης φίλην, τὴν ἐχθρὰν τῆς βασιλείας τῶν οὐρανῶν, τὴν μητέρα πάντων ὁμοῦ τῶν κακῶν· καὶ καταφρονῶμεν χρημάτων, ἵνα ἀπολαύσωμεν χρημάτων, καὶ μετὰ τῶν χρημάτων ἀπολαυσόμεθα καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς,

ΟΜΙΛΙΑ Κ∆ʹ.

Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος. Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ

ἐάσει ὑμᾶς πειρασθῆ ναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν, καὶ τὰ ἑξῆς. αʹ. Ἐπειδήπερ ἐφόβησεν αὐτοὺς ἱκανῶς, τὰ παλαιὰ διηγησάμενος παραδείγματα, καὶ εἰς ἀγωνίαν ἐνέβαλεν, εἰπὼν, Ὁ