1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

150

δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ἦσαν δὲ καὶ πειρασμοὺς ἐνηνοχότες πολλοὺς, καὶ γυμνασάμενοι πολλάκις ἐν τούτοις· Καὶ γὰρ ἐν ἀσθενείᾳ, φησὶ, καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς· ἵνα μὴ λέγωσι, Τί φοβεῖς ἡμᾶς καὶ δεδίττῃ; οὐκ ἐσμὲν τούτων ἀμελέτητοι τῶν κακῶν· καὶ γὰρ ἠλάθημεν καὶ ἐδιώχθημεν καὶ πολλοὺς καὶ συνεχεῖς ὑπεμείναμεν κινδύνους· 61.198 καταστέλλων αὐτῶν πάλιν τὸ φύσημα, φησὶ, Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν, εἰ μὴ ἀνθρώπινος· τουτέστι, μικρὸς, βραχὺς, σύμμετρος. Τὸ γὰρ ἀνθρώπινον ἐπὶ τοῦ μικροῦ λέγει, ὡς ὅταν λέγῃ· Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Μὴ τοίνυν μέγα φρονεῖτε, φησὶν, ὡς περιγενόμενοι τοῦ κλυδωνίου· οὐδέποτε γὰρ εἴδετε κίνδυνον θάνατον ἀπειλοῦντα, οὐδὲ πειρασμὸν σφαγὴν ἐπανατεινόμενον· ὃ καὶ Ἑβραίοις ἔλεγεν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Εἶτα ἐπειδὴ ἐφόβησεν, ὅρα πῶς πάλιν αὐτοὺς ἀνίστησι μετὰ τοῦ πεῖσαι μετριάζειν, λέγων· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε. Ἄρα εἰσὶ πειρασμοὶ, οὓς οὐ δυνατὸν ὑπενεγκεῖν. Καὶ τίνες οὗτοι; Πάντες, 61.199 ὡς εἰπεῖν· τὸ γὰρ δυνατὸν ἐν τῇ τοῦ Θεοῦ ῥοπῇ κεῖται, ἣν διὰ τῆς ἡμετέρας ἐπισπώμεθα γνώμης. ∆ιόπερ ἵνα μάθῃς ἀκριβῶς, ὅτι οὐ μόνον ἐκείνους τοὺς ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλ' οὐδὲ τούτους τοὺς ἀνθρωπίνους ἔνι χωρὶς τῆς ἐκεῖθεν βοηθείας ῥᾳδίως ἐνεγκεῖν, ἐπήγαγεν· Ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. Οὐδὲ γὰρ ἐκείνους τοὺς συμμέτρους, ὅπερ ἔφην, φησὶ, τῇ ἰδίᾳ δυνάμει διοίσομεν· ἀλλὰ κἀνταῦθα τῆς παρ' αὐτοῦ δεόμεθα συμμαχίας, ὥστε αὐτοὺς διεξελθεῖν, καὶ πρὶν ἢ διεξελθεῖν, ἐνεγκεῖν. Αὐτὸς γὰρ καὶ τὴν ὑπομονὴν δίδωσι, καὶ τὴν ταχεῖαν ἀπαλλαγὴν ἐπάγει, ὥστε καὶ ταύτῃ φορητὸν γενέσθαι τὸν πειρασμόν. Τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Ποιήσει καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν· καὶ πάντα αὐτῷ ἀνατίθησι. ∆ιόπερ, ἀδελφοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. Πάλιν αὐτοὺς θεραπεύει τῷ τῆς συγγενείας ὀνόματι, καὶ μετὰ πολλοῦ τοῦ τάχους ἐπείγει τῆς ἁμαρτίας ἀπαλλαγῆναι ταύτης. Οὐδὲ γὰρ εἶπεν, Ἀποστῆτε, ἁπλῶς, ἀλλὰ, Φεύγετε· καὶ τὸ πρᾶγμα εἰδωλολατρείαν καλεῖ, καὶ οὐκέτι διὰ τὴν τοῦ πλησίον βλάβην ἀφίστασθαι μόνον κελεύει, ἀλλὰ καὶ αὐτὸ καθ' ἑαυτὸ δείκνυσιν ἱκανὸν μεγάλην ἐνεγκεῖν λύμην. Ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, καὶ τὴν κατηγορίαν ηὔξησεν, εἰδωλολατρείαν καλέσας, ἵνα μὴ δόξῃ τραχύνειν αὐτοὺς καὶ φορτικὸν ποιεῖν τὸν λόγον, αὐτοῖς λοιπὸν ἐπιτρέπει τὴν κρίσιν, καὶ μετ' ἐγκωμίου καθίζει τοὺς δικάζοντας. Ὡς φρονίμοις γὰρ λέγω, φησίν· ὅπερ σφόδρα θαῤῥοῦντός ἐστι τοῖς οἰκείοις δικαιώμασι, τὸ τὸν ἐγκαλούμενον αὐτὸν καθίσαι τῶν λεγομένων κριτήν. Τοῦτο καὶ τὸν ἀκροατὴν αἴρει μειζόνως, ὅταν μὴ ὡς ἐπιτάττων μηδὲ ὡς νομοθετῶν, ἀλλ' ὡς συμβουλεύων καὶ παρ' αὐτοῖς ἐκείνοις δικαζόμενος, οὕτω διαλέγηται. Ἰουδαίοις μὲν γὰρ, ἅτε ἀνοητότερον διακειμένοις καὶ παιδικώτερον, οὐχ οὕτως ὁ Θεὸς διελέγετο, οὐδὲ πανταχοῦ τὰς αἰτίας αὐτοῖς ἔλεγε τῶν ἐπιταγμάτων, ἀλλ' ἐκέλευε μόνον· ἐνταῦθα δὲ, ἐπειδὴ πολλῆς ἐλευθερίας ἀπελαύσαμεν, καὶ συμβουλῆς ἀπολαύομεν, καὶ ὡς φίλοις διαλέγεται καί φησιν· Οὐ δέομαι ἑτέρων δικαστῶν· αὐτοί μοι τὴν ψῆφον ὑμεῖς φέρετε ταύτην, ὑμᾶς λαμβάνω κριτάς. Τὸ ποτήριον τῆς εὐλογίας, ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τί λέγεις, ὦ μακάριε Παῦλε; θέλων ἐντρέψαι τὸν ἀκροατὴν, καὶ μυστηρίων μεμνημένος φρικτῶν, εὐλογίας ποτήριον καλεῖς τὸ ποτήριον τὸ φοβερὸν καὶ φρικωδέστατον ἐκεῖνο; Ναὶ, φησίν· οὐ γὰρ μικρὸν τὸ εἰρημένον. Εὐλογίαν γὰρ ὅταν εἴπω, πάντα ἀναπτύσσω τὸν τῆς εὐεργεσίας τοῦ Θεοῦ θησαυρὸν, καὶ τῶν μεγάλων ἐκείνων ἀναμιμνήσκω δωρεῶν. Καὶ γὰρ καὶ ἡμεῖς ἐπιλέγοντες τῷ ποτηρίῳ τὰς ἀφάτους εὐεργεσίας τοῦ Θεοῦ, καὶ ὅσων ἀπολελαύκαμεν, οὕτως αὐτὸ προσάγομεν καὶ κοινωνοῦμεν, εὐχαριστοῦντες ὅτι τῆς πλάνης ἀπήλλαξε τὸ τῶν ἀνθρώπων γένος· ὅτι μακρὰν ὄντας, ἐγγὺς ἐποίησεν· ὅτι ἐλπίδα μὴ ἔχοντας καὶ