1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

152

∆εσπότου. Οὐδὲ γὰρ ἁπλῶς τὸ σῶμα αὐτοῦ ἔδωκεν· ἀλλ' ἐπειδὴ ἡ προτέρα τῆς σαρκὸς φύσις ἡ ἀπὸ γῆς διαπλασθεῖσα, ἀπὸ τῆς ἁμαρτίας ἔφθασε νεκρωθῆναι καὶ ζωῆς γενέσθαι ἔρημος, ἑτέραν, ὡς ἂν εἴποι τις, μᾶζαν καὶ ζύμην ἐπεισήγαγε, τὴν ἑαυτοῦ σάρκα, φύσει μὲν οὖσαν τὴν αὐτὴν, ἁμαρτίας δὲ ἀπηλλαγμένην καὶ ζωῆς γέμουσαν, καὶ πᾶσιν ἔδωκεν αὐτῆς μεταλαμβάνειν, ἵνα ταύτῃ τρεφόμενοι, καὶ τὴν προτέραν ἀποθέμενοι τὴν νεκρὰν, εἰς τὴν ζωὴν τὴν ἀθάνατον διὰ τῆς τραπέζης ἀνακερασθῶμεν ταύτης. Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; Πάλιν ἀπὸ τῆς Παλαιᾶς καὶ εἰς τοῦτο ἐνάγει. Ἐπειδὴ γὰρ πολὺ τοῦ μεγέθους τῶν λεχθέντων ἦσαν ταπεινότεροι, καὶ ἀπὸ τῶν προτέρων αὐτοὺς καὶ συνήθων πείθει. Καὶ καλῶς, Κατὰ σάρκα, φησὶν, ὡς αὐτῶν κατὰ πνεῦμα ὄντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Κἂν ἀπὸ τῶν παχυτέρων παιδευθῆτε, ὅτι οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν. Ὁρᾷς πῶς δείκνυσιν οὐκ ἔχοντας γνῶσιν τελείαν τοὺς δοκοῦντας εἶναι τελείους, εἴ γε μηδὲ τοῦτο ἴσασιν, ὅτι κοινωνία τις ἀπὸ τούτων καὶ φιλία πολλοῖς πολλάκις πρὸς δαίμονας γίνεται, κατὰ μικρὸν τῆς συνηθείας αὐτοὺς ἐφελκομένης; Εἰ γὰρ ἐπ' ἀνθρώπων τὸ κοινωνεῖν ἁλῶν καὶ τραπέζης φιλίας ἀφορμὴ καὶ σύμβολον γίνεται, ἐγχωρεῖ καὶ ἐπὶ δαιμόνων τοῦτο συμβῆναι· σὺ δέ μοι σκόπει, πῶς ἐπὶ μὲν τῶν Ἰουδαίων οὐκ εἶπεν, ὅτι τῷ Θεῷ κοινωνοῦσιν, ἀλλὰ, Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί· καὶ γὰρ κατεκαίετο τὸ τεθειμένον· ἐπὶ δὲ τοῦ σώματος τοῦ Χριστοῦ οὐχ οὕτως· ἀλλὰ πῶς; Κοινωνία τοῦ σώματος τοῦ Κυρίου ἐστίν. Οὐ γὰρ τοῦ θυσιαστηρίου, ἀλλ' αὐτοῦ τοῦ Χριστοῦ κοινωνοὶ γινόμεθα. Εἰπὼν δὲ, ὅτι Κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσὶν, εἶτα δείσας μὴ δόξῃ ὡσπερεὶ ἰσχὺν ἐχόντων τῶν εἰδώλων διαλέγεσθαι καὶ δυναμένων τι βλάψαι· ὅρα πῶς αὐτὰ καθαιρεῖ πάλιν λέγων· Τί οὖν φημι; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστι; γʹ. Ταῦτα δὲ λέγω, φησὶ, καὶ ἀπάγω, οὐχ ὡς δυναμένων βλάψαι τι τῶν εἰδώλων ἢ ἰσχὺν ἐχόντων· οὐδὲν γάρ ἐστιν· ἀλλὰ βούλομαι καταφρονεῖν αὐτῶν ὑμᾶς. Καὶ εἰ βούλει καταφρονεῖν, φησὶ, τίνος ἕνεκεν μετὰ σπουδῆς αὐτῶν ἡμᾶς ἀπάγει; Ὅτι οὐ προσάγεται τῷ ∆εσπότῃ τῷ σῷ. Ὃ γὰρ θύει, φησὶ, τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ. Μὴ τοίνυν τρέχετε ἐπὶ τὰ ἐναντία. Οὐδὲ γὰρ, εἰ βασιλέως υἱὸς ἦς, εἶτα τῆς πατρικῆς ἀπολαύων τραπέζης, ἀφεὶς ἐκείνην, τῆς τῶν καταδίκων καὶ δεσμωτῶν ἠθέλησας κοινωνῆσαι ἐν τῷ δεσμωτηρίῳ, ἐπέτρεψεν ἂν ὁ πατήρ· ἀλλὰ καὶ μετὰ πολλῆς ἂν ἀπήγαγε τῆς σφοδρότητος, οὐχ ὡς δυναμένης τῆς τραπέζης βλάψαι, ἀλλ' ὡς καταισχυνούσης σου τὴν εὐγένειαν καὶ τὴν τράπεζαν τὴν βασιλικήν. Καὶ γὰρ καὶ οὗτοι οἰκέται εἰσὶ προσκεκρουκότες, ἠτιμωμένοι, κατάδικοι, δεσμῶται ἀφορήτῳ κολάσει τηρούμενοι, μυρίοις ὑπεύθυνοι κακοῖς. Πῶς οὖν οὐκ αἰσχύνῃ κατὰ τοὺς λαιμάργους καὶ ἀνελευ 61.202 θέρους, ὅταν θῶσι τράπεζαν οἱ κατάδικοι οὗτοι, τρέχων ἐκεῖ καὶ μετέχων τῶν προκειμένων; ∆ιὰ δὴ τοῦτο ἀπάγω· ὁ γὰρ σκοπὸς τῶν θυόντων καὶ τὸ πρόσωπον τῶν δεχομένων ἀκάθαρτα ποιεῖ τὰ προκείμενα. Οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. Εἶδες φιλίαν πατρὸς κηδεμονικοῦ; εἶδες καὶ αὐτὸ τὸ ῥῆμα πολλὴν ἔχον τὴν ἔμφασιν τῆς διαθέσεως; Οὐδὲν γὰρ βούλομαι κοινὸν ἔχειν ὑμᾶς πρὸς ἐκείνους, φησίν. Εἶτα ἐπειδὴ ἐν τάξει παραινέσεως τὸν λόγον εἰσήγαγεν, ἵνα μή τις τῶν παχυτέρων καταφρονήσῃ, ὡς ἐξουσίαν ἔχων, ἐπειδὴ εἶπεν, Οὐ θέλω, καὶ Ὑμεῖς κρίνατε, ἀποφαίνεται λοιπὸν καὶ νομοθετεῖ λέγων· Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν, καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Καὶ ἀρκεῖται τοῖς ὀνόμασι μόνοις εἰς τὴν ἀπαγωγήν. Εἶτα καὶ ἐντρεπτικῶς· Ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; Τουτέστι, Πειράζομεν αὐτὸν, εἰ δύναται κολάσαι ἡμᾶς, καὶ παρακνίζομεν αὐτὸν πρὸς τοὺς ἐναντίους ἀποχωροῦντες, καὶ μετὰ τῶν αὐτοῦ πολεμίων ταττόμενοι; Τοῦτο δὲ εἶπε, ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἱστορίας καὶ πατρικῆς παρανομίας. ∆ιὸ καὶ τῇ λέξει