1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

154

σποδὸς ἐγὼ, οὐκέτι αἰχμάλωτος, ἀλλ' ἐλεύθερος· διὰ τοῦτο τοὺς οὐρανοὺς ἐλπίζω, καὶ τὰ ἐν αὐτοῖς ἀπολήψεσθαι ἀγαθὰ, τὴν ἀθάνατον ζωὴν, τὴν τῶν ἀγγέλων λῆξιν, τὴν μετὰ Χριστοῦ ὁμιλίαν· τοῦτο τὸ σῶμα προσηλούμενον καὶ μαστιζόμενον οὐκ ἤνεγκεν ὁ θάνατος· τοῦτο τὸ σῶμα καὶ ἥλιος σταυρούμενον ἰδὼν, τὰς ἀκτῖνας ἀπέστρεψε· διὰ τοῦτο καὶ καταπέτασμα ἐσχίζετο τότε, καὶ πέτραι ἐῤῥήγνυντο, καὶ γῆ πᾶσα ἐτινάσσετο· τοῦτο ἐκεῖνο τὸ σῶμά ἐστι τὸ ᾑμαγμένον, τὸ λόγχῃ πληγὲν, καὶ τὰς σωτηρίους πηγὰς ἀναβλύσαν, τὴν τοῦ αἵματος, τὴν τοῦ ὕδατος τῇ οἰκουμένῃ πάσῃ. Βούλει καὶ ἑτέρωθεν τὴν ἰσχὺν αὐτοῦ μαθεῖν; Ἐρώτησον τὴν αἱμοῤῥοοῦσαν, τὴν οὐκ αὐτοῦ, ἀλλὰ τοῦ περικειμένου αὐτῷ ἱματίου, μᾶλλον δὲ οὐδὲ τούτου ὁλοκλήρου, ἀλλὰ τοῦ κρασπέδου ἁψαμένην· ἐρώτησον τὴν θάλασσαν, τὴν ὑπὲρ τῶν νώτων αὐτὸ βαστάσασαν· ἐρώτησον καὶ αὐτὸν τὸν διάβολον, καὶ εἰπέ· Πόθεν ἔχεις τὴν πληγὴν τὴν ἀνίατον; πόθεν οὐκέτι ἰσχύεις οὐδέν; πόθεν ἑάλως; τίνι κατεσχέθης φεύγων; καὶ οὐδὲν ἕτερον, ἢ τὸ σῶμα ἐρεῖ τὸ σταυρωθέν. ∆ιὰ τούτου τὰ κέντρα αὐτοῦ κατεκλάσθη· διὰ τούτου ἡ κεφαλὴ αὐτοῦ συνετρίβη· διὰ τούτου αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι ἐδειγματίσθησαν· Ἀπεκδυσάμενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν, ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. Ἐρώτησον καὶ τὸν θάνατον, καὶ εἰπέ· Πόθεν ἀνῃρέθη σου τὸ κέντρον; πόθεν κατελύθη σου τὸ νῖκος; πόθεν 61.204 ἐξεκόπη σου τὰ νεῦρα; καὶ κόραις καὶ παιδίοις γέγονας καταγέλαστος, ὁ καὶ τυράννοις καὶ δικαίοις ἅπασιν ὢν πρὸ τούτου φοβερός; καὶ τὸ σῶμα αἰτιάσεται τοῦτο. Ὅτε γὰρ τοῦτο ἐσταυροῦτο, τότε νεκροὶ ἀνέστησαν, τότε τὸ δεσμωτήριον ἐκεῖνο ἐῤῥάγη, καὶ αἱ χαλκαῖ ἐκλάσθησαν πύλαι, καὶ οἱ νεκροὶ ἀφείθησαν, καὶ πυλωροὶ ᾅδου πάντες ἔπτηξαν. Καίτοι γε εἰ τῶν πολλῶν εἷς ἦν, τοὐναντίον γενέσθαι ἔδει, τὸν θάνατον δυνατώτερον· ἀλλ' οὐκ ἐγένετο· οὐδὲ γὰρ τῶν πολλῶν εἷς ἦν. ∆ιὰ τοῦτο ἐξελύετο ἐκεῖνος. Καὶ ὥσπερ οἱ τροφὴν λαβόντες, ἣν οὐκ εἰσὶ δυνατοὶ κατασχεῖν, καὶ τὰ προαποκείμενα δι' ἐκείνην ἐμοῦσιν, οὕτω καὶ ἐπὶ τοῦ θανάτου γέγονε· τὸ σῶμα, ὅπερ οὐκ ἦν ἱκανὸς κατεργάζεσθαι, λαβὼν, κἀκεῖνα ἐξέβαλεν ἅπερ ἔνδον εἶχε· καὶ γὰρ ὤδινεν ἔχων αὐτὸν καὶ ἐθλίβετο, ἕως αὐτὸν ἤμεσε. ∆ιό φησιν ὁ Ἀπόστολος, Λύσας τὰς ὠδῖνας τοῦ θανάτου. Οὐδεμία γὰρ γυνὴ παιδίον κύουσα οὕτως ὠδίνει, ὡς ἐκεῖνος, τὸ σῶμα ἔχων τὸ ∆εσποτικὸν, διεκόπτετο διασπώμενος. Καὶ ὅπερ ἐπὶ τοῦ δράκοντος γέγονε τοῦ Βαβυλωνίου, ὅτε λαβὼν τὴν τροφὴν διεῤῥάγη μέσος, τοῦτο καὶ ἐπὶ τούτου. Οὐ γὰρ διὰ τοῦ στόματος πάλιν ἐξῆλθεν ὁ Χριστὸς τοῦ θανάτου, ἀλλ' αὐτὴν μέσην διαῤῥήξας τὴν γαστέρα τοῦ δράκοντος καὶ ἀνατεμὼν, οὕτως ἀπὸ τῶν ἀδύτων προῄει μετὰ πολλῆς τῆς λαμπρότητος, καὶ τὰς ἀκτῖνας ἀφιεὶς, οὐ μέχρι τούτου τοῦ οὐρανοῦ, ἀλλ' εἰς αὐτὸν τὸν ἄνω θρόνον· ἐκεῖ γὰρ αὐτὸ καὶ ἀνήγαγε. Τοῦτο τὸ σῶμα ἔδωκεν ἡμῖν καὶ κατέχειν καὶ ἐσθίειν, ὅπερ ἀγάπης ἐπιτεταμένης ἦν. Οὓς γὰρ ἂν φιλῶμεν σφοδρῶς, καὶ διαδάκνομεν πολλάκις. ∆ιὸ καὶ ὁ Ἰὼβ τὸν ἔρωτα τῶν οἰκετῶν τὸν περὶ αὐτὸν ἐνδεικνύμενος, ἔλεγεν· ὅτι πολλάκις ἐκεῖνοι σφόδρα αὐτὸν φιλοῦντες ἔλεγον, Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; Οὕτω καὶ ὁ Χριστὸς τῶν σαρκῶν αὐτοῦ ἔδωκεν ἡμῖν πλησθῆναι, εἰς φιλίαν πλείονα ἡμᾶς ἐπισπώμενος. εʹ. Προσίωμεν τοίνυν μετὰ θερμότητος αὐτῷ καὶ πεπυρωμένης ἀγάπης, καὶ μὴ ὑπομείνωμεν τιμωρίαν. Ὅσῳ γὰρ ἂν ὦμεν εὐηργετημένοι μεγάλα, τοσούτῳ μᾶλλον κολαζόμεθα μειζόνως, ὅταν ἀνάξιοι τῆς εὐεργεσίας φανῶμεν. Τοῦτο τὸ σῶμα καὶ ἐπὶ φάτνης κείμενον ᾐδέσθησαν μάγοι. Καὶ ἄνδρες ἀσεβεῖς καὶ βάρβαροι τὴν πατρίδα καὶ τὴν οἰκίαν ἀφέντες, καὶ ὁδὸν ἐστείλαντο μακρὰν, καὶ ἐλθόντες μετὰ φόβου καὶ τρόμου πολλοῦ προσεκύνησαν. Μιμησώμεθα τοίνυν κἂν τοὺς βαρβάρους ἡμεῖς οἱ τῶν οὐρανῶν πολῖται. Ἐκεῖνοι μὲν γὰρ καὶ ἐπὶ φάτνης ἰδόντες καὶ ἐν καλύβῃ, καὶ οὐδὲν τοιοῦτον ἰδόντες οἷον σὺ νῦν, μετὰ πολλῆς τῆς φρίκης προσῄεσαν· σὺ δὲ οὐκ ἐν φάτνῃ ὁρᾷς, ἀλλ' ἐν θυσιαστηρίῳ, οὐ γυναῖκα κατέχουσαν, ἀλλ' ἱερέα παρεστῶτα, καὶ Πνεῦμα μετὰ