1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

156

εἰδώλοις τελουμένων, καὶ πολὺν φόβον ἐνθεὶς αὐτοῖς· ἵνα μὴ τῷ φόβῳ τούτῳ πάλιν εἰς ἑτέραν ἀμετρίαν αὐτοὺς ἐξωθήσῃ, καὶ ἀναγκασθῶσι πλείονι περιεργίᾳ κεχρημένοι τοῦ δέοντος δεδοικέναι, μήποτε καὶ ἀγνοούντων αὐτῶν ἐπεισέλθῃ τι τοιοῦτον, ἢ ἐξ ἀγορᾶς ἢ ἄλλοθέν ποθεν, ἀφιεὶς αὐτοὺς ταύτης τῆς ἀνάγκης, φησί· Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες. Ἐὰν γὰρ ἀγνοῶν, φησὶ, φάγῃς καὶ μὴ εἰδὼς, οὐχ ὑπόκεισαι τῇ τιμωρίᾳ· τῆς γὰρ ἀγνοίας λοιπὸν τὸ πρᾶγμα, οὐχὶ τῆς λαιμαργίας. Καὶ οὐ ταύτης μόνον αὐτοὺς ἀπαλλάττει τῆς ἀγωνίας, ἀλλὰ καὶ ἑτέρας, πολλὴν ἄδειαν καὶ ἐλευθερίαν αὐτοῖς κατασκευάζων. Οὐδὲ γὰρ ἀνακρίνειν ἀφίησι, τουτέστιν, ἐξετάζειν καὶ πυνθάνεσθαι, εἴτε εἰδωλόθυτον, εἴτε μὴ τοιοῦτον· ἀλλ' ἁπλῶς ἐσθίειν ἅπαν τὸ ἐξ ἀγορᾶς, μηδὲ τοῦτο μανθάνειν, ὅ τι ποτέ ἐστι τὸ προκείμενον. Ὥστε ἔστι καὶ φαγόντα ἀγνοοῦντα ἀπηλλάχθαι. Τοιαῦτα γὰρ τὰ μὴ τῇ φύσει πονηρὰ, ἀλλ' ἀπὸ τῆς διανοίας ποιοῦντα τὸ ἀκάθαρτον. ∆ιὰ τοῦτό φησι, Μηδὲν ἀνακρίνοντες. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, οὐχὶ τῶν δαιμόνων. Εἰ δὲ ἡ γῆ καὶ οἱ καρποὶ καὶ τὰ ἄλογα αὐτοῦ πάντα, οὐδὲν ἀκάθαρτον· ἀλλ' ἑτέρως ἀκάθαρτον γίνεται, ἀπὸ τῆς διανοίας καὶ ἀπὸ τῆς παρακοῆς. ∆ιὰ τοῦτο οὐ μόνον ἐπέτρεψεν, ἀλλὰ καὶ, Ἐάν τις ὑμᾶς, φησὶ, καλῇ τῶν ἀπί 61.206 στων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Ὅρα πάλιν τὴν συμμετρίαν· οὐ γὰρ ἐπέταξε καὶ ἐνομοθέτησεν ἀπιέναι, ἀλλ' οὐδὲ ἐκώλυσεν· ἀπελθόντας δὲ πάλιν ἀπαλλάττει πάσης ὑποψίας. Τί δήποτε; Ἵνα μὴ δόξῃ φόβου τινὸς εἶναι ἡ τοσαύτη πολυπραγμοσύνη καὶ δειλίας. Ὁ μὲν γὰρ περιεργαζόμενος, ὡς δεδοικὼς τοῦτο ποιεῖ· ὁ δὲ μετὰ τὸ ἀκοῦσαι ἀπεχόμενος, ὡς καταφρονῶν καὶ μισῶν καὶ ἀποστρεφόμενος, ἀπέχεται. ∆ιόπερ ὁ Παῦλος ἀμφότερα βουλόμενος κατασκευάσαι φησί· Πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἂν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα. Οὐδὲ γὰρ ὡς ἐχόντων ἰσχὺν, ἀλλ' ὡς βδελυρῶν ἀπέχεσθαι κελεύει. Μήτε τοίνυν ὡς δυνάμενα καταβλάψαι, φεύγετε· οὐδεμίαν γὰρ ἔχει ἰσχύν· μήτε, ἐπειδὴ μηδεμίαν ἔχει ἰσχὺν, ἀδιαφόρως μετέχετε· ἐχθρῶν γάρ ἐστι καὶ ἠτιμωμένων ἡ τράπεζα. ∆ιὸ ἔλεγε, Μὴ ἐσθίετε διὰ τὸν μηνύσαντα, καὶ τὴν συνείδησιν. Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ὁρᾷς πῶς καὶ ὅτε ἐσθίειν κελεύει, καὶ ὅτε ἀπέχεσθαι δεῖ, τὴν αὐτὴν μαρτυρίαν εἰς μέσον ἄγει; Οὐδὲ γὰρ διὰ τοῦτο κωλύω, φησὶν, ὡς ἀλλοτρίων ὄντων· τοῦ γὰρ Κυρίου ἡ γῆ· ἀλλὰ δι' ὅπερ εἶπον, διὰ τὴν συνείδησιν, τουτέστιν, ἵνα μὴ βλαβῇ. Οὐκοῦν δεῖ περιεργάζεσθαι; Οὒ, φησίν· οὐδὲ γὰρ τὴν σὴν εἶπον συνείδησιν, ἀλλὰ τὴν ἐκείνου. Προλαβὼν γὰρ εἶπον, ∆ιὰ τὸν μηνύσαντα· καὶ πάλιν, Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τῶν μὲν ἀδελφῶν εἰκότως φείδῃ, καὶ οὐκ ἐᾷς ἡμᾶς ἀπογεύεσθαι δι' ἐκείνους, ἵνα μὴ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα οἰκονομηθῇ εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν· εἰ δὲ Ἕλλην τις εἴη, τί σοι τούτου μέλει; οὐ σὺ ἔλεγες, Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; τίνος οὖν ἕνεκεν αὐ 61.207 τῶν πάλιν φροντίζεις; Οὐκ ἐκείνου φροντίζω, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα σοῦ. ∆ιὸ καὶ ἐπήγαγεν· Ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; ἐλευθερίαν τὸ ἀπαρατήρητον καὶ ἀκώλυτον λέγων· τοῦτο γὰρ ἐλευθερία, Ἰουδαϊκῆς ἀπηλλαγμένη δουλείας. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐλεύθερόν με ἐποίησεν ὁ Θεὸς, καὶ πάσης βλάβης ἀνώτερον· ἀλλ' οὐκ οἶδεν ὁ Ἕλλην δικάζειν τῇ ἐμῇ φιλοσοφίᾳ, οὐδὲ τὴν τοῦ ∆εσπότου μου φιλοτιμίαν συνορᾷν, ἀλλὰ καταγνώσεται καὶ ἐρεῖ πρὸς ἑαυτόν· Μῦθος τὰ Χριστιανῶν, ἀπέχονται τῶν εἰδώλων, φεύγουσι δαίμονας, καὶ τῶν ἐκείνοις προσαγομένων ἔχονται· πολλὴ παρ' αὐτοῖς ἡ γαστριμαργία. Καὶ τί τοῦτο; φησί· ποῖον δὲ ἡμῖν βλάβος, ἂν κακῶς ἐκεῖνος κρίνῃ; Πόσῳ δὲ βέλτιον τὸ μηδὲ ὅλως κρίνειν αὐτῷ διδόναι; ἂν γὰρ ἀπέχῃ, οὐδὲ ταῦτα ἐρεῖ. Πῶς, φησὶν, οὐκ ἐρεῖ; ὅταν γὰρ ἴδῃ μὴ ἐξετάζοντα ταῦτα, μὴ ἐν μακέλλῳ, μὴ ἐν συμποσίῳ, πῶς οὐκ ἐρεῖ καὶ καταγνώσεται, ὡς ἀδιαφόρως μου μετέχοντος; Οὐδαμῶς· οὐ γὰρ ὡς εἰδωλοθύτων