1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

163

τὸν Πατέρα, ἢ τοῖς ἀνθρώποις πρὸς τοὺς γεγεννηκότας· οὕτω καὶ ἡ ἐλευθερία μείζων. Οὐ γὰρ δήπου τὰ μὲν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα μείζονα τῶν ἀνθρώπων καὶ γνησιώτερα, τὰ δὲ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν ἐλάττονα. Εἰ γὰρ θαυμάζομεν τὸν Υἱὸν, ὅτι ὑπήκουσεν, ὡς καὶ μέχρι θανάτου ἐλθεῖν, καὶ θανάτου σταυροῦ, καὶ θαῦμα αὐτοῦ μέγα τιθέμεθα τοῦτο· θαυμάζειν δεῖ καὶ τὸν Πατέρα, ὅτι τοιοῦτον ἐγέννησεν, οὐχ ὡς δοῦλον ἐπιταττόμενον, ἀλλ' ὡς ἐλεύθερον ὑπακούοντα καὶ σύμβουλον ὄντα· ὁ γὰρ σύμβουλος οὐ δοῦλος. Σύμβουλον δὲ ὅταν ἀκούσῃς πάλιν, μὴ ὡς τοῦ Πατρὸς ἐνδεῶς ἔχοντος ἄκουε, ἀλλ' ὡς τοῦ Παιδὸς ὁμοτίμου πρὸς τὸν γεγεννηκότα. Μὴ τοίνυν εἰς πάντα ἕλκε τὸ παράδειγμα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός. Παρ' ἡμῖν μὲν γὰρ εἰκότως ὑποτέτακται τῷ ἀνδρὶ ἡ γυνή· ἡ γὰρ ἰσοτιμία μάχην ποιεῖ· καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἀπάτην τὴν παρὰ τὴν ἀρχὴν συμβᾶσαν. ∆ιά τοι τοῦτο γενομένη μὲν εὐθέως οὐχ ὑπετάγη· οὔτε ὅταν αὐτὴν ἤγαγε πρὸς τὸν ἄνδρα, οὔτε αὐτὴ ἤκουσέ τι παρὰ τοῦ Θεοῦ τοιοῦτον, οὔτε ὁ ἀνὴρ εἶπέ τι πρὸς αὐτὴν τοιοῦτον· ἀλλ' ὅτι μὲν ὀστοῦν ἐκ τῶν ὀστῶν αὐτοῦ, καὶ σὰρξ ἐκ τῶν σαρκῶν αὐτοῦ ἦν, εἶπεν· ἀρχῆς δὲ οὐδαμοῦ οὐδὲ ὑποταγῆς ἐμνημόνευσε πρὸς αὐτήν· ὅτε δὲ κακῶς ἐχρήσατο τῇ ἐξουσίᾳ, καὶ ἡ γενομένη βοηθὸς ἐπίβουλος εὑρέθη, καὶ πάντα ἀπώλεσε, τότε ἀκούει δικαίως λοιπόν· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. Ἐπειδὴ γὰρ εἰκὸς ἦν τὴν ἁμαρτίαν ταύτην ἐκπολεμῶσαι τὸ γένος τὸ ἡμέτερον (οὐδὲ γὰρ ἂν ὤνησέ τι εἰς εἰρήνην τὸ ἐξ αὐτοῦ γεγενῆσθαι, τούτου συμβάντος· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο καὶ τραχύτερον ἂν ἐποίησε τὸν ἄνδρα, τὸ μηδὲ τοῦ οἰκείου φείσασθαι μέλους τὴν ἐξ αὐτοῦ γενομένην)· συνιδὼν τὴν τοῦ διαβόλου κακουργίαν ὁ Θεὸς, ἐπετείχισε τουτὶ τὸ ῥῆμα, καὶ τὴν ἐκ τῆς ἐπιβουλῆς μέλλουσαν ἀπέχθειαν ἔσεσθαι διὰ τῆς ἀποφάσεως ταύτης ἀνεῖλε, καὶ τῆς ἐπιθυμίας τῆς ἐμφύτου καθάπερ μεσότοιχον κατασπάσας τὴν ἐκ τῆς ἁμαρτίας μνησικακίαν. Ἀλλ' ἐπὶ τοῦ Θεοῦ καὶ τῆς ἀκηράτου οὐσίας ἐκείνης οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαι. Μὴ τοίνυν κατὰ πάντων δέχου τὰ παραδείγματα ἐπεὶ καὶ ἀλλαχοῦ πολλὰ ἐντεῦθεν ἀπαντήσει χαλεπὰ ἁμαρτήματα. Καὶ γὰρ καὶ ἐν προοιμίοις τῆς Ἐπιστολῆς ἔλεγε· Πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. γʹ. Τί οὖν; ὁμοίως ἡμῶν τὰ πάντα, καὶ ἡμεῖς τοῦ Χριστοῦ, καὶ ὁ Χριστὸς τοῦ Θεοῦ; Οὐδαμῶς, ἀλλὰ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη ἡ διαφορὰ, εἰ καὶ ἡ αὐτὴ ῥῆσις ἐπὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ καὶ ἡμῶν εἴρηται. Καὶ ἀλλαχοῦ δὲ κεφαλὴν εἰπὼν τὸν ἄνδρα τῆς γυναικὸς, ἐπήγαγεν· Ὥσπερ καὶ ὁ Χριστὸς κεφαλὴ καὶ Σωτήρ ἐστι τῆς Ἐκκλησίας καὶ προστάτης, οὕτω καὶ ὁ ἀνὴρ ὀφείλει τῆς αὐτοῦ γυναικὸς εἶναι. Ἆρ' οὖν ὁμοίως ἐκληψόμεθα τὸ εἰρημένον, καὶ τοῦτο καὶ τὰ μετὰ τούτου ἅπαντα Ἐφεσίοις ἐπεσταλμένα περὶ τῆς ὑποθέσεως ταύτης; Ἄπαγε! οὐδὲ γὰρ δυνατόν. Τὰ γὰρ αὐτὰ ῥήματα λέγεται μὲν ἐπὶ Θεοῦ καὶ ἀνθρώπων· ἀλλ' ἑτέρως μὲν ἐκεῖνα νοητέον, ἑτέρως δὲ ταῦτα· οὐ μὴν πάλιν πάντα ἐξηλλαγμένως· ἐπεὶ πάλιν εἰκῆ καὶ μάτην παρειλῆφθαι δόξει, οὐδὲν ἀπ' αὐτῶν καρπουμένων ἡμῶν. Ὥσπερ γὰρ οὐ πάντα ὁμοίως ἐκληπτέον, οὕτως οὐδὲ πάντα ἁπλῶς ἐκβλητέον. Ἵνα δὲ ὃ λέγω, γένηται σαφέστερον, ἐπὶ ὑποδείγματος αὐτὸ πειράσομαι ποιῆσαι φανερόν. Εἴρηται 61.216 κεφαλὴ τῆς Ἐκκλησίας ὁ Χριστός· ἂν μηδὲν ἀπὸ τοῦ ἀνθρωπίνου λάβω, τί μοι καὶ εἴρηται τοῦτο; Πάλιν ἂν ἅπαντα λάβω, πολλὴ ἕψεται ἡ ἀλογία· καὶ γὰρ ὁμοιοπαθὴς τῷ σώματι ἡ κεφαλὴ, καὶ τοῖς αὐτοῖς ὑπεύθυνος. Τί οὖν δεῖ ἀφεῖναι, ἢ τί λαβεῖν; Ἀφεῖναι μὲν ταῦτα ἃ εἶπον, λαβεῖν δὲ ἕνωσιν ἀκριβῆ, καὶ αἰτίαν καὶ ἀρχὴν τὴν πρώτην· καὶ οὐδὲ ταῦτα ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τὸ μεῖζον οἴκοθεν ἐπινοεῖν καὶ Θεῷ πρέπον· καὶ γὰρ ἡ ἕνωσις ἀσφαλεστέρα, καὶ ἡ ἀρχὴ τιμιωτέρα. Πάλιν ἤκουσας Υἱόν· μὴ πάντα μηδὲ ἐνταῦθα λάβῃς, ἀλλὰ μηδὲ πάντα ἐκβάλῃς, ἀλλ' ὅσα Θεῷ πρέπει δεξάμενος, ὅτι ὁμοούσιος, ὅτι ἐξ αὐτοῦ, τὰ ἄτοπα καὶ ἀσθενείας ὄντα ἀνθρωπίνης, ἐπὶ τῆς γῆς ἔα. Εἴρηται φῶς ὁ Θεὸς πάλιν· ἆρ' οὖν πάντα δεξόμεθα, ὅσα τοῦ φωτὸς τούτου; Οὐδαμῶς· καὶ γὰρ ἐκεῖ τῷ σκότῳ τοῦτο καὶ τόπῳ περικλείεται,