1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

165

ἀλλὰ, Κατὰ κεφαλῆς ἔχων, δεικνὺς ὅτι κἂν γυμνῇ εὔχηται τῇ κεφαλῇ, κόμην δὲ ἔχῃ, ἴσος ἐστὶ τῷ κεκαλυμμένῳ. Ἡ γὰρ κόμη, φησὶν, ἀντὶ περιβολαίου δέδοται. Εἰ δὲ οὐ καλύπτεται γυνὴ, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω. Ἐν προοιμίοις μὲν γὰρ τὸ μὴ γυμνὴν ἔχειν τὴν κεφαλὴν ἀπαιτεῖ· προϊὼν δὲ καὶ τὸ διηνεκὲς αἰνίττεται λέγων, Ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ, καὶ τὸ μετ' ἐπιμελείας καὶ σπουδῆς ἁπάσης. Οὐδὲ γὰρ καλύπτεσθαι εἶπεν ἁπλῶς, ἀλλὰ κατακαλύπτεσθαι, ὥστε ἀκριβῶς πάντοθεν περιεστάλθαι. Καὶ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐντρέπει, σφοδρῶς καθαπτόμενος καὶ λέγων, Εἰ δὲ οὐ κατακαλύπτεται, καὶ κειράσθω. Εἰ γὰρ τὸ ἀπὸ τοῦ νόμου τοῦ Θεοῦ κάλυμμα τεθὲν ῥίπτεις, φησὶ, καὶ τὸ ἀπὸ τῆς φύσεως ῥῖψον. Εἰ δὲ λέγει τις, Καὶ πῶς ἂν εἴη τοῦτο αἰσχύνη τῇ γυναικὶ, εἰ εἰς τὴν δόξαν ἀναβαίνει τοῦ ἀνδρός; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἀναβαίνει, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπίπτει τιμῆς. Τὸ γὰρ μὴ εἴσω τῶν οἰκείων ὅρων μένειν καὶ τῶν τεθέντων παρὰ τοῦ Θεοῦ νόμων, ἀλλ' ὑπερβαίνειν, οὐκ ἐπίδοσίς ἐστιν, ἀλλ' ἐλάττωσις. Ὥσπερ γὰρ ὁ τῶν ἀλλοτρίων ἐφιέμενος, καὶ ἁρπάζων τὰ μὴ ἑαυτοῦ, οὐ πλέον τι προσέλαβεν, ἀλλ' ἠλάττωται καὶ ὃ εἶχεν ἀπολέσας, ὅπερ οὖν καὶ ἐν τῷ παραδείσῳ γέγονεν· οὕτω καὶ ἡ γυνὴ οὐ προσλαμβάνει τοῦ ἀνδρὸς τὴν εὐγένειαν, ἀλλὰ καὶ τὴν τῆς γυναικὸς ἀπόλλυσιν εὐσχημοσύνην. Καὶ οὐκ ἐντεῦθεν μόνον αὐτῇ τὰ τῆς αἰσχύνης, ἀλλὰ καὶ ἀπὸ τῆς πλεονεξίας. Λαβὼν τοίνυν τὸ ὡμολογημένον αἰσχρὸν, καὶ εἰπὼν, Εἰ δὲ αἰσχρὸν γυναικὶ κείρεσθαι ἢ ξυρᾶσθαι, τίθησι τὸ παρ' ἑαυτοῦ λοιπὸν λέγων, Κατακαλυπτέσθω. Καὶ οὐκ εἶπε, Κομάτω, ἀλλὰ, Κατακαλυπτέσθω, ἀμφότερα ταῦτα ἓν εἶναι νομοθετῶν, καὶ ἑκατέρωθεν αὐτὰ 61.218 κατασκευάζων, ἀπό τε τῶν νενομισμένων, ἀπό τε τῶν ἐναντίων. Τήν τε γὰρ περιβολὴν καὶ τὴν κόμην ἓν εἶναί φησι· τήν τε ἐξυρημένην καὶ τὴν γυμνὴν ἔχουσαν κεφαλὴν, τὸ αὐτὸ πάλιν· Ἓν γάρ ἐστι, φησὶ, καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. Εἰ δὲ λέγοι τις, Καὶ πῶς ἐστιν ἓν, εἴ γε αὕτη μὲν τὸ κάλυμμα τῆς φύσεως ἔχει, ἐκείνη δὲ ἡ ἐξυρημένη οὐδὲ τοῦτο; ἐροῦμεν ὅτι τῇ προαιρέσει κἀκεῖνο ἔῤῥιψε τῷ γυμνὴν ἔχειν τὴν κεφαλήν· εἰ δὲ μὴ γυμνὴν τῶν τριχῶν, τοῦτο τῆς φύσεώς ἐστιν, οὐκ ἐκείνης. Ὥστε καὶ ἡ ἐξυρημένη γυμνὴν ἔχει τὴν κεφαλὴν, κἀκείνη ὁμοίως. ∆ιὰ γὰρ τοῦτο τῇ φύσει ἐπέτρεψεν αὐτὴν σκεπάσαι, ἵνα καὶ ἀπ' ἐκείνης τοῦτο μαθοῦσα καλύπτηται. Εἶτα καὶ αἰτίαν τίθησιν, ὅπερ ἔφην πολλαχοῦ, καθάπερ ἐλευθέροις διαλεγόμενος. Τίς οὖν ἡ αἰτία; Ἀνὴρ μὲν γὰρ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Πάλιν ἑτέρα αὕτη αἰτία· οὐδὲ γὰρ ὅτι κεφαλὴν ἔχει τὸν Χριστὸν μόνον οὐκ ὀφείλει καλύπτεσθαι, φησὶ, τὴν κεφαλὴν, ἀλλ' ὅτι καὶ ἄρχει τῆς γυναικός. Τὸν γὰρ ἄρχοντα τῷ βασιλεῖ προσιόντα τὸ τῆς ἀρχῆς σύμβολον ἔχειν δεῖ. Ὥσπερ οὖν οὐδεὶς τῶν ἀρχόντων χωρὶς ζώνης καὶ χλανίδος τολμήσειεν ἂν φανῆναι τῷ τὸ διάδημα ἔχοντι· οὕτω μηδὲ σὺ χωρὶς τῶν συμβόλων τῆς ἀρχῆς, ὅπερ ἐστὶ τὸ μὴ καλύπτεσθαι, προσεύχου τῷ Θεῷ, ἵνα μὴ ὑβρίζῃς καὶ σαυτὸν καὶ τὸν τετιμηκότα. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῆς γυναικὸς εἴποι τις ἄν· καὶ γὰρ καὶ ἐκείνῃ ὕβρις τὸ μὴ ἔχειν τὰ σύμβολα τῆς ὑποταγῆς. Γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. Ἄρα φυσικὴ ἡ ἀρχὴ τοῦ ἀνδρός. Εἶτα ἐπειδὴ ἀπεφήνατο, καὶ λογισμοὺς καὶ αἰτίας τίθησι πάλιν ἑτέρας, ἐπὶ τὴν προτέραν σε ἄγων δημιουργίαν, καὶ λέγων οὕτως· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός. Εἰ δὲ τὸ ἔκ τινος εἶναι, δόξα ἐκείνου ἐξ οὗ ἐστι, πολλῷ μᾶλλον τὸ ἐοικότα εἶναι. Καὶ γὰρ οὐκ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλ' ἡ γυνὴ διὰ τὸν ἄνδρα. ∆ευτέρα αὕτη ὑπεροχὴ πάλιν, μᾶλλον δὲ καὶ τρίτη καὶ τετάρτη. Πρώτη, ὅτι κεφαλὴ ἡμῶν ὁ Χριστὸς, ἡμεῖς δὲ τῆς γυναικός· δευτέρα, ὅτι ἡμεῖς δόξα Θεοῦ, ἡμῶν δὲ ἡ γυνή· τρίτη, ὅτι οὐχ ἡμεῖς ἐκ τῆς γυναικὸς, ἀλλ' ἐκείνη ἐξ ἡμῶν· τετάρτη, ὅτι οὐχ ἡμεῖς δι' αὐτὴν, ἀλλ' ἐκείνη δι' ἡμᾶς. ∆ιὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς. ∆ιὰ τοῦτο, ποῖον; εἰπέ μοι. ∆ιὰ ταῦτα τὰ εἰρημένα ἅπαντα, φησὶ, μᾶλλον δὲ οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ ∆ιὰ τοὺς ἀγγέλους. Εἰ γὰρ τοῦ ἀνδρὸς