1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

169

πατραλοίου καὶ μητραλοίου ἴσον εἶναι φαίην ἄν. Εἰ γὰρ καὶ πατέρα καὶ μητέρα διὰ ταύτην ἀφεῖναι προσετάγημεν, οὐκ ἀδικοῦντες ἐκείνους, ἀλλὰ νόμον θεῖον πληροῦντες, καὶ τοῖς γεγεννηκόσιν αὐτοῖς οὕτω ποθεινὸν τοῦτο, ὡς καὶ αὐτοὺς τοὺς καταλιμπανομένους καὶ χάριν ἔχειν καὶ μετὰ πολλῆς ἀνύειν αὐτὸ τῆς σπουδῆς· πῶς οὐκ ἐσχάτης μανίας ταύτην ὑβρίζειν, δι' ἣν καὶ τοὺς γεγεννηκότας ὁ Θεὸς ἀφεῖναι ἐκέλευσεν; ἆρ' οὖν μανία μόνον τοῦτο; Τὴν δὲ αἰσχύνην, εἰπέ μοι, τίς οἴσει; ποῖος δὲ αὐτὴν παραστῆσαι δυνήσεται λόγος, ὅταν ὀλολυγαὶ καὶ κωκυτοὶ κατὰ τοὺς στενωποὺς φέρωνται, καὶ δρόμος ἐπὶ τὴν οἰκίαν τοῦ ταῦτα ἀσχημονοῦντος καὶ τῶν γειτόνων καὶ τῶν παριόντων, καθάπερ τινὸς θηρίου τὰ ἔνδον λυμαινομένου; Βέλτιον διαστῆναι τὴν γῆν τῷ τὰ τοιαῦτα παροινοῦντι, ἢ ἐπ' ἀγορᾶς αὐτὸν ὀφθῆναι λοιπόν. Ἀλλὰ θρασύνεται ἡ γυνὴ, φησίν. Ἀλλ' ἐννόησον ὅτι γυνὴ, τὸ ἀσθενὲς σκεῦος, σὺ δὲ ἀνήρ. ∆ιὰ γὰρ τοῦτο καὶ ἄρχων ἐχειροτονήθης, καὶ ἐν τάξει κεφαλῆς ἐδόθης, ἵνα φέρῃς τῆς ἀρχομένης τὴν ἀσθένειαν. Ποίησον τοίνυν λαμπράν σοι τὴν ἀρχήν· ἔσται δὲ λαμπρὰ, ὅταν τὸ ἀρχόμενον μὴ ἀτιμάζῃς. Καὶ καθάπερ ὁ βασιλεύων τοσούτῳ σεμνότερος φανεῖται, ὅσῳ ἂν τὸν ὕπαρχον σεμνότερον ἀποφήνῃ· ἂν δὲ ἀτιμάσῃ καὶ καταισχύνῃ τῆς ἀξίας ἐκείνης τὸ μέγεθος, καὶ τῆς ἑαυτοῦ δόξης οὐκ ὀλίγον ὑποτέμνεται μέρος· οὕτω καὶ σὺ ἂν τὴν μετὰ σὲ ἄρχουσαν ἀτιμάσῃς, οὐχ ὡς ἔτυχε λυμανεῖς σου τῆς ἀρχῆς τὴν τιμήν. Ταῦτα τοίνυν λογιζόμενος 61.223 ἅπαντα σωφρόνει, καὶ μετὰ τούτων καὶ τὴν ἑσπέραν ἐκείνην ἐννόει, καθ' ἣν καλέσας σε ὁ πατὴρ, ὥσπερ τινά σοι παρακαταθήκην τὴν θυγατέρα παρέδωκε, καὶ πάντων ἀποστήσας, καὶ μητρὸς καὶ αὑτοῦ καὶ οἰκίας, ὁλόκληρον αὐτῆς τὴν ἐπιτροπὴν ἐνεχείρισέ σου τῇ δεξιᾷ· ἐννόησον ὅτι μετὰ τὸν Θεὸν δι' αὐτῆς παῖδας ἔχεις καὶ πατὴρ γέγονας, καὶ γίνου καὶ ἐντεῦθεν ἥμερος πρὸς αὐτήν. ηʹ. Οὐχ ὁρᾷς τοὺς γεωργοὺς, πῶς τὴν ἅπαξ ὑποδεξαμένην τὰ σπέρματα γῆν θεραπεύουσι παντοδαπῷ θεραπείας τρόπῳ, κἂν μυρία ἐλαττώματα ἔχῃ, οἷον κἂν λυπρόγεως ᾖ, κἂν βοτάνας φέρῃ πονηρὰς, κἂν ὑπὸ ἐπομβρίας ἐπηρεάζηται τῇ φύσει τῆς θέσεως; Τοῦτο καὶ σὺ ποίει· οὕτω γὰρ πρότερος ἀπολαύσῃ καὶ τῶν καρπῶν καὶ τῆς γαλήνης· καὶ γὰρ λιμήν ἐστιν ἡ γυνὴ, καὶ φάρμακον εὐθυμίας μέγιστον. Ἂν μὲν οὖν τὸν λιμένα πνευμάτων ἀπαλλάξῃς καὶ κυμάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών· ἂν δὲ θορύβων καὶ ταραχῆς ἐμπλήσῃς, σαυτῷ χαλεπώτερον κατασκευάζεις τὸ ναυάγιον. Ἵν' οὖν τοῦτο μὴ γίνηται, τοῦτο ὃ λέγω γενέσθω· ὅταν τι συμβῇ λυπηρὸν κατὰ τὴν οἰκίαν, ἐκείνης ἁμαρτούσης, παραμυθοῦ, καὶ μὴ ἐπίτεινε τὴν λύπην. Κἂν γὰρ ἅπαντα ἀποβάλῃς, οὐδὲν λυπηρότερον τοῦ μὴ μετ' εὐνοίας ἔχειν γυναῖκα ἔνδον συνοικοῦσαν· κἂν ὁτιοῦν εἴπῃς ἁμάρτημα, οὐδὲν οὕτως ὀδυνηρότερον ἐρεῖς, οἷόν ἐστι τὸ πρὸς ἐκείνην στασιάζειν. Ὥστε καὶ διὰ ταῦτα πάντων ἔστω τιμιωτέρα ἡ ταύτης ἀγάπη. Εἰ γὰρ ἀλλήλων τὰ βάρη δεῖ βαστάζειν, πολλῷ μᾶλλον τῆς γυναικός. Κἂν πένησσα ᾖ, μὴ ὀνειδίσῃς· κἂν ἀνόητος ᾖ, μὴ ἐπέμβαινε, ἀλλὰ ῥύθμισον μᾶλλον· καὶ γὰρ μέλος ἐστὶ σὸν, καὶ σὰρξ ἐγένεσθε μία. Ἀλλὰ φλύαρός ἐστι καὶ μέθυσος καὶ ὀργίλος. Οὐκοῦν ἀλγεῖν ἐπὶ τούτοις, οὐκ ὀργίζεσθαι χρὴ, καὶ τὸν Θεὸν παρακαλεῖν, καὶ παραινεῖν αὐτῇ καὶ συμβουλεύειν, καὶ πάντα ποιεῖν, ὥστε ἐκκόψαι τὸ πάθος. Ἂν δὲ τύπτῃς, καὶ ἐπιτρίβῃς τὸ νόσημα, οὐ θεραπεύεται· θρασύτης γὰρ ἐπιεικείᾳ λύεται, οὐχ ἑτέρᾳ θρασύτητι. Μετὰ τούτων καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐννόει. Ὅταν γὰρ, ἐξόν σοι ἐκτεμεῖν αὐτὴν, μὴ ποιῇς τοῦτο διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλὰ φέρῃς ἐλαττώματα τοσαῦτα, δεδοικὼς τὸν ἐπὶ τούτοις κείμενον νόμον τὸν κωλύοντα ἐκβαλεῖν γυναῖκα, κἂν ὁτιοῦν ἔχῃ νόσημα, ἄφατον λήψῃ μισθόν· καὶ πρὸ τῶν μισθῶν δὲ τὰ μέγιστα 61.224 κερδανεῖς, ἐκείνην τε εὐπειθεστέραν κατασκευάζων, καὶ αὐτὸς ἐπιεικέστερος ταύτῃ γινόμενος. Λέγεται γοῦν τις καὶ τῶν ἔξωθεν φιλοσόφων μοχθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον, πρὸς τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, ὥστε γυμνάσιον καὶ