1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

173

πενομένων, ὅσον τοῦ διδασκάλου καὶ τῶν μαθητῶν· ἄπειρον γὰρ ἐκεῖνο. Καὶ τί λέγω τοῦ διδασκάλου καὶ τῶν μαθητῶν; ἐννόησον τὸ μέσον τοῦ διδασκάλου καὶ τοῦ προδότου. Ἀλλ' ὅμως καὶ αὐτὸς μετ' αὐτῶν κατεκλίνετο, καὶ οὐδὲ τοῦτον ἐξέβαλεν, ἀλλὰ καὶ ἁλῶν αὐτῷ μετέδωκε, καὶ τῶν μυστηρίων κοινωνὸν ἐποίησεν. γʹ. Εἶτα ἑρμηνεύει πῶς οὐκ ἔστι Κυριακὸν δεῖπνον φαγεῖν. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει, φησὶν, ἐν τῷ φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. Εἶδες πῶς ἔδειξεν αὐτοὺς καταισχύνοντας ἑαυτοὺς μᾶλλον; Τὸ γὰρ Κυριακὸν, ἰδιωτικὸν ποιοῦσιν, ὥστε αὐτοὶ πρῶτοί εἰσιν οἱ καθυβριζόμενοι, οἱ τῆς ἑαυτῶν τραπέζης τὸ μέγιστον ἀφαιροῦντες ἀξίωμα. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι τὸ Κυριακὸν δεῖπνον, τουτέστι, τὸ ∆εσποτικὸν, ὀφείλει κοινὸν εἶναι. Τὰ γὰρ τοῦ δεσπότου οὐχὶ τοῦδε μὲν ἔστι τοῦ οἰκέτου, τοῦδε δὲ οὐκ ἔστιν, ἀλλὰ κοινῇ πάντων. Τὸ οὖν Κυριακὸν τοῦτό φησι τὸ κοινόν. Εἰ γὰρ τοῦ ∆εσπότου σοῦ ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, οὐκ ὀφείλεις ὡς ἴδια ἀποσπᾷν, ἀλλ' ὡς τοῦ Κυρίου καὶ τοῦ ∆εσπότου ὄντα, κοινῇ πᾶσι προτιθέναι. Τοῦτο γάρ ἐστι Κυριακόν. Νῦν δὲ οὐκ ἀφίης αὐτὸ εἶναι Κυριακὸν, μὴ ἀφεὶς εἶναι κοινὸν, ἀλλὰ καθ' ἑαυτὸν ἑστιώμενος. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει. Καὶ οὐκ εἶπεν, Ἀποσχίζει, ἀλλὰ, Προλαμβάνει, ἠρέμα καὶ εἰς λαιμαργίαν αὐτοὺς καὶ εἰς προπέτειαν διαβάλλων. Τοῦτο γοῦν καὶ τὸ ἑξῆς δηλοῖ· εἰπὼν γὰρ τοῦτο, ἐπήγαγε πάλιν· Καὶ ὃς μὲν πεινᾶ, ὃς δὲ μεθύει· ἅπερ ἑκάτερα 61.228 ἀμετρίας ἦν, καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολή. Ἰδοὺ καὶ δεύτερον ἔγκλημα πάλιν αὐτοὺς ἐκείνους καταβλάπτον. Πρῶτον μὲν, ὅτι τὸ δεῖπνον αὐτῶν ἀτιμάζουσι· δεύτερον δὲ, ὅτι γαστρίζονται καὶ μεθύουσι· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ τῶν πενήτων πεινώντων. Ἃ γὰρ ἔμελλε κοινῇ πᾶσι προκεῖσθαι, ταῦτα οὗτοι μόνοι σιτούμενοι, καὶ εἰς ἀπληστίαν καὶ εἰς μέθην ἐξέβαινον. ∆ιὸ οὐδὲ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ κορέννυται, ἀλλὰ, Μεθύει. Τούτων δὲ ἕκαστον καὶ καθ' ἑαυτὸ μὲν κατηγορίας ἄξιον· καὶ γὰρ τὸ μεθύειν χωρὶς τοῦ παρορᾷν πένητας ἔγκλημα, καὶ τὸ παρορᾷν πένητας χωρὶς τοῦ μεθύειν κατηγορία· ὅταν δὲ καὶ ὁμοῦ συνημμένα ᾖ, ἐννόησον ὅση ἡ ὑπερβολὴ τῆς παρανομίας. Εἶτα δείξας τὴν ἀτοπίαν, μετὰ πολλοῦ λοιπὸν τοῦ θυμοῦ τὴν ἐπίπληξιν ἐπάγει, λέγων· Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ὁρᾷς πῶς ἀπὸ τῆς τῶν πενήτων ὕβρεως ἐπὶ τὴν Ἐκκλησίαν μετήγαγε τὸ ἔγκλημα, ἵνα φορτικώτερον ποιήσῃ τὸν λόγον; Ἰδοὺ τοίνυν καὶ τετάρτη κατηγορία, ὅταν μὴ πένητες μόνον, ἀλλὰ καὶ ἡ Ἐκκλησία ὑβρίζηται. Ὥσπερ γὰρ τὸ Κυριακὸν δεῖπνον ἰδιωτικὸν ποιεῖς, οὕτω καὶ τὸν τόπον πάλιν, ὡς οἰκίᾳ τῇ ἐκκλησίᾳ κεχρημένος. Ἐκκλησία γὰρ γέγονεν, οὐχ ἵνα διῃρημένοι ὦμεν οἱ συνελθόντες, ἀλλ' ἵνα οἱ διῃρημένοι συνημμένοι· καὶ τοῦτο ἡ σύνοδος δείκνυσι. Καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας. Οὐκ εἶπε, Καὶ λιμοκτονεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ πολὺ ἐντρεπτικώτερον, Καταισχύνετε, ἵνα δείξῃ ὅτι οὐ τροφῆς αὐτῷ τοσοῦτον μέλει, ὅσον τῆς ὕβρεως τῆς εἰς αὐτοὺς γινομένης. Ἰδοὺ καὶ πέμπτη κατηγορία, τὸ μὴ μόνον πεινῶντας περιορᾷν, ἀλλὰ καὶ καταισχύνειν αὐτούς. Τοῦτο δὲ ἔλεγεν, ὁμοῦ μὲν σεμνοποιῶν τὰ κατὰ τοὺς πένητας, καὶ δεικνὺς ὅτι οὐχ οὕτως ὑπὲρ τῆς γαστρὸς, ὡς ὑπὲρ τῆς αἰσχύνης ἀλγοῦσιν, ὁμοῦ δὲ καὶ εἰς ἔλεον ἐπισπώμενος τὸν ἀκροατήν. Τοσαῦτα τοίνυν δείξας τὰ ἄτοπα, ὕβριν εἰς τὸ δεῖπνον, ὕβριν εἰς τὴν ἐκκλησίαν, τὴν εἰς τοὺς πένητας γινομένην ὑπεροψίαν, χαλᾷ πάλιν τῆς ἐπιτιμήσεως τὸν τόνον ἀθρόον λέγων· Ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ. Ὃ καὶ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, ὅτι ἐπιπλῆξαι δέον σφοδρότερον μετὰ τὴν ἀπόδειξιν τῶν τοσούτων ἁμαρτημάτων καὶ καθάψασθαι, ὁ δὲ τοὐναντίον ποιεῖ μᾶλλον, ἀνίησι καὶ ἀναπνεῦσαι δίδωσι. Τί ποτ' οὖν ἐστι τὸ αἴτιον; Φορτικώτερον αὐτῶν καθήψατο τὴν κατηγορίαν αὐξήσας, καὶ ἰατρὸς ὢν ἄριστος καταλλήλως τοῖς τραύμασι τὴν τομὴν ἐπάγει, οὔτε τὰ βαθείας δεόμενα πληγῆς ἐξ ἐπιπολῆς τέμνων· (ἤκουσας γὰρ αὐτοῦ πῶς τὸν πεπορνευκότα