1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

175

ἀνάμνησιν ἐποίεις, ἐπλήγης ἂν ὑπὸ τοῦ συνειδότος, εἰ μὴ 61.230 τὸ ἔθος ἐπλήρωσας, καὶ πένητας ἐκάλεσας· τὴν δὲ τοῦ ∆εσπότου σου ποιῶν ἀνάμνησιν, οὐδὲ τραπέζης ἁπλῶς μεταδίδως; Τί δέ ἐστιν ὅ φησιν, ὅτι, Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστίν; Ἦν γὰρ καὶ τῆς παλαιᾶς διαθήκης ποτήριον, αἱ σπονδαὶ καὶ τὸ αἷμα τῶν ἀλόγων· καὶ γὰρ μετὰ τὸ θῦσαι ποτηρίῳ καὶ φιάλῃ τὸ αἷμα δεχόμενοι οὕτως ἔσπενδον. Ἐπεὶ οὖν ἀντὶ αἵματος ἀλόγων αἷμα εἰσήγαγε τὸ αὐτοῦ, ἵνα μή τις θορυβηθῇ τοῦτο ἀκούων, ἀνέμνησε τῆς παλαιᾶς θυσίας ἐκείνης. Εἶτα εἰπὼν περὶ τοῦ δείπνου ἐκείνου, συνάπτει τὰ παρόντα τοῖς τότε, ἵνα, ὡς ἐν αὐτῇ ἐκείνῃ τῇ ἑσπέρᾳ, καὶ ἐπ' αὐτῆς κείμενοι στιβάδος, καὶ παρ' αὐτοῦ τοῦ Χριστοῦ λαμβάνοντες τὴν θυσίαν ταύτην, οὕτω καὶ νῦν διακέωνται, καί φησιν· Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. Ὥσπερ γὰρ ὁ Χριστὸς καὶ ἐπὶ τοῦ ἄρτου καὶ ἐπὶ τοῦ ποτηρίου, Εἰς τὴν ἐμὴν ἀνάμνησιν ποιεῖτε τοῦτο, ἔφη, τὴν αἰτίαν ἐκκαλύπτων ἡμῖν τῆς τοῦ μυστηρίου δόσεως, καὶ μετὰ τῶν ἄλλων καὶ ταύτην εἶναι λέγων ἀρκοῦσαν ἡμῖν εἰς εὐλαβείας ὑπόθεσιν· ὅταν γὰρ ἐννοήσῃς τί πέπονθεν ὁ ∆εσπότης σου διὰ σὲ, φιλοσοφώτερος ἔσῃ· οὕτω καὶ ὁ Παῦλος ἐνταῦθά φησιν· Ὁσάκις ἂν ἐσθίητε, τὸν θάνατον αὐτοῦ καταγγέλλετε. Καὶ τοῦτο ἐκεῖνο τὸ δεῖπνόν ἐστιν. Εἶτα δεικνὺς ὅτι ἕως τῆς συντελείας αὐτὸ μένει, φησίν· Ἕως ἂν ἔλθῃ. Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον, ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τί δήποτε; Ὅτι ἐξέχεεν αὐτὸ, καὶ σφαγὴν τὸ πρᾶγμα ἀπέφηνεν, οὐκέτι θυσίαν. Ὥσπερ οὖν καὶ τότε οἱ κεντήσαντες οὐχ ἵνα πίωσιν ἐκέντησαν, ἀλλ' ἵνα ἐκχέωσιν· οὕτω καὶ ὁ ἀναξίως μετιὼν, καὶ μηδὲν ἐντεῦθεν καρπούμενος. Εἶδες πῶς φοβερὸν τὸν λόγον ἐποίησε, καὶ μεθ' ὑπερβολῆς αὐτῶν καθήψατο πάσης, δεικνὺς ὅτι εἰ οὕτω μέλλοιεν πίνειν, ἀναξίως μετέχουσι τῶν προκειμένων. Πῶς γὰρ οὐκ ἀναξίως, ὁ περιορῶν πεινῶντα; ὁ καταισχύνων πρὸς τῷ περιιδεῖν; Εἰ γὰρ τὸ μὴ δοῦναι πένησιν ἐκβάλλει τῆς βασιλείας, κἂν παρθένος ᾖ τις, μᾶλλον δὲ τὸ μὴ δαψιλῶς δοῦναι· καὶ γὰρ καὶ ἐκεῖναι ἔλαιον εἶχον, ἀλλὰ δαψιλὲς οὐκ εἶχον· τὸ καὶ τοσαῦτα ἄτοπα ἐργάσασθαι, ἐννόησον ἡλίκον ἔσται κακόν. εʹ. Ποῖα ἄτοπα; φησί. Τί λέγεις, ποῖα ἄτοπα; Τραπέζης μετέσχες τοιαύτης, καὶ πάντων ὀφείλων ἡμερώτερος εἶναι καὶ τῶν ἀγγέλων ἴσος, πάντων ὠμότερος γέγονας· αἵματος ἐγεύσω ∆εσποτικοῦ, καὶ τὸν ἀδελφὸν οὐδὲ οὕτως ἐπιγινώσκεις· καὶ ποίας ἄξιος εἶ συγγνώμης; Καίτοι εἰ καὶ πρὸ τούτου ἠγνόεις, ἀπὸ τῆς τραπέζης αὐτὸν ἐπιγνῶναι ἐχρῆν· νῦν δὲ καὶ αὐτὴν ἀτιμάζεις τὴν τράπεζαν, τὸν ἐκείνης καταξιωθέντα μέτοχον εἶναι τῶν σῶν οὐχ ἡγούμενος ἄξιον εἶναι σιτίων. Οὐκ ἤκουσας πόσα ἔπαθεν ὁ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν; πῶς δωρεὰν ἐξενεχθεῖσαν ἄκυρον ἐποίησεν; οὐκ ἐννοεῖς τίς ὢν τίς γέγονας; οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι τούτου τοῦ πένητος ἐν χρήμασι πολὺ πτωχότερος ἦς ἐν κατορθώμασι, μυρίων γέμων ἁμαρτημάτων; Ἀλλ' ὅμως πάντων σε ἐκείνων ἀπήλλαξεν ὁ Θεὸς, καὶ τραπέζης ἠξίωσε τοιαύτης· σὺ δὲ οὐδὲ οὕτω φιλανθρωπότερος γίνῃ. Οὐκοῦν οὐδὲν ἕτερον λείπεται, ἢ καὶ τό σε παραδοθῆναι τοῖς βασανισταῖς. Τούτων καὶ ἡμεῖς ἀκούσωμεν τῶν ῥημάτων πάντες, ὅσοι ἐνταῦθα μὲν 61.231 μετὰ τῶν πενήτων προσερχόμεθα τῇ ἱερᾷ τραπέζῃ ταύτῃ· ἐξελθόντες δὲ ἔξω, οὐδὲ ἑωρακέναι δοκοῦμεν αὐτοὺς, ἀλλὰ καὶ μεθύομεν καὶ πεινῶντας παρατρέχομεν· ἃ καὶ Κορίνθιοι τότε ἐνεκαλοῦντο; Καὶ πότε τοῦτο γίνεται; φησίν. Ἀεὶ μὲν, μάλιστα δὲ ἐν ταῖς ἑορταῖς, ὅτε μάλιστα γίνεσθαι οὐκ ἐχρῆν. Καὶ γὰρ τότε μετὰ τὴν κοινωνίαν εὐθέως μέθη διαδέχεται, καὶ πενήτων ὑπεροψία· καὶ τοῦ αἵματος μεταλαβὼν, ὅτε νηστείας σοι καιρὸς καὶ νήψεως, παροινεῖς καὶ κωμάζεις. Κἂν μέν τι χρηστὸν τύχῃς ἠριστηκὼς, φυλάττεις σαυτὸν, ὥστε μὴ ἑτέρῳ ἐδέσματι πονηρῷ λυμήνασθαι τὸ πρότερον· πνεῦμα δὲ ἑστιαθεὶς, σατανικὴν ἐπεισάγεις τρυφήν. Ἐννόησον, ὅτε μετέλαβον οἱ ἀπόστολοι τῶν ἱερῶν δείπνων ἐκείνων, τί