1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

177

τὸ σῶμα εὖ διακεισόμεθα, καὶ τὴν ψυχὴν ἐν ἀσφαλείᾳ καταστήσομεν, καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἀπαλλαγησόμεθα κακῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀπαλλαγέντας, τῆς βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΚΗʹ. ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ

ποτηρίου πι νέτω. αʹ. Τί βούλεται ταῦτα τὰ ῥήματα, ἑτέρας ὑποθέσεως τῆς προκειμένης οὔσης; Ἔθος τοῦτο τῷ Παύλῳ, 61.232 ὥσπερ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, μὴ μόνον ἐκεῖνα ἐργάζεσθαι, ἅπερ αὐτῷ προκείμενά ἐστιν, ἀλλὰ κἂν ἕτερος παρεμπέσῃ λόγος τῇ ὑποθέσει, καὶ τούτῳ μετὰ πολλῆς ἐπεξιέναι τῆς σπουδῆς, καὶ μάλιστα ὅταν περὶ σφόδρα ἀναγκαίων καὶ κατεπειγόντων ᾖ. 61.233 Καὶ γὰρ ὅτε τοῖς γεγαμηκόσι διελέγετο, καὶ ὁ τῶν οἰκετῶν αὐτῷ παρενέπεσε λόγος, σφόδρα γενναίως καὶ διὰ πολλῶν αὐτὸν κατεσκεύασε· καὶ ὅτε περὶ τοῦ μὴ δεῖν κρίνεσθαι ἐν τοῖς δικαστηρίοις ἔλεγε, καὶ τότε εἰς τὴν περὶ πλεονεξίας ἐμπεσὼν νουθεσίαν, πολλὰ καὶ περὶ ταύτης διελέχθη τῆς ὑποθέσεως· ὃ δὴ καὶ ἐνταῦθα πεποίηκεν. Ἐπειδὴ γὰρ ἅπαξ τῆς τῶν μυστηρίων ἐδεήθη μνήμης, ἀναγκαῖον εἶναι ἐνόμισεν ἐπεξελθεῖν τῇ ὑποθέσει· οὐδὲ γὰρ ἡ τυχοῦσα ἦν. ∆ιὸ καὶ σφόδρα φοβερῶς περὶ αὐτῆς διελέχθη, τὸ κεφάλαιον τῶν ἀγαθῶν κατασκευάζων, τὸ μετὰ καθαροῦ προσιέναι συνειδότος αὐτοῖς. Ὅθεν οὐδὲ τοῖς ἔμπροσθεν εἰρημένοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ταῦτα προστίθησι λέγων· ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν· ὃ καὶ ἐν τῇ δευτέρᾳ φησίν· Ἑαυτοὺς πειράζετε, ἑαυτοὺς δοκιμάζετε· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν νῦν, καιρῷ προσιόντες μᾶλλον, ἢ σπουδῇ γνώμης. Οὐ γὰρ ὅπως παρεσκευασμένοι καὶ τὰ κακὰ ἑαυτῶν ἐκκαθάραντες καὶ κατανύξεως πληρωθέντες προσέλθοιμεν σκοποῦμεν, ἀλλ' ὅπως ἐν ἑορταῖς, καὶ ἡνίκα ἂν ἅπαντες. Ἀλλ' οὐχ οὕτως ὁ Παῦλος ἐκέλευσεν, ἀλλ' ἕνα καιρὸν οἶδε προσόδου καὶ κοινωνίας, τοῦ συνειδότος τὴν καθαρότητα. Εἰ γὰρ αἰσθητῆς οὐκ ἄν ποτε μεταλάβοιμεν τραπέζης πυρέττοντες καὶ χυμῶν γέμοντες πονηρῶν, ὥστε μὴ ἀπολέσθαι· πολλῷ μᾶλλον ταύτης ἅπτεσθαι ἡμῖν οὐ θέμις μετὰ ἐπιθυμιῶν ἀτόπων, αἳ πυρετῶν εἰσι χαλεπώτεραι. Ὅταν δὲ ἐπιθυμίας ἀτόπους εἴπω, καὶ τὰς τῶν σωμάτων λέγω καὶ τὰς τῶν χρημάτων καὶ τὰς τῆς ὀργῆς καὶ τὰς τῆς μνησικακίας, καὶ πάσας ἁπλῶς τὰς ἀτόπους. Καὶ δεῖ τὸν προσιόντα, πάντα ἐξαντλήσαντα ταῦτα, οὕτω τῆς καθαρᾶς ἐκείνης ἅπτεσθαι θυσίας, καὶ μήτε ῥᾳθύμως διακείμενον καὶ ταλαιπώρως, ἀναγκάζεσθαι διὰ τὴν ἑορτὴν προσιέναι, μήτε αὖ κατανυγέντα καὶ παρεσκευασμένον, κωλύεσθαι διὰ τὸ μὴ εἶναι ἑορτήν. Ἑορτὴ γὰρ ἔργων ἀγαθῶν ἐστιν ἐπίδειξις, καὶ ψυχῆς εὐλάβεια, καὶ πολιτείας ἀκρίβεια· κἂν ταῦτα ἔχῃς, διαπαντὸς ἑορτάζειν δυνήσῃ, καὶ διαπαντὸς προσιέναι. ∆ιὰ τοῦτό φησι, ∆οκιμαζέτω δὲ ἑαυτὸν ἕκαστος, καὶ τότε προσίτω. Καὶ οὐχ ἕτερον ἑτέρῳ κελεύει δοκιμάσαι, ἀλλ' αὐτὸν ἑαυτὸν, ἀδημοσίευτον ποιῶν τὸ δικαστήριον, ἀμάρτυρον τὸν ἔλεγχον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, τοῦ Κυρίου κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί λέγεις; εἰπέ μοι· ἡ τοσούτων ἀγαθῶν αἰτία, καὶ ζωὴν βρύουσα τράπεζα, αὕτη κρῖμα γίνεται; Οὐ παρὰ τὴν αὐτῆς φύσιν, φησὶν, ἀλλὰ παρὰ τὴν τοῦ προσιόντος προαίρεσιν. Ὥσπερ γὰρ ἡ παρουσία αὐτοῦ, ἡ τὰ μεγάλα ἐκεῖνα καὶ ἀπόῤῥητα κομίσασα ἡμῖν ἀγαθὰ, τοὺς μὴ δεξαμένους αὐτὴν μᾶλλον κατέκρινεν· οὕτω καὶ τὰ μυστήρια μείζονος ἐφόδια κολάσεως γίνεται τοῖς ἀναξίως μετέχουσι. ∆ιὰ τί δὲ κρῖμα ἑαυτῷ ἐσθίει; Μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. Τουτέστι, Μὴ ἐξετάζων, μὴ ἐννοῶν, ὡς χρὴ, τὸ μέγεθος τῶν προκειμένων, μὴ λογιζόμενος τὸν ὄγκον τῆς δωρεᾶς. Εἰ γὰρ μάθοις ἀκριβῶς τίς ποτέ ἐστιν ὁ προκείμενος, καὶ τίς ὢν τίνι ἑαυτὸν