1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

178

δίδωσιν, οὐδενὸς ἑτέρου δεήσῃ λόγου, ἀλλ' ἀρκεῖ σοι τοῦτο εἰς ἅπασαν νῆψιν, εἰ μὴ σφόδρα εἴης ἀναπεπτωκώς. ∆ιὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἐνταῦθα λοιπὸν 61.234 οὐκέτι ἀπὸ ἑτέρων τὰ παραδείγματα φέρει, ὥσπερ ἐπὶ τῶν εἰδωλοθύτων ἐποίησε, τὰς παλαιὰς διηγούμενος ἱστορίας καὶ τὰς ἐν τῇ ἐρήμῳ πληγὰς, ἀλλ' ἀπ' αὐτῶν τῶν Κορινθίων, ὅπερ καὶ πληκτικώτερον ἐποίει τὸν λόγον. Ἐπειδὴ γὰρ ἔλεγε, Κρῖμα ἑαυτῷ ἐσθίει, καὶ, Ἔνοχός ἐστιν, ἵνα μὴ δοκῇ ῥήματα λέγειν, καὶ ἔργα δείκνυσι καὶ μάρτυρας αὐτοὺς καλεῖ, ὅπερ μᾶλλον τοῦ ἀπειλῆσαι καθικνεῖται, τῷ δεῖξαι εἰς ἔργον τὴν ἀπειλὴν ἐξελθοῦσαν. Οὐ μὴν τούτοις ἠρκέσθη μόνοις, ἀλλ' ἀπὸ τούτων καὶ τὸν περὶ τῆς γεέννης εἰσήγαγε καὶ ἐπιστώσατο λόγον, ἀμφοτέρωθεν φοβῶν, καὶ ζήτημα πανταχοῦ περιφερόμενον λύων. Ἐπειδὴ γὰρ πολλοὶ πρὸς ἀλλήλους ἀποροῦσι, πόθεν οἱ ἄωροι θάνατοι, πόθεν αἱ μακραὶ νόσοι, λέγει ὅτι ἐξ ἁμαρτημάτων πολλὰ τούτων τῶν ἀδοκήτων τὴν ὑπόθεσιν ἔχει. βʹ. Τί οὖν οἱ ὑγιαίνοντες, φησὶ, διηνεκῶς, καὶ εἰς γῆρας ἐρχόμενοι λιπαρὸν, οὐχ ἁμαρτάνουσι; Καὶ τίς ἂν τοῦτο εἴποι; Πῶς οὖν, φησὶν, οὐ διδόασι δίκην; Ὅτι ἐκεῖ δώσουσι χαλεπωτέραν. Ἡμεῖς δὲ, εἰ ἐβουλόμεθα, οὐδ' ἂν ἐνταῦθα, οὐδ' ἂν ἐκεῖσε ἐδώκαμεν. Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, φησὶν, οὐκ ἂν ἐκρινόμεθα. Καὶ οὐκ εἶπεν, Εἰ ἐκολάζομεν ἑαυτοὺς, Εἰ ἐτιμωρούμεθα, ἀλλὰ μόνον, Εἰ ἐπιγνῶναι τὰ ἁμαρτήματα ἐβουλήθημεν, εἰ καταδικάσαι ἑαυτοὺς, εἰ καταγνῶναι τῶν πεπλημμελημένων, ἀπελλάγημεν ἂν καὶ τῆς ἐνταῦθα καὶ τῆς ἐκεῖσε τιμωρίας. Ὁ γὰρ καταγνοὺς ἑαυτοῦ, διπλῇ τὸν Θεὸν ἐξιλεοῦται, καὶ τῷ ἐπιγνῶναι τὰ ἁμαρτήματα, καὶ τῷ πρὸς τὸ μέλλον ὀκνηρότερος γίνεσθαι. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο τὸ κοῦφον βουλόμεθα ποιεῖν, ὡς χρὴ ποιεῖν, οὐδὲ οὕτως ἡμᾶς μετὰ τῆς οἰκουμένης κολάζειν ἀνέχεται, ἀλλὰ καὶ οὕτω φείδεται, ἐνταῦθα δίκην ἀπαιτῶν, οὗ πρόσκαιρος ἡ τιμωρία καὶ πολλὴ ἡ παραμυθία· καὶ γὰρ ἁμαρτημάτων ἀπαλλαγὴ τὸ γινόμενον, καὶ χρηστὴ τῶν μελλόντων ἐλπὶς κουφίζουσα τὰ παρόντα. Ταῦτα δὲ λέγει, ὁμοῦ μὲν παραμυθούμενος τοὺς ἀῤῥώστους, ὁμοῦ δὲ τοὺς ἄλλους σπουδαιοτέρους ποιῶν. ∆ιό φησι· Νυνὶ δὲ κρινόμενοι, ὑπὸ Κυρίου παιδευόμεθα. Οὐκ εἶπε, Κολαζόμεθα, οὐκ εἶπε, Τιμωρούμεθα, ἀλλὰ, Παιδευόμεθα· νουθεσίας γὰρ μᾶλλόν ἐστιν ἢ καταδίκης τὸ γινόμενον, ἰατρείας ἢ τιμωρίας, διορθώσεως ἢ κολάσεως. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῇ ἀπειλῇ τοῦ μείζονος κοῦφον τὸ παρὸν ποιεῖ, λέγων· Ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἶδες πῶς καὶ τὴν γέενναν ἐπέστησε, καὶ τὸ φρικτὸν ἐκεῖνο δικαστήριον, καὶ ἀναγκαῖον ἔδειξε καὶ πάντως ἐσομένην τὴν ἐξέτασιν ἐκείνην καὶ τὴν τιμωρίαν; Εἰ γὰρ οἱ πιστοὶ καὶ τῷ Θεῷ περισπούδαστοι οὐκ ἀτιμωρητὶ διαφεύγουσιν ἐν οἷς ἂν πλημμελήσωσι, καὶ δῆλον ἐκ τῶν παρόντων, πολλῷ μᾶλλον οἱ ἄπιστοι καὶ οἱ τὰ ἀνήκεστα καὶ ἀνίατα ἁμαρτόντες. Ὥστε συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Ἔτι γὰρ ἀκμάζοντος αὐτοῖς τοῦ φόβου, καὶ τοῦ τρόμου μένοντος τοῦ τῆς γεέννης, βούλεται πάλιν τὴν ὑπὲρ τῶν πενήτων εἰσαγαγεῖν παραίνεσιν, δι' ἣν ἅπαντα ταῦτα εἴρηκε, δεικνὺς ὅτι τοῦτο μὴ ποιοῦντας ἀναξίως ἐστὶ μεταλαμβάνειν. Εἰ δὲ τὸ μὴ μεταδοῦναι τῶν ὄντων εἴργει τῆς τραπέζης ἐκείνης, πολλῷ μᾶλλον τὸ ἁρπάζειν. Καὶ οὐκ εἶπεν, Ὥστε συνερχόμενοι μετάδοτε τοῖς δεομένοις, ἀλλ' ὃ σεμνότερον ἦν, Ἀλλήλους ἐκδέχεσθε. Τοῦτο γὰρ καὶ ἐκεῖνο κατεσκεύαζε καὶ ᾐνίττετο, καὶ μετὰ τοῦ πρέποντος σχήματος τὴν παραίνεσιν εἰσήγαγεν. Εἶτα λοιπὸν ἐντρεπτικῶς· Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω. Ἐπιτρέψας ἐκώλυσε, καὶ 61.235 σφοδρότερον ἢ εἰ ἀπηγόρευσε. Τῆς γὰρ ἐκκλησίας αὐτὸν ἐξήγαγε, καὶ εἰς τὴν οἰκίαν παρέπεμψε, ταύτῃ καθαπτόμενος σφοδρῶς, καὶ κωμῳδῶν αὐτοὺς ὡς δούλους γαστρὸς καὶ ἀκαρτερήτους. Οὐδὲ γὰρ εἶπεν, Εἴ τις ὑπερορᾷ τῶν πενήτων, ἀλλ', Εἴ τις πεινᾷ, ὡς πρὸς παιδία δυσανασχετοῦντα διαλεγόμενος, ὡς πρὸς ἄλογα γαστρὶ δουλεύοντα. Καὶ γὰρ πολὺς ὁ γέλως, εἰ διὰ τὸ πεινῇν ἔμελλον οἴκοι ἐσθίειν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ ἐπήγαγεν ἕτερον φοβερώτερον, λέγων· Ἵνα μὴ εἰς κρῖμα συνέρχησθε· ἵνα μὴ εἰς