1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

185

κατηχουμένων 61.243 ἂν εἴποιμεν; εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, τί ἂν εἴποιμεν περὶ τούτων, ὀνομαζόντων μὲν αὐτοῦ τὸ ὄνομα, Πνεύματος δὲ ἀπεστερημένων; Ἀλλ' οὐ περὶ τούτων ὁ λόγος αὐτῷ νῦν· οὐ γὰρ ἦσαν κατηχούμενοι τότε· ἀλλὰ περὶ πιστῶν καὶ ἀπίστων. Τί οὖν οὐδεὶς δαίμων ὀνομάζει τὸν Θεόν; οὐχὶ οἱ δαιμονῶντες ἔλεγον, Οἴδαμέν σε τίς εἶ, ὁ Υἱὸς τοῦ Θεοῦ; οὐχὶ Παύλῳ ἔλεγον, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν; Ἀλλὰ μαστιζόμενοι, ἀλλ' ἀναγκαζόμενοι· ἑκόντες δὲ καὶ μὴ μαστιγούμενοι, οὐδαμοῦ. Ἄξιον δὲ ἐνταῦθα ζητῆσαι, διὰ τί καὶ ὁ δαίμων ταῦτα ἐφθέγγετο, καὶ Παῦλος ἐπετίμησε. Τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος· καὶ γὰρ καὶ ὁ Χριστὸς ἐπετίμησεν· οὐδὲ γὰρ ἐβούλετο παρ' ἐκείνων τὴν μαρτυρίαν ἔχειν. Τίνος δὲ ἕνεκεν καὶ ὁ δαίμων ἐποίει τοῦτο; Βουλόμενος συγχεῖν τῶν πραγμάτων τὴν τάξιν, καὶ ἁρπάσαι τῶν ἀποστόλων τὸ ἀξίωμα, καὶ πεῖσαι πολλοὺς προσέχειν αὐτῷ· ὅπερ εἰ ἐγεγόνει, ῥᾳδίως ἂν ἐντεῦθεν ἀξιόπιστοι φανέντες, καὶ τὰ παρ' ἑαυτῶν ἐπεισήγαγον ἄν. Ἵν' οὖν μὴ τοῦτο γένηται μηδὲ ἀρχὴν ἡ ἀπάτη λάβῃ, καὶ τὰ ἀληθῆ λέγοντας ἐπιστομίζει, ὥστε ἐν τοῖς ψεύδεσι μηδ' ὅλως τινὰ αὐτοῖς προσέχειν, ἀλλὰ καθόλου πρὸς τὰ λεγόμενα παρ' αὐτῶν ἀποφράττειν τὰς ἀκοάς. ∆ήλους τοίνυν ποιήσας τοὺς μάντεις καὶ τοὺς προφήτας ἀπό τε τοῦ προτέρου καὶ τοῦ δευτέρου σημείου, λοιπὸν περὶ τῶν θαυμάτων διαλέγεται, οὐχ ἁπλῶς εἰς τοῦτον παρελθὼν τὸν λόγον, ἀλλ' ὥστε τὴν ἐντεῦθεν γενομένην διάστασιν ἀνελεῖν, καὶ πεῖσαι καὶ τοὺς τὸ ἔλαττον ἔχοντας μὴ ἀλγεῖν, καὶ τοὺς τὰ μείζονα κεκτημένους μὴ ἐπαίρεσθαι. ∆ιὸ καὶ οὕτως ἤρξατο· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ θεραπεύει πρῶτον τὸν τὸ ἔλαττον ἔχοντα χάρισμα, καὶ διὰ τοῦτο ἀλγοῦντα. Τίνος γὰρ ἕνεκεν, φησὶν, ἀθυμεῖς; ὅτι οὐκ ἔλαβες ὅσον ἕτερος; ἀλλ' ἐννόησον ὅτι χάρισμά ἐστι, καὶ οὐκ ὀφειλὴ, καὶ παραμυθήσῃ τὴν ὀδύνην. ∆ιὰ τοῦτο εὐθέως εἶπεν οὕτω· ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσί. Καὶ οὐκ εἶπε, σημείων, οὐδὲ, θαυμάτων, ἀλλὰ, χαρισμάτων, τῷ ὀνόματι τῆς δωρεᾶς πείθων μὴ μόνον μὴ ἀλγεῖν, ἀλλὰ καὶ χάριν εἰδέναι. Καὶ μετὰ τούτου κἀκεῖνο λογίζου, φησὶν, ὅτι εἰ καὶ τῷ μέτρῳ ἠλάττωσαι τοῦ δοθέντος, τῷ καταξιωθῆναι λαβεῖν ἐκεῖθεν, ὅθεν καὶ ὁ τὸ πλέον λαβὼν, τὴν ἴσην ἔχεις τιμήν. Οὐ γὰρ δή που ἔχοις ἂν εἰπεῖν, ὅτι ἐκείνῳ μὲν ἐχαρίσατο τὸ Πνεῦμα, σοὶ δὲ ἄγγελος· καὶ γὰρ σοὶ κἀκείνῳ τὸ Πνεῦμα. ∆ιὸ ἐπήγαγε, Τὸ δὲ αὐτὸ Πνεῦμα. γʹ. Ὥστε εἰ καὶ ἐν τῇ δόσει διαφορὰ, ἀλλ' οὐκ ἐν τῷ δεδωκότι διαφορά· ἀπὸ γὰρ τῆς αὐτῆς πηγῆς καὶ σὺ κἀκεῖνος ἀρύεσθε. Καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Λιπαίνων γὰρ τὴν παραμυθίαν, καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα προστίθησι. Καὶ ἑτέρῳ πάλιν ὀνόματι καλεῖ τὰς δωρεὰς ταύτας, πλείονα κἀντεῦθεν παραμυθίαν ἐπινοῶν· διὸ καὶ οὕτως εἶπε, ∆ιαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Ὁ μὲν γὰρ χάρισμα ἀκούσας, καὶ ἔλαττον λαβὼν, ἴσως ἂν ἀλγήσῃ· ὁ δὲ διακονίαν, οὐχ ὁμοίως· πόνου γὰρ ἐνδεικτικὸν τὸ πρᾶγμα καὶ ἱδρῶτος. Τί τοίνυν ἀλγεῖς, φησὶν, εἰ ἕτερον πλείονα πονῆσαι ἐκέλευσε, σοῦ φεισάμενος; Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. Καὶ τί ἐστιν ἐνέργημα; 61.244 τί δὲ χάρισμα; φησί· τί δὲ διακονία; Ὀνομάτων διαφοραὶ μόνον, ἐπεὶ πράγματα τὰ αὐτά. Ὃ γάρ ἐστι χάρισμα, τοῦτο διακονία, τοῦτο καὶ ἐνέργειαν λέγει· Τὴν γὰρ διακονίαν σου, φησὶ, πληροφόρησον· καὶ, Τὴν διακονίαν μου δοξάζω. Καὶ Τιμοθέῳ γράφων φησί· ∆ι' ἣν αἰτίαν ἀναμιμνήσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοί· καὶ Γαλάταις πάλιν ἐπιστέλλων ἔλεγεν· Ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη. Ὁρᾷς ὅτι οὐδεμίαν διαφορὰν δείκνυσιν ἐν ταῖς δωρεαῖς Πατρὸς καὶ Πνεύματος ἁγίου; οὐ τὰς ὑποστάσεις συναλείφων, μὴ γένοιτο, ἀλλὰ τῆς οὐσίας τὴν ὁμοτιμίαν ἐμφαίνων. Ὅπερ γὰρ τὸ Πνεῦμα χαρίζεται, τοῦτο καὶ τὸν Θεὸν ἐνεργεῖν, τοῦτο καὶ τὸν Υἱὸν διατάττειν καὶ παρέχειν φησί. Καίτοι γε εἰ ἔλαττον ἦν τοῦτο