1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

189

περικειμένῳ κόσμῳ, τὴν μὲν ὡραίαν γυναῖκα καὶ φυσικὸν κάλλος κεκτημένην ἰδὼν παραδράμοι· τὴν δὲ αἰσχρὰν καὶ δυσειδῆ καὶ τὸ σῶμα ἀνάπηρον, καλὰ ἱμάτια ἔχουσαν θεασάμενος, γυναῖκα ἀγάγοιτο. Τοιοῦτόν τι καὶ νῦν περὶ τὴν ἀρετὴν καὶ τὴν κακίαν πάσχουσιν οἱ πολλοὶ, τὴν μὲν αἰσχρὰν φύσει προσιέμενοι διὰ τὸν ἔξωθεν αὐτῆς κόσμον, τὴν δὲ ὡραίαν καὶ εὔμορφον ἀποστρεφόμενοι διὰ τὸ γυμνὸν αὐτῆς κάλλος, δι' ὃ μάλιστα αὐτὴν ἑλέσθαι ἐχρῆν. ʹ. ∆ιὰ τοῦτο αἰσχύνομαι, ὅτι παρ' Ἕλλησι μὲν τοῖς ἀνοήτοις εἰσὶν οἱ ταῦτα φιλοσοφοῦντες, εἰ καὶ μὴ πράγμασιν, ἀλλὰ τῇ γνώμῃ γοῦν τέως, καὶ εἰδότες τὸ τῶν παρόντων ἐπίκηρον· παρ' ἡμῖν δὲ ἔνιοι οὐδὲ ταῦτα ἐπίστανται, ἀλλὰ καὶ τὴν κρίσιν αὐτὴν διεφθαρμένην ἔχουσι, καὶ ταῦτα ἄνω καὶ κάτω τῆς Γραφῆς ἐπᾳδούσης ἡμῖν καὶ λεγούσης· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει. Φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλε. Τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Μὴ παραζήλου ἐν τοῖς πονηρευομένοις· μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος. Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθ' ἑκάστην ἀκούοντες τὴν ἡμέραν, ἔτι τῇ γῇ προσηλώμεθα. Καὶ καθάπερ παιδία ἀμαθῆ συνεχῶς τὰ στοιχεῖα μανθάνοντα, ἐπειδὰν διεσπαρμένως ἐξετάζηται περὶ τῆς ἐκείνων τάξεως, ἕτερα ἀνθ' ἑτέρου λέγοντα πολὺν κινεῖ τὸν γέλωτα· οὕτω καὶ ὑμεῖς, ὅταν μὲν ἐνταῦθα κατὰ τάξιν αὐτὰ ὑμῖν καταλέξωμεν, ὁπωσδήποτε παρακολουθεῖτε· ὅταν δὲ ἔξω διεσπαρμένως ὑμᾶς ἐρωτήσωμεν, ποῖα μὲν πρῶτα, ποῖα δὲ δεύτερα τῶν πραγμάτων τάττειν ἄξιον, καὶ τίνα μετὰ τίνα, οὐκ εἰδότες εἰπεῖν, καταγέλαστοι γίνεσθε. Ἦ οὐ πολλοῦ γέλωτος, εἰπέ μοι, ἀθανασίαν προσδοκῶντας, καὶ τὰ ἀγαθὰ, ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, περὶ τῶν ἐνταῦθα μενόντων φιλονεικεῖν, καὶ ζηλωτὰ αὐτὰ εἶναι νομίζειν; Εἰ γὰρ ἔτι ταῦτα χρείαν ἔχεις μανθάνειν, ὅτι οὐδὲν μέγα πλοῦτος, ὅτι σκιὰ τὰ παρόντα καὶ ὄναρ, ὅτι καπνοῦ δίκην διαλύεται καὶ ἀφίπταται· ἔξω τῶν ἀδύτων στῆθι τέως, ἐν τοῖς προπυλαίοις μένε· οὔπω γὰρ τῆς εἰσόδου τῆς πρὸς τὰ ἄνω βασίλεια ἄξιος γέγονας. Εἰ γὰρ τὴν φύσιν αὐτῶν διακρίνειν οὐκ οἶσθα τὴν ἄστατον καὶ διηνεκῶς ῥέουσαν, πότε αὐτῶν ὑπεριδεῖν δυνήσῃ; εἰ δὲ λέγεις εἰδέναι, παῦσαι πολυπραγμονῶν καὶ περιεργαζόμενος, τί δήποτε ὁ δεῖνα πλούσιος, καὶ ὁ δεῖνα πένης. Ταὐτὸν γὰρ ποιεῖς ταῦτα ἐρωτῶν, ὡσανεὶ περιιὼν ἐπυνθάνου, τί δήποτε ὁ δεῖνα λευκὸς καὶ ὁ δεῖνα μέλας, ἢ ὁ δεῖνα γρυπὸς καὶ ὁ δεῖνα σιμός. Ὥσπερ γὰρ οὐδὲν ταῦτα ἡμῖν διαφέρει, ἄν τε οὕτως, ἄν τε ἐκείνως ἔχῃ, οὕτως οὐδὲ τὸ πένεσθαι καὶ πλουτεῖν, καὶ πολλῷ μᾶλλον ἢ ἐκεῖνα· ἀλλὰ τὸ πᾶν παρὰ τὸν τῆς χρήσεως γίνεται τρόπον. Κἂν πένης ᾖς, δύνασαι μετὰ εὐθυμίας ζῇν φιλοσοφῶν· κἂν πλούσιος ᾖς, πάντων ἀθλιώτερος εἶ φεύγων ἀρετήν. Τὰ γὰρ διαφέροντα ἡμῖν ταῦτα, τὰ τῆς ἀρετῆς· κἂν 61.249 ταῦτα μὴ προσῇ, τῶν ἄλλων οὐδὲν ὄφελος. ∆ιὰ τοῦτο καὶ αἱ πυκναὶ αὗται ἐρωτήσεις, ὅτι τὰ μὲν ἀδιάφορα διαφέρειν αὐτοῖς νομίζουσιν, οἱ πολλοὶ, τῶν δὲ διαφερόντων οὐδένα ποιοῦνται λόγον. Τὸ γὰρ διαφέρον ἡμῖν, ἀρετὴ καὶ φιλοσοφία. Ἐπεὶ οὖν ταύτης πόῤῥω που καὶ μακρὰν ἑστήκατε, διὰ τοῦτο θόρυβος τῶν λογισμῶν, διὰ τοῦτο τὰ πολλὰ κύματα, διὰ τοῦτο ἡ ζάλη. Ὅταν γὰρ τῆς ἄνω δόξης ἐκπέσωσι καὶ τοῦ τῶν οὐρανῶν ἔρωτος, τῆς παρούσης ἐφίενται, καὶ γίνονται δοῦλοι καὶ αἰχμάλωτοι. Καὶ πόθεν ταύτης ἐφιέμεθα, φησίν; Ἀπὸ τοῦ μὴ σφόδρα ἐκείνης ἐφίεσθαι. Αὐτὸ δὲ τοῦτο πόθεν συμβαίνει; Ἀπὸ ῥᾳθυμίας· ἡ δὲ ῥᾳθυμία πόθεν; Ἀπὸ καταφρονήσεως· ἡ δὲ κατα 61.250 φρόνησις πόθεν; Ἐξ ἀνοίας καὶ τοῦ τοῖς παροῦσι προστετηκέναι, καὶ μὴ βούλεσθαι τῶν πραγμάτων ἐξετάζειν μετὰ ἀκριβείας τὴν φύσιν. Αὐτὸ δὲ τοῦτο πόθεν συμβαίνει πάλιν; Ἐκ τοῦ μήτε Γραφῶν ἀναγνώσει προσέχειν, μήτε ἀνδράσι συγγίνεσθαι ἁγίοις, καὶ τοὺς τῶν πονηρῶν συλλόγους διώκειν. Ἵν' οὖν μὴ ἀεὶ τοῦτο γίνηται, καὶ κύματα ἐκ κυμάτων ἡμᾶς δεχόμενα εἰς τὸ πέλαγος ἀπαγάγῃ τῶν κακῶν καὶ καταπνίξῃ καὶ ἀπολέσῃ πάντῃ,