1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

191

σῶμα καὶ κεφαλὴ εἷς ἐστιν ἄνθρωπος, οὕτω τὴν Ἐκκλησίαν καὶ τὸν Χριστὸν ἓν ἔφησεν εἶναι. ∆ιὸ καὶ τὸν Χριστὸν ἀντὶ τῆς Ἐκκλησίας τέθεικε, τὸ σῶμα αὐτοῦ οὕτως ὀνομάζων. Ὥσπερ οὖν, φησὶν, ἕν τι ἐστὶ τὸ ἡμέτερον σῶμα, εἰ καὶ ἐκ πολλῶν σύγκειται· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ ἕν τι πάντες ἐσμέν. Εἰ γὰρ καὶ ἐκ πολλῶν αὕτη σύγκειται μελῶν, ἀλλὰ τὰ πολλὰ ταῦτα ἓν γίνεται σῶμα. Ἀνακτησάμενος τοίνυν καὶ ἀναγαγὼν τὸν δοκοῦντα ἠλλαττῶσθαι ἀπὸ τοῦ κοινοῦ τούτου παραδείγματος, πάλιν τὴν κοινὴν συνήθειαν ἀφίησι, καὶ ἐφ' ἕτερον ἔρχεται κεφάλαιον πνευματικὸν μείζονα φέρον τὴν παράκλησιν, καὶ πολλῆς ἰσοτιμίας ὂν ἐνδεικτικόν. Ποῖον δὴ τοῦτο; Καὶ γὰρ ἐν ἑνὶ Πνεύματι, φησὶ, πάντες ἡμεῖς εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ κατασκευάσαν ἡμᾶς ἓν σῶμα γενέσθαι, καὶ ἀναγεννῆσαν ἡμᾶς, ἕν ἐστι Πνεῦμα· οὐ γὰρ ἐν ἄλλῳ μὲν 61.251 οὗτος, ἐν ἄλλῳ δὲ ὁ ἕτερος ἐβαπτίσθη πνεύματι. Οὐ μόνον δὲ τὸ βαπτίσαν ἡμᾶς ἓν, ἀλλὰ καὶ εἰς ὃ ἐβάπτισεν, τουτέστιν, ἐφ' ᾧ ἐβάπτισεν, ἕν. Οὐ γὰρ ἵνα διάφορα γένηται σώματα, ἀλλ' ἵνα πάντες τὴν ἑνὸς σώματος ἀκρίβειαν πρὸς ἀλλήλους διασώζωμεν, ἐβαπτίσθημεν· τουτέστιν, ἵνα πάντες ἓν σῶμα ὦμεν, εἰς τοῦτο ἐβαπτίσθημεν. βʹ. Ὥστε καὶ ὁ κατασκευάσας, εἷς, καὶ εἰς ὃ κατεσκεύασεν, ἕν. Καὶ οὐκ εἶπε, Τοῦ αὐτοῦ σώματος ἵνα γενώμεθα, ἀλλ', Ἵνα ἓν σῶμα πάντες· ἀεὶ γὰρ φιλονεικεῖ τὰς ἐμφαντικωτέρας λέξεις τιθέναι. Καὶ καλῶς εἶπε, Πάντες ἡμεῖς, καὶ ἑαυτὸν προστιθείς. Οὐδὲ γὰρ ἐγὼ ὁ ἀπόστολος σοῦ τι πλέον ἔχω κατὰ τοῦτο, φησί· καὶ γὰρ σὺ σῶμα εἶ καθάπερ ἐγὼ, καὶ ἐγὼ καθάπερ σὺ, καὶ τὴν αὐτὴν ἅπαντες ἔχομεν κεφαλὴν, καὶ τὰς αὐτὰς ἐλύσαμεν ὠδῖνας· διὸ καὶ τὸ αὐτὸ σῶμά ἐσμεν. Καὶ τί λέγω, φησὶν, Ἰουδαίους; τοὺς γὰρ τοσοῦτον ἀφεστηκότας ἡμῶν Ἕλληνας εἰς ἑνὸς σώματος ἀκρίβειαν ἤγαγε. ∆ιὸ εἰπὼν, Ἡμεῖς πάντες, οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν· Εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι. Εἰ δὲ πρὸ τούτου τοσοῦτον ἀφεστηκότες ἡνώθημεν καὶ ἐγενόμεθα ἓν, πολλῷ μᾶλλον μετὰ τὸ γενέσθαι ἓν, οὐκ ἂν εἴημεν δίκαιοι λυπεῖσθαι καὶ ἀθυμεῖν· οὐδὲ γὰρ ἔχει χώραν ἡ διαφορά. Εἰ γὰρ Ἕλληνας καὶ Ἰουδαίους τῶν αὐτῶν ἠξίωσε, καὶ δούλους καὶ ἐλευθέρους, πῶς μετὰ τὸ ἀξιῶσαι διίστησιν, ὅτε πλείονα ἐκ τῆς τῶν χαρισμάτων χορηγίας τῆς ἑνώσεως τὴν ἀκρίβειαν ἐχαρίσατο; Καὶ πάντες εἰς ἓν Πνεῦμα ἐποτίσθημεν. Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Τουτέστι, πρὸς τὴν αὐτὴν ἤλθομεν μυσταγωγίαν, τῆς αὐτῆς ἀπολαύομεν τραπέζης. Καὶ διὰ τί μὴ εἶπε, Τὸ αὐτὸ σῶμα τρεφόμεθα, καὶ τὸ αὐτὸ αἷμα πίνομεν; Ὅτι Πνεῦμα εἰπὼν, ἀμφότερα ἐδήλωσε καὶ τὸ αἷμα καὶ τὴν σάρκα· δι' ἀμφοτέρων γὰρ ἓν πνεῦμα ποτιζόμεθα. Ἐμοὶ δὲ δοκεῖ νῦν ἐκείνην λέγειν τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, τὴν ἀπὸ τοῦ βαπτίσματος καὶ πρὸ τῶν μυστηρίων ἐγγινομένην ἡμῖν. Ἐποτίσθημεν δὲ εἶπεν, ἐπειδὴ ἡ μεταφορὰ τῆς λέξεως σφόδρα ἁρμόδιος αὐτῷ πρὸς τὴν προκειμένην ὑπόθεσιν· ὡς ἂν εἰ ἐπὶ φυτῶν καὶ παραδείσου ἔλεγεν, ὅτι Ἀπὸ τῆς αὐτῆς πηγῆς πάντα τὰ δένδρα ἄρδεται, ὅτι ἀπὸ τοῦ αὐτοῦ ὕδατος· οὕτω δὴ καὶ ἐνταῦθα, Τὸ αὐτὸ Πνεῦμα ἐπίομεν ἅπαντες, τῆς αὐτῆς ἀπελαύσαμεν χάριτος, φησίν. Εἰ τοίνυν καὶ ἓν Πνεῦμα ἡμᾶς κατεσκεύασε, καὶ εἰς ἓν σῶμα ἅπαντας ἡμᾶς συνήγαγε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν σῶμα ἐβαπτίσθημεν· καὶ μίαν τράπεζαν ἐχαρίσατο, καὶ τὴν αὐτὴν ἀρδείαν ἅπασιν ἔδωκε· τοῦτο γάρ ἐστιν, Εἰς ἓν Πνεῦμα ἐποτίσθημεν· καὶ τοσοῦτον διεστῶτας ἥνωσε, καὶ τὰ πολλὰ τότε γίνεται σῶμα, ὅταν γένηται ἕν· τί μοι τὴν διαφορὰν ἄνω καὶ κάτω στρέφεις; Εἰ δὲ λέγεις, ὅτι Πολλά ἐστι τὰ μέλη καὶ διάφορα, μάθε ὅτι αὐτὸ μὲν οὖν τοῦτό ἐστι τὸ θαυμαστὸν, καὶ τοῦ σώματος τὸ ἐξαίρετον, ὅταν τὰ πολλὰ καὶ διάφορα ἓν ποιῇ· εἰ δὲ μὴ ἦν πολλὰ, οὐχ οὕτω θαυμαστὸν ἦν καὶ παράδοξον τὸ, ἓν εἶναι σῶμα· μᾶλλον δὲ οὐδ' ἂν ἦν σῶμα. Ἀλλὰ τοῦτο μὲν ὕστερον τίθησι· τέως δὲ ἐπ' αὐτὰ τὰ μέλη χωρεῖ, λέγων οὕτως· Ἐὰν εἴπῃ ὁ ποῦς, ὅτι Οὐκ εἰμὶ χεὶρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Καὶ ἐὰν εἴπῃ τὸ οὖς, ὅτι Οὐκ εἰμὶ ὀφθαλμὸς, οὐκ εἰμὶ ἐκ