1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

192

τοῦ σώματος, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τοῦ σώματος; Εἰ γὰρ τὸ μὲν ἠλαττῶσθαι, τὸν δὲ ὑπερέχειν, οὐκ ἀφίησιν εἶναι ἐκ τοῦ σώματος, τὸ πᾶν 61.252 ἀνῄρηται. Μὴ τοίνυν εἴπῃς, ὅτι Οὐκ εἰμὶ σῶμα, ἐπειδὴ ἐλάττων εἰμί· καὶ γὰρ ὁ ποῦς τὴν ἐλάττονα τάξιν ἔχει, ἀλλὰ τοῦ σώματός ἐστι. Τὸ γὰρ ἐκ τοῦ σώματος εἶναι καὶ μὴ εἶναι, οὐκ ἀπὸ τοῦ τὸν μὲν ἐν τῷδε τῷ τόπῳ, τὸν δὲ ἐν τῷδε κεῖσθαι· τοῦτο γὰρ τόπου ποιεῖ διαφοράν· ἀλλ' ἀπὸ τοῦ συνῆφθαι ἢ ἀπέχεσθαι· τὸ γὰρ εἶναι ἢ μὴ εἶναι σῶμα, ἐκ τοῦ ἡνῶσθαι ἢ μὴ ἡνῶσθαι γίνεται. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν, πῶς αὐτῶν τὰ ῥήματα τοῖς μέλεσι περιτίθησι τοῖς ἡμετέροις. Ὥσπερ γὰρ ἀνωτέρω ἔλεγε, Ταῦτα μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶ, οὕτω δὴ καὶ ἐνταῦθα, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὸν λόγον καὶ εὐπαράδεκτον, τὰ μέλη εἰσάγει φθεγγόμενα· ἵν', ὅταν ἀκούσωσι τῆς φύσεως αὐτοῖς ἀποκρινομένης, ἀπὸ τῆς πείρας αὐτῆς ἐλεγχόμενοι καὶ τῆς κοινῆς ψήφου, μηδὲν λοιπὸν ἀντιλέγειν ἔχωσι. Κἂν γὰρ λέγητε, φησὶ, τοῦτο αὐτὸ, κἂν γογγύζητε, οὐ δύνασθε ἐκτὸς εἶναι τοῦ σώματος. Ὥσπερ γὰρ ὁ τῆς φύσεως νόμος, οὕτω καὶ πολλῷ πλέον ἡ τῆς χάριτος δύναμις φυλάττει πάντα καὶ διατηρεῖ. Καὶ ὅρα πῶς ἐφύλαξε τὸ ἀπέριττον, οὐκ ἐπὶ πάντων τῶν μελῶν τὸν λόγον γυμνάζων, ἀλλ' ἐπὶ δύο μόνων, καὶ τούτων τῶν ἄκρων. Καὶ γὰρ τὸ πάντων τιμιώτερον τέθεικε, τὸν ὀφθαλμὸν, καὶ τὸ πάντων εὐτελέστερον, τοὺς πόδας. Καὶ οὐ ποιεῖ τὸν πόδα τῷ ὀφθαλμῷ διαλεγόμενον, ἀλλὰ τῇ ὀλίγον ἀναβεβηκυίᾳ χειρὶ, τὴν δὲ ἀκοὴν τοῖς ὀφθαλμοῖς. Ἐπειδὴ γὰρ οὐ τοῖς σφόδρα ὑπερέχουσιν, ἀλλὰ τοῖς ὀλίγον ἀναβεβηκόσι φθονεῖν, εἰώθαμεν, διὰ τοῦτο καὶ αὐτὸς οὕτω ποιεῖται τὴν σύγκρισιν. Εἰ ὅλον τὸ σῶμα ὀφθαλμὸς, ποῦ ἡ ἀκοή; εἰ ὅλον ἀκοὴ, ποῦ ἡ ὄσφρησις; Ἐπειδὴ γὰρ εἰς τὴν τῶν μελῶν ἐμπεσὼν διαφορὰν, καὶ εἰπὼν πόδας καὶ χεῖρας καὶ ὀφθαλμοὺς καὶ ὦτα, εἰς ἔννοιαν αὐτοὺς τῆς ἐλαττώσεως καὶ τῆς ὑπεροχῆς ἤγαγεν· ὅρα πῶς πάλιν αὐτοὺς παραμυθεῖται, δεικνὺς ὅτι οὕτω συμφέρον ἦν, καὶ τὸ πολλοὺς εἶναι καὶ διαφόρους, τοῦτο μάλιστα ποιεῖ σῶμα εἶναι. Εἰ δὲ ἓν ἦσαν οἱ πάντες, οὐκ ἦσαν σῶμα· διό φησιν, Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Ἀλλὰ τοῦτο μὲν ὕστερον λέγει· ἐνταῦθα δέ τι καὶ πλέον δείκνυσιν, ὅτι οὐ μόνον σῶμα εἶναι οὐκ ἐγχωρεῖ, ἀλλ' οὐδὲ εἶναι τοὺς λοιπούς. Εἰ ὅλον γὰρ ἦν ἀκοὴ, ποῦ ἡ ὄσφρησις; φησίν. γʹ. Εἶτα ἐπειδὴ ἔτι καὶ οὕτως ἐθορυβοῦντο· ὅπερ ἀνωτέρω ἐποίησε, καὶ νῦν τοῦτο ποιεῖ. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦ συμφέροντος παρακαλέσας, ὕστερον καὶ ἐπεστόμισε σφοδρῶς, εἰπών· Ταῦτα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· οὕτω καὶ ἐνταῦθα λογισμοὺς θεὶς, καθ' οὓς ἔδειξε συμφέρον ὂν οὕτω γενέσθαι πάντα, πάλιν ἐπὶ τὴν τοῦ Θεοῦ βουλὴν ἀνάγει τὸ πᾶν λέγων· Νυνὶ δὲ ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι καθὼς ἠθέλησεν. Ὥσπερ περὶ τοῦ Πνεύματος εἶπε, Καθὼς βούλεται, οὕτω καὶ ἐνταῦθα, Καθὼς ἠθέλησε. Μὴ τοίνυν ἐξέταζε λοιπὸν τὴν αἰτίαν, διὰ τί οὕτω, καὶ διὰ τί οὐχ οὕτω. Κἂν γὰρ μυρίους λόγους ἔχωμεν εἰπεῖν, οὐχ οὕτω δυνησόμεθα δεῖξαι ὅτι καλῶς, ὡς ὅταν εἴπωμεν, ὅτι ὡς ὁ ἀριστοτέχνης ἠθέλησεν, οὕτω γέγονεν· ὡς γὰρ συμφέρον ἐστὶν, οὕτω βούλεται. Εἰ δὲ ἐν τῷ σώματι τούτῳ οὐ περιεργαζόμεθα τὰ μέλη, πολλῷ μᾶλλον ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ὅρα αὐτοῦ τὴν σύνεσιν· οὐ γὰρ τὴν ἀπὸ 61.253 τῆς φύσεως τίθησι διαφορὰν, οὐδὲ τὴν ἀπὸ τῆς ἐνεργείας, ἀλλὰ τὴν ἀπὸ τῆς θέσεως τῶν τόπων. Νυνὶ γὰρ, φησὶν, ὁ Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησε. Καὶ καλῶς εἶπεν, Ἕκαστον, ἐπὶ πάντων τὸ λυσιτελὲς ἐνδεικνύμενος. Οὐ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι τοῦτο μὲν αὐτὸς ἔταξεν, ἐκεῖνο δὲ οὐχί· ἀλλὰ ἕκαστον κατὰ τὸ θέλημα αὐτοῦ, οὕτω κεῖται. Ὥστε καὶ τῷ ποδὶ συμφέρει τὸ οὕτω τετάχθαι, οὐχὶ τῇ κεφαλῇ μόνον· κἂν ἀνταλλάξῃ τὴν τάξιν, καὶ τὴν οἰκείαν χώραν ἀφεὶς, ἐφ' ἑτέραν ἔλθῃ, κἂν ἐπὶ μείζονα δοκῇ ἐληλυθέναι, τὸ πᾶν ἀπώλεσε καὶ διέφθειρε· τῆς τε γὰρ οἰκείας ἐκπίπτει, καὶ τῆς ἑτέρας οὐκ ἐπιτυγχάνει. Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα; Νυνὶ δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ἐπιστομίσας γὰρ αὐτοὺς ἱκανῶς ἀπὸ τῆς τοῦ