193
Θεοῦ διατάξεως, πάλιν λογισμοὺς τίθησι· καὶ οὔτε τοῦτο ἀεὶ ποιεῖ οὔτε, ἐκεῖνο, ἀλλ' ἐναλλάττων ποικίλλει τὸν λόγον. Ὅ τε γὰρ ἐπιστομίζων μόνον, τὸν ἀκροατὴν, θορυβεῖ ὅ τε δὲ ἐθίζων αὐτὸν πάντων αἰτίας ἀπαιτεῖν, εἰς τὸν τῆς πίστεως αὐτὸν παραβλάπτει λόγον. ∆ιὰ δὴ τοῦτο κἀκεῖνο συνεχῶς ὁ Παῦλος ποιεῖ, ἵνα καὶ πιστεύσωσι καὶ μὴ θορυβῶνται· καὶ μετὰ τὸ ἐπιστομίσαι πάλιν καὶ λόγον παρέχει. Καὶ σκόπει τὴν φιλονεικίαν, καὶ τὴν περιουσίαν τῆς νίκης. Ἀφ' ὧν γὰρ ἐνόμιζον οὐκ εἶναι ἰσότιμοι τῷ πολλὴν ἐν αὐτοῖς εἶναι τὴν διαφορὰν, ἀπὸ τούτων δείκνυσιν, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο ἰσότιμοι. Πῶς; ἐγὼ λέγω. Εἰ ἦν τὰ πάντα, φησὶν, ἓν μέλος, ποῦ τὸ σῶμα; Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Εἰ μὴ ἦν ἐν ὑμῖν πολλὴ ἡ διαφορὰ, οὐκ ἂν ἦτε σῶμα· σῶμα δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἕν· ἓν δὲ οὐκ ὄντες, οὐκ ἂν ἦτε ἰσότιμοι. Ὥστε οὖν εἰ πάντες ἰσότιμοι ἦτε, οὐκ ἂν ἦτε σῶμα· οὐκ ὄντες δὲ σῶμα, οὐκ ἂν ἦτε ἕν· οὐκ ὄντες δὲ ἓν, πῶς ἂν ἦτε ἰσότιμοι; Νῦν μέντοι, ἐπειδὴ οὐκ ἐστὲ πάντες ἕν τι χάρισμα ἔχοντες, διὰ τοῦτο σῶμά ἐστε· σῶμα δὲ ὄντες, πάντες ἐστὲ ἓν, καὶ οὐδὲν ἀλλήλων διαφέρετε κατὰ τὸ σῶμα εἶναι. Ὥστε ἡ διαφορὰ αὕτη μάλιστά ἐστιν ἡ ποιοῦσα τὴν ἰσοτιμίαν· διὸ καὶ ἐπήγαγε, Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα. Ταῦτ' οὖν ἐννοοῦντες καὶ ἡμεῖς πᾶσαν βασκανίαν ἐκβάλωμεν, καὶ μήτε τοῖς μείζονα χαρίσματα ἔχουσι φθονῶμεν, μήτε καταφρονῶμεν τῶν τὰ ἐλάττονα κεκτημένων· οὕτω γὰρ ὁ Θεὸς ἠθέλησε. Μὴ τοίνυν ἀντιτασσώμεθα. Εἰ δὲ ἔτι θορυβῇ, ἐννόησον ὅτι τὸ σὸν ἔργον οὐ δύναται ἐκεῖνος πολλάκις ἀνύειν. Ὥστε κἂν ἐλάττων ᾖς, τούτῳ πλεονεκτεῖς· κἂν μείζων ἐκεῖνος ᾖ, ἐλαττοῦται ἐν τούτῳ, καὶ οὕτως ἰσότης γίνεται. Καὶ γὰρ καὶ ἐν τῷ σώματι καὶ τὰ μικρὰ οὐ μικρὰ δοκεῖ συντελεῖν, ἀλλὰ καὶ τοῖς μεγάλοις λυμαίνεται πολλάκις, ὅταν ἀποστῇ Τί γὰρ τριχῶν εὐτελέστερον ἐν τῷ σώματι; ἀλλὰ τὰς εὐτελεῖς ταύτας ἂν ἀνέλῃς ἀπὸ τῶν ὀφρύων καὶ τῶν βλεφάρων, ὅλην ἠφάνισας τῆς ὄψεως τὴν ὥραν, καὶ ὀφθαλμὸς οὐκέτι ὁμοίως φανεῖται καλός· καίτοι γε περὶ τὸ τυχόν ἐστιν ἡ ζημία, ἀλλ' ὅμως καὶ οὕτω πᾶσα διεφθάρη ἡ εὐμορφία· οὐκ εὐμορφία δὲ μόνον, ἀλλὰ καὶ πολὺ τῆς χρείας τῶν ὀφθαλμῶν. Τῶν γὰρ μελῶν ἡμῶν ἕκαστον καὶ ἰδίαν ἐνέργειαν ἔχει καὶ κοινὴν, καὶ κάλλος ὁμοίως καὶ ἴδιον καὶ κοινόν ἐστιν ἐν ἡμῖν· καὶ δοκεῖ μὲν διῃρῆσθαι ταῦτα, συμπέ 61.254 πλεκται δὲ ἀκριβῶς, καὶ θατέρου διαφθαρέντος καὶ τὸ ἕτερον συναπόλλυται. Σκόπει δέ· ἔστωσαν ὀφθαλμοὶ λάμποντες, καὶ παρειὰ μειδιῶσα, καὶ χεῖλος ἐρυθρὸν, καὶ ῥὶς εὐθεῖα, καὶ ὀφρὺς ἐκτεταμένη· ἀλλ' ὅμως κἂν τὸ τυχὸν ἐκ τούτων λυμήνῃ, τῷ κοινῷ πάντων ἐλυμήνω κάλλει, καὶ πάντα κατηφείας μεστὰ, καὶ πάντα αἰσχρὰ φανεῖται τὰ πρὸ τούτου καλά. Ἂν γὰρ τὸ ἄκρον μόνον τῆς ῥινὸς συντρίψῃς, πάντων πολλὴν κατέχεας τὴν ἀμορφίαν, καίτοι γε ἑνὸς μέλους ἐστὶν ἡ πήρωσις· καὶ ἐπὶ χειρὸς ὁμοίως, ἂν ἑνὸς δακτύλου τὸν ὄνυχα ἐξέλῃς, τὸ αὐτὸ γινόμενον ὄψει. δʹ. Εἰ δὲ καὶ ἐπὶ ἐνεργείας βουληθείης τὸ αὐτὸ συμβαῖνον ἰδεῖν, ἄνελε δάκτυλον ἕνα, καὶ τοὺς λοιποὺς ἀργοτέρους ὄψει, καὶ οὐκέτι τὰ αὐτῶν ποιοῦντας ὁμοίως. Ἐπεὶ οὖν κοινὸν αἶσχος ἡ τοῦ μέλους ζημία, καὶ κοινὸν κάλλος ἡ σωτηρία, μὴ ἐπαιρώμεθα μηδὲ ἐπεμβαίνωμεν τοῖς πλησίον. ∆ιὰ γὰρ ἐκεῖνο τὸ μικρὸν μέλος καὶ τὸ μέγα ἐστὶ καλὸν καὶ ὡραῖον, καὶ διὰ τῶν βλεφαρίδων ὀφθαλμὸς καλλωπίζεται. Ὥστε ἑαυτῷ πολεμεῖ ὁ τῷ ἀδελφῷ πολεμῶν· οὐ γὰρ μέχρις ἐκείνου τὰ τῆς βλάβης, ἀλλὰ καὶ αὐτὸς οὐ μικρὰν ὑποστήσεται ζημίαν. Ἵν' οὖν μὴ τοῦτο γίνηται, ὡς ἑαυτῶν, οὕτω καὶ τῶν πλησίον φροντίζωμεν, καὶ ταύτην τὴν εἰκόνα τοῦ σώματος καὶ νῦν ἐπὶ τὴν Ἐκκλησίαν μεταγάγωμεν, καὶ προνοῶμεν ἁπάντων ὡς μελῶν οἰκείων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐκκλησίᾳ μέλη πολλὰ καὶ διάφορα· καὶ τὰ μὲν τιμιώτερα, τὰ δὲ καταδεέστερα· οἷόν εἰσι παρθένων χοροὶ, εἰσὶ χηρῶν σύλλογοι, εἰσὶ τῶν ἐν γάμῳ σώφρονι λαμπόντων φρατρίαι, καὶ πολλοὶ τῆς ἀρετῆς οἱ βαθμοί. Καὶ ἐπὶ τῆς ἐλεημοσύνης πάλιν ὁμοίως· ὁ μὲν γὰρ τὰ πάντα ἐκένωσεν, οἱ δὲ τῆς αὐταρκείας ἐπιμελοῦνται μόνης, καὶ πλέον τῆς χρείας οὐδὲν ζητοῦσιν, οἱ δὲ ἐκ τοῦ περισσεύματος ἔδωκαν·