1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

194

ἀλλ' ὅμως οὗτοι πάντες ἀλλήλους κοσμοῦσι, κἂν ἐξουθενήσῃ τὸν ἐλάττονα ὁ μείζων, ἑαυτὸν τὰ μέγιστα ἔβλαψεν. Ἥ τε γὰρ παρθένος ἂν ὑβρίσῃ τὴν ἔγγαμον, οὐ μικρὸν ὑπετέμετο τοῦ μισθοῦ· ὅ τε τὰ πάντα κενώσας, ἂν ὀνειδίσῃ τῷ μὴ τοῦτο πεποιηκότι, πολὺ τῶν αὐτοῦ πόνων ἐκένωσε. Καὶ τί λέγω παρθένους καὶ χήρας καὶ ἀκτήμονας ἄνδρας; Τί γὰρ τῶν προσαιτούντων εὐτελέστερον; ἀλλ' ὅμως καὶ οὗτοι χρείαν πληροῦσι μεγίστην ἐν Ἐκκλησίᾳ, προσηλωμένοι ταῖς θύραις τοῦ ναοῦ, καὶ κόσμον παρέχοντες μέγιστον, καὶ τούτων ἄνευ οὐκ ἂν ἀπαρτισθείη τὸ πλήρωμα τῆς Ἐκκλησίας. Ὅπερ οὖν καὶ οἱ ἀπόστολοι συνιδόντες ἐξαρχῆς ἐνομοθέτησαν, ὥσπερ τὰ ἄλλα πάντα, οὕτω καὶ τὸ χήρας εἶναι· καὶ τοσαύτην ἐποιήσαντο περὶ τὸ πρᾶγμα σπουδὴν, ὡς καὶ διακόνους αὐταῖς ἐπιστῆσαι ἑπτά. Ὥσπερ γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ παρθένους καὶ ἐγκρατευομένους ἀριθμῷ, τὰ μέλη τῆς Ἐκκλησίας καταλέγων, οὕτω καὶ χήρας. Οὐδὲ γὰρ τὴν τυχοῦσαν χρείαν αὗται πληροῦσι. Σὺ μὲν γὰρ ὅτε βούλει, παραγέγονας· αὗται δὲ καὶ ἡμέραν καὶ νύκτα ψάλλουσι καὶ πάρεισιν, οὐ τῆς ἐλεημοσύνης ἕνεκεν μόνης τοῦτο ποιοῦσαι· ἐπεὶ, εἰ τοῦτο ἐβούλοντο, ἐξῆν 61.255 κατὰ τὴν ἀγορὰν βαδίζειν, καὶ ἐν τοῖς στενωποῖς προσαιτεῖν· ἀλλ' ἔχουσί τι καὶ εὐλαβείας οὐ μικρόν. Ὅρα γοῦν ἐν ὅσῃ καμίνῳ πενίας εἰσί. Καὶ βλασφημουσῶν οὐκ ἄν ποτε αὐτῶν ἀκούσῃς, οὐδὲ ἀποδυσπετουσῶν, ἅπερ πολλαὶ τῶν πλουτούντων ποιοῦσιν. Καὶ αἱ μὲν αὐτῶν πεινῶσαι ἐκοιμήθησαν πολλάκις, αἱ δὲ καὶ διηνεκῶς ὑπὸ τοῦ κρυμοῦ πηγνύμεναι διατελοῦσι, καὶ ὅμως ἐν εὐχαριστίᾳ καὶ δοξολογίᾳ διάγουσι. Κἂν ὀβολὸν δῷς, εὐχαριστοῦσι καὶ ἐπεύχονται μυρία τῷ δεδωκότι· κἂν μηδὲν δῷς, οὐ δυσχεραίνουσιν, ἀλλὰ καὶ οὕτως εὐλογοῦσι καὶ ἀγαπῶσι, τῆς ἐφημέρου τροφῆς ἀπολαύουσαι. Κἂν γὰρ μὴ βούλωνται, φησὶν, ἀνάγκη φέρειν αὐτάς. ∆ιὰ τί; εἰπέ μοι· τίνος ἕνεκεν τὸ πικρὸν τοῦτο ἐφθέγξω ῥῆμα; οὐκ εἰσὶ τέχναι αἰσχραὶ, καὶ τοῖς γεγηρακόσι κέρδος ἔχουσαι καὶ ταῖς γεγηρακυίαις; οὐκ ἠδύναντο, εἴπερ βούλοιτο τοῦ ζῇν ἐπιεικῶς ἀμελεῖν, κἀκεῖθεν μετὰ πολλῆς ἀποτρέφεσθαι τῆς περιουσίας; οὐχ ὁρᾷς πόσοι τῶν ἐν ταύτῃ τῇ ἡλικίᾳ μαστροποὶ καὶ προαγωγοὶ γινόμενοι, καὶ ἕτερα τοιαῦτα ἄττα διακονούμενοι, καὶ τρέφονται καὶ τρυφῶσιν; Ἀλλ' οὐχ οὗτοι, ἀλλ' αἱροῦνται λιμῷ διαφθείρεσθαι μᾶλλον, ἢ καταισχῦναι τὴν ἑαυτῶν ζωὴν καὶ προδοῦναι τὴν σωτηρίαν· καὶ κάθηνται δι' ἡμέρας ὅλης φάρμακόν σοι κατασκευάζοντες σωτηρίας. Οὐ γὰρ οὕτως ἰατρὸς, χεῖρα ἐκτείνων καὶ σιδήριον ἐπάγων, ἐκτέμνει τὰ σεσηπότα τῶν τραυμάτων, ὡς πένης, δεξιὰν ἐκτείνων καὶ ἐλεημοσύνην λαμβάνων, περιαιρεῖ τῶν τραυμάτων τοὺς μώλωπας. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι χωρὶς ἀλγηδόνος καὶ ὀδύνης τὴν καλὴν ταύτην ἐργάζονται ἰατρείαν. Καὶ ἡμῶν τῶν τοῦ λαοῦ προκαθημένων καὶ παραινούντων ὑμῖν τὰ συμφέροντα οὐκ ἔλαττον ἐκεῖνος διαλέγεται ὁ πρὸ τῶν θυρῶν τῆς ἐκκλησίας καθήμενος διὰ τῆς σιγῆς καὶ τῆς ὄψεως. Καὶ γὰρ ἡμεῖς ταῦτα καθ' ἑκάστην ὑμῖν ἐνηχοῦμεν τὴν ἡμέραν, λέγοντες· Μὴ μέγα φρόνει, ὦ ἄνθρωπε, ὀξύῤῥοπον καὶ εὐμετάπτωτον τῶν ἀνθρώπων ἡ φύσις, ἡ νεότης πρὸς γῆρας ἐπείγεται, τὸ κάλλος πρὸς ἀμορφίαν, ἡ ἰσχὺς πρὸς ἀσθένειαν, ἡ τιμὴ πρὸς καταφρόνησιν, ἡ ὑγιεία πρὸς ἀῤῥωστίαν μεταπίπτει, ἡ δόξα πρὸς εὐτέλειαν, ὁ πλοῦτος πρὸς πενίαν· ῥεύματι σφοδρῷ τὰ ἡμέτερα ἔοικεν οὐδαμοῦ ἵστασθαι βουλομένῳ, ἀλλ' ἐπειγομένῳ πρὸς τὸ κάταντες. εʹ. Τὰ αὐτὰ καὶ ἐκεῖνοι, καὶ πλείονα τούτων διὰ τῆς ὄψεως συμβουλεύουσι, καὶ διὰ τῆς πείρας αὐτῆς, ἥτις καὶ σαφεστέρα ἐστὶ παραίνεσις. Πόσοι γοῦν τῶν ἔξω καθημένων νῦν ἤκμασαν ἐν νεότητι, καὶ μεγάλα εἰργάσαντο; πόσοι τῶν εἰδεχθῶν τούτων καὶ ἐπὶ τῇ τοῦ σώματος ἰσχύι καὶ τῇ τῆς ὄψεως ὥρᾳ πολλοὺς παρήλασαν; Ἀλλὰ μὴ ἀπιστεῖτε, μηδὲ χλευάζετε· καὶ γὰρ μυρίων γέμει τοιούτων ὑποδειγμάτων ὁ βίος. Εἰ γὰρ βασιλεῖς ἐξ εὐτελῶν καὶ ταπεινῶν πολλοὶ πολλάκις ἐγένοντο, τί θαυμαστὸν, καὶ ἐκ μεγάλων καὶ ἐνδόξων ταπεινοὶ καὶ εὐτελεῖς κατέστησαν; καὶ γὰρ τὸ πολλῷ παραδοξώτερον ἐκεῖνό ἐστι·