1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

196

οὔσης, οὐδὲ καρπὸς βλαστήσει πονηρός. Ταῦτα λέγωμεν μὲν ἀεὶ, καὶ λέγοντες οὐ παυώμεθα· εἰ δέ τι λέγοντες ἀνύομεν, ἡ ἡμέρα δεί- ξει ἐκείνη ἡ ἐν πυρὶ ἀποκαλυπτομένη, ἡ τὸ ἑκάστου ἔργον δοκιμάζουσα, ἡ τὰς λαμπάδας δεικνύουσα τὰς λαμπρὰς καὶ τὰς οὐ τοιαύτας. Τότε καὶ ὁ ἔχων τὸ ἔλαιον, καὶ ὁ μὴ ἔχων, δῆλος ἔσται. Ἀλλὰ μηδένα γέ- νοιτο τότε εὑρεθῆναι ταύτης ἔρημον τῆς παραμυθίας, 61.258 ἀλλὰ πάντας δαψιλῆ τὴν φιλανθρωπίαν ἐπιφερομέ- νους, καὶ φαιδρὰς ἔχοντας τὰς λαμπάδας, συνεισελ- θεῖν τῷ νυμφίῳ· ὡς οὐδὲν τῆς φωνῆς ἐκείνης φοβε- ρώτερον καὶ ὀδυνηρότερον, ἢν οἱ χωρὶς ἐλεημοσύνης δαψιλοῦς ἀπιόντες τότε ἀκούσονται τοῦ νυμφίου λέ- γοντος, Οὐκ οἶδα ὑμᾶς. Ἀλλὰ μήποτε ταύτης ἀκούσαιμεν τῆς φωνῆς, ἀλλὰ τῆς ἡδίστης ἐκείνης καὶ ποθεινοτάτης, ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πα- τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Οὕτω γὰρ καὶ τὸν μακάριον ζησόμεθα βίον, καὶ τῶν ἀγαθῶν ἀπολαυσόμεθα πάντων τῶν καὶ νοῦν ὑπερ- βαινόντων ἀνθρώπινον· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

ΟΜΙΛΙΑ ΛΑʹ. Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ

κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. αʹ. Καταστείλας τῶν ἐλαττόνων τὸν φθόνον, καὶ τὴν ἀθυμίαν αὐτῶν ἐξελὼν, ἣν εἰκὸς ἔχειν αὐτοὺς ἐκ τοῦ μειζόνων ἑτέρους κατηξιῶσθαι χαρισμάτων, ταπεινοῖ καὶ τούτων τὸν τῦφον τῶν τὰ μείζονα εἰληφότων χα- ρίσματα· ποιήσας μὲν αὐτὸ καὶ ἐν οἷς πρὸς ἐκείνους διελέγετο (τὸ γὰρ λέγειν, ὅτι χάρισμά ἐστι, καὶ οὐ κατόρθωμα, τοῦτο ἐμφαίνοντος ἦν)· νυνὶ δὲ αὐτὸ καὶ σφοδρότερον πάλιν ποιεῖ, ἐπὶ τῆς αὐτῆς μένων εἰκό- νος. Ἀπὸ γὰρ τοῦ σώματος λοιπὸν καὶ τῆς ἐκεῖθεν ἑνότητος ἐπ' αὐτὴν τῶν μελῶν χωρεῖ τὴν σύγκρισιν· ὃ μάλιστα ἐζήτουν ἐκεῖνοι μαθεῖν· ἐπειδὴ οὐχ οὕτως ἱκανὸν ἦν αὐτοὺς παραμυθήσασθαι τὸ πάντας ἓν σῶμα εἶναι, ὡς τὸ μαθεῖν ὅτι καὶ ἐν αὐτοῖς, οἷς εἶχον, οὐδὲν μέγα ἠλαττοῦντο. Καί φησιν· Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρὶ, Χρείαν σου οὐκ ἔχω· ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσὶ, Χρείαν ὑμῶν οὐκ ἔχω. Εἰ γὰρ καὶ ἔλαττον τὸ χάρισμα, ἀλλ' ἀναγ- καῖον· καὶ ὥσπερ οὐκ ὄντος ἐκείνου πολλὰ ἐμπο- δίζεται, οὕτω καὶ τούτου χωρὶς χωλεύει τὸ πλήρωμα τῆς Ἐκκλησίας. Καὶ οὐκ εἶπεν, Οὐκ ἐρεῖ, ἀλλ' ὅτι, Οὐ δύναται εἰπεῖν. Ὥστε κἂν θέλῃ, κἂν λέγῃ, οὐκ ἐνδέχεται, οὐδὲ ἔχει τὸ πρᾶγμα τὴν φύσιν. ∆ιὰ τοῦτο λαβὼν ἑκάτερα τὰ ἄκρα, ἐν αὐτοῖς γυμνάζει τὸν λόγον, πρῶτον μὲν ἐπὶ χειρὸς καὶ ὀφθαλμοῦ, δεύ- τερον δὲ ἐπὶ κεφαλῆς καὶ ποδῶν, αὔξων τὸ παρά- δειγμα. Τί γὰρ ποδὸς εὐτελέστερον, ἢ τί κεφαλῆς τιμιώτερον καὶ ἀναγκαιότερον; τοῦτο γὰρ μάλιστά ἐστιν ἄνθρωπος, ἡ κεφαλή. Ἀλλ' ὅμως οὐκ ἔστιν αὐτάρκης, οὐδὲ τὰ πάντα αὐτὴ δύναιτ' ἂν ἀνύειν· ἐπεὶ εἰ τοῦτο ἦν, περιττῶς ἡμῖν οἱ πόδες προσέκειντο. Καὶ οὐδὲ ἔστη μέχρι τούτου, ἀλλὰ καὶ ἑτέραν ὑπερ- βολὴν ζητεῖ· ὅπερ ἀεὶ ποιεῖ, οὐ μέχρι τοῦ ἴσου φι- λονεικῶν, ἀλλὰ καὶ περαιτέρω προβαίνων. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγ- καῖά ἐστι· καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτί- θεμεν· καὶ τἀσχήμονα ἡμῶν εὐσχημοσύνην πε- ρισσοτέραν ἔχει· πανταχοῦ τὴν τοῦ σώματος προσ- θήκην τιθεὶς, καὶ ταύτῃ κἀκεῖνον παραμυθούμενος καὶ τοῦτον καταστέλλων. Οὐ γὰρ τοῦτο λέγω, φησὶν, 61.258 ὅτι οὐ μόνον χρείαν ἔχει τὰ μείζονα τῶν ἐλαττόνων, ἀλλ' ὅτι καὶ πολλὴν χρείαν ἔχει. Εἴ τι γὰρ ἀσθενὲς ἐν ἡμῖν, εἴ τι ἄτιμον, τοῦτο καὶ ἀναγκαῖον καὶ τι- μῆς ἀπολαύει μείζονος. Καὶ καλῶς εἶπε, Τὰ δο- κοῦντα, καὶ, Ἃ δοκοῦμεν, δεικνὺς ὅτι οὐ τῆς φύ- σεως τῶν πραγμάτων, ἀλλὰ τῆς τῶν πολλῶν ὑπονοίας ἡ ψῆφος. Οὐδὲν γὰρ ἐν ἡμῖν ἄτιμον· Θεοῦ γὰρ ἔργον ἐστί. Τί γὰρ τῶν μορίων τῶν γεννητικῶν ἀτιμότερον ἐν ἡμῖν