1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

197

εἶναι δοκεῖ; Ἀλλ' ὅμως πλείονος ἀπολαύει τιμῆς· καὶ οἱ σφόδρα πένητες κἂν τὸ λοιπὸν γυμνὸν ἔχωσι σῶμα, οὐκ ἂν ἀνάσχοιντο ἐκεῖνα τὰ μέλη δεῖξαι γυμνά. Καίτοι γε οὐχ αὕτη τῶν ἀτίμων ἡ τάξις, ἀλλὰ μᾶλλον τῶν ἄλλων καταφρονεῖσθαι ἔδει. Καὶ γὰρ ἐν οἰκείᾳ ὁ ἠτιμωμένος οἰκέτης οὐ μόνον οὐκ ἀπολαύει πλείονος θεραπείας, ἀλλ' οὐδὲ τῶν αὐτῶν ἀξιοῦται. Ὥστε εἰ καὶ τοῦτο ἄτιμον ἦν, οὐ μόνον μειζόνων ἀπολαύειν οὐκ ἔδει, ἀλλ' οὐδὲ τῶν αὐτῶν· νυνὶ δὲ πλείονος ἀπολαύει τιμῆς, καὶ τοῦτο τῆς τοῦ Θεοῦ σοφίας ἐργασαμένης. Τοῖς μὲν γὰρ ἐν τῇ φύσει τὸ μὴ δεῖσθαι ἔδωκε· τοῖς δὲ, ἐπειδὴ ἐν τῇ φύσει οὐκ ἔδωκεν, ἡμᾶς παρέχειν ἠνάγκασεν. Ἀλλ' οὐ διὰ τοῦτο ἄτιμα· ἐπεὶ καὶ τὰ ζῶα ἐν τῇ φύσει τὸ ἀνεν- δεὲς ἔχει, καὶ οὔτε ἱματίων δεῖται, οὔτε ὑποδημάτων, οὔτε ὀρόφου, τὰ πλείονα αὐτῶν· ἀλλ' οὐ διὰ τοῦτο ἀτιμότερον αὐτῶν τὸ σῶμα τὸ ἡμέτερον, ἐπειδὴ πάντων δεῖται τούτων. Καὶ γὰρ εἴ τις ἀκριβῶς ἐξε- τάσειε, καὶ αὐτῇ τῇ φύσει τίμιά τε καὶ ἀναγκαῖά ἐστιν· ὃ δὴ καὶ αὐτὸς ᾐνίξατο, οὐκ ἀπὸ τῆς ἡμετέρας ἐπιμελείας καὶ τοῦ πλείονος ἀπολαύειν τιμῆς, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν πραγμάτων φύσεως αὐτοῖς ψηφισάμενος. ∆ιὸ, ὅταν μὲν ἀσθενῆ λέγῃ καὶ ἄτιμα, Τὰ δοκοῦντα λέγει· ὅταν δὲ ἀναγκαῖα, οὐκέτι προσ- τίθησι, Τὰ δοκοῦντα, ἀλλ' αὐτὸς ἀποφαίνεται λέγων, ὅτι ἀναγκαῖά ἐστι· καὶ μάλα εἰκότως. Καὶ γὰρ πρὸς παιδοποιίαν καὶ τὴν τοῦ γένους ἡμῶν διαδοχὴν χρή- σιμα. ∆ιὰ τοῦτο καὶ οἱ νομοθέται Ῥωμαίων τοὺς ταῦτα ἀκρωτηριάζοντας τὰ μέλη καὶ ποιοῦντας εὐ- νούχους κολάζουσιν, ἅτε τῷ κοινῷ γένει λυμαινομέ- νους, καὶ αὐτῇ ἐπηρεάζοντας τῇ φύσει. Ἀλλ' ἀπό- λοιντο οἱ ἀκόλαστοι, οἱ τοῦ Θεοῦ τὰ δημιουργήματα διαβάλλοντες. Ὥσπερ γὰρ τῷ οἴνῳ πολλοὶ διὰ τοὺς μεθύοντας κατηράσαντο, καὶ τῇ φύσει τῶν γυναικῶν διὰ τὰς μοιχευομένας· οὕτω καὶ τὰ μέλη ταῦτα αἰ- σχρὰ εἶναι ἐνόμισαν διὰ τοὺς οὐκ εἰς δέον αὐτοῖς χρωμένους. Ἀλλ' οὐκ ἐχρῆν· οὐ γὰρ τῇ φύσει τοῦ πράγματος ἡ ἁμαρτία συγκεκλήρωται, ἀλλ' ἀπὸ τῆς προαιρέσεως τίκτεται τοῦ τολμῶντος τὸ πλημμέλημα. 61.259 Τινὲς δὲ τὰ ἀσθενέστερα καὶ ἄτιμα καὶ ἀναγκαῖα καὶ τιμῆς ἀπολαύοντα πλείονος περὶ ὀφθαλμῶν καὶ πο- δῶν εἰρῆσθαι τῷ Παύλῳ νομίζουσι, καὶ ἀσθενέστερα καὶ ἀναγκαῖα τοὺς ὀφθαλμοὺς λέγειν, ὅτι ἐλαττούμενοι τῇ δυνάμει, πλεονεκτοῦσι τῇ χρείᾳ, τὰ δὲ ἀτιμότερα τοὺς πόδας· καὶ γὰρ καὶ οὗτοι πολλῆς ἀπολαύουσι προνοίας. βʹ. Εἶτα ἵνα μὴ πάλιν ἄλλην ὑπερβολὴν ἐργάσηται, φησί· Τὰ δὲ εὐσχήμονα ἡμῶν οὐ χρείαν ἔχει. Ἵνα γὰρ μή τις λέγῃ, Καὶ ποῖος οὗτος λόγος; τῶν μὲν τι- μίων καταφρονεῖν, τοῖς δὲ ἀτιμοτέροις προσεδρεύειν; οὐχὶ καταφρονοῦντες τοῦτο ποιοῦμεν, φησὶν, ἀλλ' ἐπειδὴ αὐτὰ οὐ δεῖται. Καὶ ὅρα ἡλίκον ἐγκώμιον ἐν βραχεῖ θεὶς παρέδραμε, συμφερόντως τοῦτο καὶ χρη- σίμως ποιῶν. Καὶ οὐδὲ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ αἰτίαν προστίθησι λέγων· Ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τι- μὴν, ἵνα μὴ σχίσμα ᾖ ἐν τῷ σώματι. Εἰ δὲ συνεκέ- ρασεν, οὐκ ἀφῆκε τὸ ἀτιμότερον φαίνεσθαι· τὸ γὰρ κιρνώμενον ἓν γίνεται, καὶ οὐ φαίνεται τί πρὸ τούτου ἦν· ἐπεὶ οὐδὲ ἂν κεκρᾶσθαι αὐτὸ φαίημεν ἄν. Καὶ ὅρα πῶς συνεχῶς τὰ ἐλαττώματα παρατρέχει λέγων, τῷ ὑστεροῦντι. Οὐκ εἶπε, τῷ ἀτίμῳ, τῷ ἀσχήμονι, ἀλλὰ, τῷ ὑστεροῦντι. Ὑστεροῦντι, πῶς; Κατὰ φύ- σιν. Περισσοτέραν δοὺς τιμήν. Καὶ διὰ τί; Ἵνα μὴ ἦ σχίσμα ἐν τῷ σώματι. Ἐπειδὴ γὰρ μυρίας παρα- μυθίας ἀπολαύοντες ἤλγουν ὅμως, ἅτε ἐλάττονα λα- βόντες, δείκνυσιν ὅτι μᾶλλον ἐτιμήθησαν· Τῷ γὰρ ὑστεροῦντι, φησὶ, περισσοτέραν δοὺς τιμήν. Εἶτα καὶ τὸν λόγον ἐπάγει, δεικνὺς ὅτι συμφερόντως καὶ ὑστερεῖν ἐποίησε, καὶ μειζόνως ἐτίμησε. Τίς δὲ ὁ λό- γος; Ἵνα μὴ ᾖ σχίσμα, φησὶν, ἐν τῷ σώματι. Καὶ οὐκ εἶπεν, Ἐν τοῖς μέλεσιν, ἀλλ', Ἐν τῷ σώματι. Καὶ γὰρ πολλὴ ἔμελλεν ἡ πλεονεξία εἶναι, εἰ τὰ μὲν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς ἡμετέρας ἐθερα- πεύετο προνοίας, τὰ δὲ οὐδὲ ἑτέρωθεν· καὶ ἀπεσχίσθη ἂν ἀλλήλων, οὐ δυνάμενα φέρειν τὸν σύνδεσμον· ἀπο- σχισθέντων δὲ τούτων, καὶ τοῖς λοιποῖς ἐγίνετο βλάβη. Εἶδες πῶς ἔδειξεν ἀναγκαίως μείζονα τῷ ὑστεροῦντι δεδομένην τιμήν; Εἰ γὰρ μὴ τοῦτο γέγονε, κοινὴ πάντων ἂν ἡ λύμη