1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

198

ἐγεγόνει, φησί. Καὶ γὰρ εἰ μὴ πολλῆς ταῦτα παρ' ὑμῶν ἀπέλαυσε προνοίας, ἐπη- ρεάσθη ἂν μὴ ἔχοντα τὴν ἀπὸ τῆς φύσεως βοήθειαν· ἐπηρεασθέντα δὲ, ἀπώλετο ἄν· ἀπολόμενα δὲ, ἔσχι- σεν ἂν τὸ σῶμα· σχισθέντος δὲ τοῦ σώματος, καὶ τὰ λοιπὰ ἂν ἀπώλετο τὰ πολλῷ μείζονα τούτων. Ὁρᾷς ὅτι καὶ τῆς ἐκείνων προνοίας ἔχεται ἡ τούτων ἐπι- μέλεια; Οὐ γὰρ οὕτως ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι ἔχουσιν, ὡς ἐν τῷ σώματι εἶναι ἕν. ∆ιὰ δὴ τοῦτο, ἂν μὲν τὸ σῶμα ἀπόληται, οὐδὲν αὐτοῖς κέρδος τῆς καθ' ἕκαστον ὑγιείας· ἀλλ' ἄν τε ὀφθαλμὸς μένῃ, ἄν τε ῥὶς διατηροῦσα τὸ οἰκεῖον, τοῦ συνδέσμου λυθέντος, ὄφε- λος οὐδὲν ἔσται λοιπόν· ἂν δὲ, τούτου μένοντος, ἐκεῖνα βλαβῇ, καὶ διαβαστάζεται καὶ πρὸς ὑγίειαν ἐπάνεισι ταχέως. Ἀλλ' ἴσως εἴποι τις ἄν· Τοῦτο μὲν ἐν τῷ σώματι λόγον ἔχει, ὅτι τὸ ὑστεροῦν περισσοτέραν ἔλαβε τιμὴν, ἐπὶ δὲ τῶν ἀνθρώπων πῶς ἂν τοῦτο φανείη; Ἐπὶ τῶν ἀνθρώπων μὲν οὖν μάλιστα ἴδοις ἂν τοῦτο συμβαῖνον. Καὶ γὰρ οἱ περὶ τὴν ἑνδεκάτην ὥραν, πρῶτοι τὸν μισθὸν ἔλαβον· καὶ τὸ πλανηθὲν πρόβατον ἔπεισε τὸν ποιμένα τὰ ἐνενηκονταεννέα κα- ταλιπεῖν, καὶ ἐπ' αὐτὸ δραμεῖν, καὶ εὑρηθὲν ἐβαστά- ζετο, οὐκ ἠλαύνετο· καὶ ὁ ἄσωτος υἱὸς πλείονος τοῦ εὐδοκιμηκότος τῆς τιμῆς ἀπέλαυσε· καὶ ὁ λῃστὴς πρὸ τῶν ἀποστόλων ἐστεφανοῦτο καὶ ἀνεκηρύτ- 61.260 τετο. Καὶ ἐπὶ τῶν ταλάντων δὲ τοῦτο ἴδοις ἂν γινό- μενον. Καὶ γὰρ ὁ τὰ πέντε τάλαντα λαβὼν καὶ ὁ τὰ δύο, τῶν αὐτῶν ἠξιώθησαν, καὶ αὐτῷ τῷ τὰ δύο λα- βεῖν πολλῆς ἀπέλαυσε μᾶλλον τῆς προνοίας. Εἰ γὰρ τὰ πέντε ἐνεχειρίσθη, μὴ δυνάμενος, τοῦ παντὸς ἂν ἐξέπεσε· δεξάμενος δὲ τὰ δύο, καὶ τὰ παρ' ἑαυτοῦ πληρώσας, τῶν αὐτῶν ἠξιώθη τῷ τὰ πέντε ἐργασα- μένῳ, τοσούτῳ πλεονεκτήσας, ὅσῳ ἀπ' ἐλαττόνων πόνων τῶν αὐτῶν ἐπέτυχε στεφάνων. Καίτοι καὶ αὐτὸς ἄνθρωπος ἦν, ὥσπερ ὁ τὰ πέντε· ἀλλ' ὅμως οὐδὲν πρὸς αὐτὸν ὁ ∆εσπότης ἀκριβολογεῖται, οὐδὲ ἀναγκάζει τὰ αὐτὰ ποιεῖν τῷ συνδούλῳ, οὐδὲ λέγει, ∆ιὰ τί μὴ δύνασαι τὰ πέντε ἐργάσασθαι; δικαίως ἂν εἰπών· ἀλλὰ καὶ αὐτὸν ἐστεφάνωσε. Ταῦτ' οὖν εἰδό- τες, μὴ ἐπεμβαίνετε τοῖς ἐλάττοσιν οἱ μείζους, ἵνα μὴ πρὸ ἐκείνων ἑαυτοὺς βλάψητε· ἀποσχιζομένων γὰρ αὐτῶν, τὸ πᾶν διαφθείρεται σῶμα. Τί γὰρ ἄλλο ἐστὶ σῶμα, ἢ τὸ πολλὰ εἶναι μέλη; καθὼς καὶ αὐ- τός φησιν, ὅτι Τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά. Εἰ τοίνυν τοῦτό ἐστι σῶμα, φροντί- ζωμεν τοῦ τὰ πολλὰ μένειν πολλά· ὡς ἐὰν μὴ τοῦτο διασώζηται, περὶ τὰ καίρια ἡ πληγὴ γίνεται. ∆ιὸ καὶ αὐτὸς οὐ τοῦτο μόνον ἀπαιτεῖ, τὸ μὴ ἀποσχί- ζεσθαι ἀλλήλων, ἀλλὰ καὶ τὸ σφόδρα συνῆφθαι. Εἰ- πὼν γοῦν, Ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, οὐκ ἠρκέσθη τούτῳ, ἀλλ' ἐπήγαγεν· Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη· ἑτέραν καὶ ταύτην αἰτίαν προστιθεὶς τοῦ τὰ ἐλάττονα πλείονος ἀπο- λαύειν τιμῆς. Οὐ γὰρ ἵνα μὴ ἀποσχίζηται μόνον ἀλλήλων, οὕτως ᾠκονόμησεν ὁ Θεὸς, ἀλλ' ἵνα καὶ ἀγάπη ᾖ πολλὴ καὶ ὁμόνοια. Εἰ γὰρ ἐν τῇ τοῦ πλη- σίον σωτηρίᾳ τὸ εἶναι ἑκάστῳ, μή μοι τὸ ἔλαττον καὶ τὸ πλέον εἴπῃς· ἐνταῦθα γὰρ οὐκ ἔστι πλέον καὶ ἔλαττον. Μένοντος γὰρ τοῦ σώματος, δυνατὸν καὶ τὴν διαφορὰν ἰδεῖν· ἀπολλυμένου δὲ, οὐκέτι· ἀπο- λεῖται δὲ, ἂν μὴ καὶ τὰ ἐλάττονα μένῃ. γʹ. Εἰ τοίνυν καὶ τὰ μεγάλα ἀπολεῖται τῶν μικρῶν ἀποῤῥαγέντων, ὁμοίως ὀφείλει ταῦτα τῶν μικρῶν φροντίζειν, καὶ οὕτως ὡς ἑαυτῶν, ἅτε ἐν τῇ τούτων σωτηρίᾳ καὶ τῶν μειζόνων μενόντων. Ὥστε κἂν μυ- ριάκις λέγῃς, ὅτι ἄτιμον τὸ μέλος καὶ ἔλαττον, ἀλλ' ἐὰν μὴ ὁμοίως προνοῇς, ὡς καὶ σαυτοῦ, ἀλλ' ὡς ἐλάττονος ἀμελῇς, ἡ βλάβη εἰς σὲ διαβήσεται. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἵνα ὑπὲρ ἀλλήλων μόνον μεριμνῶσι τὰ μέλη, ἀλλὰ προσέθηκεν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλ- λήλων μεριμνῶσι, τουτέστιν, ὁμοίας καὶ τῆς αὐτῆς τῷ μεγάλῳ καὶ ὁ μικρὸς ἀπολαύῃ προνοίας. Μὴ τοί- νυν εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ τυχών ἐστιν, ἀλλ' ἐννόη- σον ὅτι μέλος ἐστὶν ἐκείνου τοῦ σώματος τοῦ τὸ πᾶν συγκρατοῦντος· καὶ ὥσπερ ὁ ὀφθαλμὸς, οὕτω καὶ οὗτος ποιεῖ σῶμα εἶναι τὸ σῶμα. Ἔνθα γὰρ ἂν τὸ σῶμα οἰκοδομῆται, οὐδεὶς οὐδὲν τοῦ πλησίον ἔχει πλέον, Οὐδὲ γὰρ τοῦτο ποιεῖ σῶμα, τὸ εἶναι τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, ἀλλὰ τὸ πολλὰ εἶναι καὶ διά- φορα. Ὥσπερ γὰρ