1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

199

σὺ, ἐπειδὴ μείζων εἶ, τὸ σῶμα συνέστησας, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐλάττων. Ὥστε ἡ ἐλάττωσις αὐτοῦ, ὅταν δέῃ τὸ σῶμα οἰκοδομεῖν, ἰσότιμός σοι γίνεται εἰς τὸν καλὸν τοῦτον ἔρανον· τὸ γὰρ αὐτό σοι δύναται· καὶ δῆλον ἐκεῖθεν. Μὴ ἔστω ἔλαττόν τι καὶ μεῖζον μέλος, μηδὲ τίμιον καὶ ἀτιμότερον, ἀλλ' ἔστω πάντα ὀφθαλμὸς, ἢ πάντα κεφαλή· οὐκ ἀπολεῖται τὸ σῶμα; Παντί που δῆλον. 61.261 Πάλιν ἂν πάντα ἐλάττονα ᾖ, τὸ αὐτὸ συμβήσεται· ὥστε καὶ ταύτῃ ἰσοῦται τὰ ἐλάττω. Εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, ἵνα μένῃ σῶμα, ἐλάττων ἐστὶν ὁ ἐλάττων· ὥστε διὰ σέ ἐστιν ἐλάττων, ἵνα σὺ μένῃς μέγας ὤν. ∆ιὰ τοῦτο καὶ τὴν αὐτὴν ἀπαιτεῖ παρὰ πάντων πρόνοιαν· καὶ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἑρμηνεύει τὸ αὐτὸ τοῦτο πάλιν, λέγων· Καὶ εἴτε πάσχει ἓν μέ- λος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. ∆ιὰ γὰρ τοῦτο, φησὶ, καὶ τὴν πρόνοιαν κοινὴν ἐποίησεν, ἐν τοσαύτῃ διαφορᾷ κατασκευάσας ἕνωσιν, ἵνα καὶ τῶν ἀποβαινόντων πολλὴ ἡ κοινωνία ᾖ. Εἰ γὰρ ἡ τοῦ πλησίον πρόνοια σωτηρία κοινή ἐστιν, ἀνάγκη καὶ τὴν δόξαν καὶ τὴν ἀθυμίαν εἶναι κοινήν. Τρία τοίνυν ἐνταῦθα ἀπαιτεῖ· τὸ μὴ σχίζεσθαι, ἀλλ' ἡνῶ- σθαι μετὰ ἀκριβείας, τὸ προνοεῖν ὁμοίως ἀλλήλων, τὸ κοινὰ τὰ συμβαίνοντα ἡγεῖσθαι. Καὶ ἀνωτέρω μέν φησιν, ὅτι περισσοτέραν ἔδωκε τιμὴν τῷ ὑστεροῦντι διὰ τὸ δεῖσθαι, δεικνὺς ὅτι αὐτὸ τὸ ἠλαττῶσθαι μείζονος τιμῆς πρόξενον γέγονεν· ἐνταῦθα δὲ καὶ κατὰ τὸν τῆς προνοίας ἐξισοῖ λόγον αὐτὰ τῆς ὑπ' ἀλλήλων γινομέ- νης. ∆ιὰ γὰρ τοῦτο καὶ μείζονος ἐποίησεν ἀπολαῦσαι τιμῆς, φησὶν, ἵνα μὴ ἐλάττονος ἀπολαύῃ προνοίας. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν συμβαινόν- των χρηστῶν καὶ λυπηρῶν ἀλλήλοις συνδέδεται τὰ μέλη. Καὶ γὰρ τῇ πτέρνῃ πολλάκις προσπαγείσης ἀκάνθης, ὅλον τὸ σῶμα αἰσθάνεται, καὶ μεριμνᾷ, καὶ νῶτος κάμπτεται, καὶ γαστὴρ καὶ μηροὶ συντέλλον- ται, καὶ χεῖρες, καθάπερ δορυφόροι καὶ ὑπηρέται προϊόντες, ἀνέλκουσι τὸ παγὲν, καὶ κεφαλὴ ἐπικύ- πτει, καὶ ὀφθαλμοὶ μετὰ πολλῆς ὁρῶσι τῆς φροντί- δος. Ὥστε εἰ καὶ ἔλαττον ἔχει τῷ μὴ δύνασθαι ἀνελ- θεῖν ὁ ποῦς, ἀλλὰ τῷ τὴν κεφαλὴν καταγαγεῖν τὸ ἴσον ἔσχε, καὶ τῆς αὐτῆς ἀπέλαυσε τιμῆς, καὶ μάλιστα ὅταν μὴ χάριτι καταφέρωσιν αὐτὴν οἱ πόδες, ἀλλ' ὀφειλῇ. Ὥστε εἰ τῷ τιμιωτέρα εἶναι πλεονεκτεῖ, τῷ καὶ τοιαύτη οὖσα τῷ ἐλάττονι τὴν τιμὴν ὀφείλειν καὶ τὴν κηδεμονίαν, καὶ τῷ ὁμοίως ὡσαύτως συναλγεῖν ἰσότητα δείκνυσι πολλήν. Τί γὰρ πτέρνης εὐτελέστε- ρον; τί δὲ κεφαλῆς τιμιώτερον; Ἀλλὰ τοῦτο πρὸς ἐκεῖνο βαδίζει τὸ μέλος, καὶ πάντα μεθ' ἑαυτῆς συγ- κινεῖ. Πάλιν ἂν ὀφθαλμοί τι πάθωσι, πάντα ἀλγεῖ, καὶ πάντα ἐν ἀργίᾳ, καὶ οὔτε πόδες βαδίζουσιν, οὔτε χεῖρες ἐργάζονται, οὔτε γαστὴρ ἀπολαύει τῶν εἰωθό- των· καίτοι τὸ πάθος τῶν ὀφθαλμῶν ἐστι. Τί τήκεις τὴν γαστέρα; τί κατέχεις τοὺς πόδας; τί δεσμεῖς τὰς χεῖρας; Ὅτι ἐκείνοις συνδέδεται, καὶ ἀῤῥήτως τὸ πᾶν πάσχει σῶμα. Εἰ γὰρ μὴ συνέπασχεν, οὐδ' ἂν ἠνέσχε- το κοινωνεῖν τῆς προνοίας. ∆ιόπερ εἰπὼν, Ἵνα τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, ἐπήγα- γεν· Εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ πῶς συγχαίρει, φησί; Στεφανοῦται ἡ κεφαλὴ, καὶ ἅπας ὁ ἄνθρωπος δοξάζεται· λέγει τὸ στόμα, καὶ γελῶσιν ὀφθαλμοὶ καὶ εὐφραίνονται· καί- τοι οὐ τοῦ κάλλους τῶν ὀφθαλμῶν, ἀλλὰ τῆς γλώτ- της ἡ εὐδοκίμησις. Πάλιν ὀφθαλμῶν καλῶν φαινομέ- 61.262 νων, ἡ πᾶσα γυνὴ καλλωπίζεται· ὥσπερ οὖν καὶ οὗ- τοι, καὶ ῥινὸς εὐθείας καὶ αὐχένος ὀρθοῦ καὶ ἑτέρων μελῶν ἐγκωμιαζομένων, γεγήθασι καὶ φαιδροὶ γίνον- ται, καὶ δακρύουσι πάλιν μετὰ πολλῆς τῆς δαψιλείας ἐν ταῖς ὀδύναις αὐτῶν καὶ ταῖς συμφοραῖς, κἂν ἀσι- νεῖς αὐτοὶ διαμένωσι. δʹ. Ταῦτ' οὖν ἅπαντες ἐννοήσαντες, μιμησώ- μεθα τὴν ἀγάπην τῶν μελῶν τούτων, μηδὲ τἀναντία ποιῶμεν, ἐπεμβαίνοντες τοῖς τοῦ πλησίον κακοῖς, καὶ φθονοῦντες τοῖς τοῦ πλησίον ἀγαθοῖς· μαινομένων γὰρ τοῦτο καὶ ἐξεστηκότων. Καὶ γὰρ ὁ τὸν ὀφθαλμὸν ἐξ- ορύττων, παραφροσύνης μέγιστον δεῖγμα ἐξήνεγκε· καὶ ὁ τὴν χεῖρα κατεσθίων, λαμπρᾶς μανίας παρέχε- ται ἔλεγχον. Εἰ