1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

201

ἐκεῖνος ὁρῶν τὸν ἄνθρωπον ἐν παραδείσῳ, οὐκ αὐτὸς ἐσπούδαζε μεταβαλέσθαι, ἀλλ' ἐκεῖνον ἐκβαλεῖν τοῦ παραδείσου· καὶ πάλιν ἰδὼν αὐτὸν ἐν οὐρανῷ καθήμενον, καὶ τοὺς ἄλλους ἐπειγομένους ἐκεῖ, τῆς αὐτῆς ἔχεται μελέτης, τοὺς ἐκεῖ σπεύδοντας ὑποσκελίζων, καὶ πλείονα ἐν- τεῦθεν ἑαυτῷ σωρεύων τὴν κάμινον. Καὶ γὰρ ἁπαν- ταχοῦ τοῦτο συμβαίνει· ὁ μὲν γὰρ φθονούμενος ἂν νήφῃ, λαμπρότερος γίνεται· ὁ δὲ βασκαίνων πλείονα ἑαυτῷ συνάγει κακά. Οὕτω καὶ ὁ Ἰωσὴφ ἐγένετο 61.264 λαμπρός· οὕτως Ἀαρὼν ὁ ἱερεύς· ἡ γὰρ τῶν φθο- νούντων ἐπιβουλὴ καὶ ἅπαξ καὶ δὶς ψηφίσασθαι αὐ- τὸν τὸν Θεὸν ἐποίησε, καὶ τὴν ῥάβδον βλαστῆσαι παρεσκεύασεν. Οὕτως ὁ Ἰακὼβ τῆς πολλῆς εὐπορίας ἀπέλαυσε, καὶ τῶν ἄλλων ἁπάντων. Οὕτως οἱ βα- σκαίνοντες μυρίοις ἑαυτοὺς περιέπειραν κακοῖς. Ἅπερ εἰδότες ἅπαντα, φύγωμεν τὸν τοιοῦτον ζῆλον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, φθονεῖς; ὅτι χάριν ἔλαβε πνευματικὴν ὁ ἀδελφός; Καὶ παρὰ τίνος ἔλαβεν; εἰπέ μοι· οὐ παρὰ τοῦ Θεοῦ; Οὐκοῦν πρὸς ἐκεῖνον τὴν ἀπέχθειαν ἀναδέχῃ τὸν δεδωκότα τὴν δωρεάν. Εἶδες ποῖ τὸ κακὸν ἕρπει, καὶ οἷον τὸν κολοφῶνα τῶν ἁμαρτημάτων ἐπάγει, καὶ ὅσον ἀνορύττει βάραθρον τιμωρίας; Φεύγωμεν τοίνυν τοῦτο τὸ πάθος, ἀγα- πητοὶ, καὶ μήτε φθονῶμεν, ἀλλὰ καὶ τῶν φθονούντων ὑπερευχώμεθα, καὶ πάντα ποιῶμεν ὥστε αὐτῶν κα- τασβέσαι τὸ πάθος. Ἀλλὰ μὴ τὰ τῶν ἀνοήτων πά- σχωμεν, οἳ, βουλόμενοι δίκην αὐτοὺς ἀπαιτῆσαι, πάντα ποιοῦσιν ὥστε αὐτῶν ἀνάψαι τὴν φλόγα. Ἀλλὰ μὴ ἡμεῖς οὕτως, ἀλλὰ δακρύωμεν αὐτοὺς καὶ θρη- νῶμεν. Αὐτοὶ γάρ εἰσιν οἱ ἠδικημένοι, σκώληκα ἔχοντες διηνεκῆ διατρώγοντα αὐτῶν τὴν καρδίαν, καὶ πηγὴν ἰοῦ συνάγοντες πάσης χολῆς πικροτέραν. Παρακαλῶμεν τοίνυν τὸν φιλάνθρωπον Θεὸν καὶ ἐκείνοις τὸ πάθος μεταβαλεῖν, καὶ ἡμᾶς μήποτε ἐμ- πεσεῖν τῷ νοσήματι. Καὶ γὰρ ἄβατος ὁ οὐρανὸς τῷ ταύτην ἔχοντι τὴν τηκεδόνα· καὶ πρὸ τοῦ οὐρανοῦ δὲ καὶ ὁ παρὼν βίος ἀβίωτος. Οὐδὲ γὰρ οὕτω ξύλον καὶ ἔριον σὴς ἐγκαθήμενος καὶ σκώληξ διατρώγειν εἴω- θεν, ὡς ὁ τῆς βασκανίας πυρετὸς αὐτὰ κατεσθίει τὰ ὀστᾶ τῶν βασκαινόντων, καὶ τῆς ψυχῆς τὴν σωφρο- σύνην λυμαίνεται. Ἵν' οὖν καὶ ἑαυτοὺς καὶ ἑτέρους τῶν μυρίων ἀπαλλάξωμεν κακῶν, ἀπελάσωμεν τὸν πονηρὸν τοῦτον ἐξ ἡμῶν πυρετὸν, τὸν πάσης τηκε- δόνος χαλεπώτερον· ἵνα πνευματικὴν ἀναλαβόντες ἰσχὺν, καὶ τὸν παρόντα διανύσωμεν ἀγῶνα, καὶ τῶν μελλόντων ἐπιτύχωμεν στεφάνων· ὧν γένοιτο πάν- τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ- ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΒʹ.

Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέ- ρους. αʹ. Ἵνα γὰρ μή τις λέγῃ,

Τί πρὸς ἡμᾶς τοῦ σώματος τὸ ὑπόδειγμα; ἐκεῖνο μὲν γὰρ φύσει δουλεύει, τὰ δὲ ἡμέτερα προαιρέσεώς ἐστι κατορθώματα· προ- άγων αὐτὸ τοῖς καθ' ἡμᾶς πράγμασι, καὶ δεικνὺς ὅτι τοσαύτην ἀπὸ γνώμης ὀφείλομεν ἔχειν ὁμόνοιαν, ὅσην ἀπὸ φύσεως ἐκεῖνα, φησὶν, Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ. Εἰ δὲ τὸ ἡμέτερον οὐ δεῖ στασιάζειν σῶμα, πολλῷ μᾶλλον τὸ τοῦ Χριστοῦ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ φύσεως χάρις δυνατωτέρα. Καὶ μέλη ἐκ μέρους. Οὐ γὰρ δὴ σῶμα μόνον, φησὶν, ἀλλὰ καὶ μέλη ἐσμέν. Περὶ γὰρ ἀμφοτέρων τούτων ἀνωτέρω διελέχθη, τοὺς πολλοὺς εἰς ἓν συνάγων, καὶ δεικνὺς ἅπαντας ἕν τι κατὰ τὴν τοῦ σώματος εἰκόνα γινομέ- 61.264 νους, καὶ τὸ ἓν τοῦτο διὰ τῶν πολλῶν συνιστάμενον, καὶ ἐν τοῖς πολλοῖς ὂν, καὶ τὰ πολλὰ ἐκ τούτου συν- εχόμενα καὶ δυνάμενα εἶναι πολλά. Τί δέ ἐστι τὸ, Ἐκ μέρους; Τό γε εἰς ὑμᾶς ἧκον, καὶ ὅσον εἰκὸς ἐξ ὑμῶν οἰκοδομηθῆναι μέρος. Ἐπειδὴ γὰρ εἶπε, Σῶμα, τὸ δὲ πᾶν σῶμα ἦν, οὐχὶ ἡ παρὰ Κορινθίοις Ἐκκλη- σία, ἀλλ' ἡ πανταχοῦ τῆς οἰκουμένης, διὰ τοῦτο ἔφησεν, Ἐκ μέρους· τουτέστιν, ὅτι Ἡ Ἐκκλησία ἡπαρ' ὑμῖν