202
μέρος ἐστὶ τῆς πανταχοῦ κειμένης Ἐκ- κλησίας, καὶ τοῦ σώματος τοῦ διὰ πασῶν συνιστα- μένου τῶν Ἐκκλησιῶν· ὥστε οὐχὶ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς πᾶσαν τὴν κατὰ τὴν οἰκουμέ- νην Ἐκκλησίαν εἰρηνεύειν ἂν εἴητε δίκαιοι, εἴ γε παντός ἐστε μέλη τοῦ σώματος. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀν- τιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Ὅπερ 61.265 γὰρ ἔφθην εἰπὼν τοῦτο καὶ νῦν ποιεῖ· ἐπειδὴ μέγα ἐφρόνουν ἐπὶ ταῖς γλώτταις, ἔσχατον αὐτὸ τίθησι πανταχοῦ. Τὸ γὰρ πρῶτον ἐνταῦθα καὶ δεύτερον οὐχ ἁπλῶς εἴρηκεν, ἀλλὰ προτάττων τὸ προτιμότερον, καὶ τὸ καταδεέστερον δεικνύς. ∆ιὸ καὶ τοὺς ἀποστόλους προὔθηκεν, οἳ πάντα ἐν ἑαυτοῖς εἶχον τὰ χαρίσματα. Καὶ οὐκ εἶπεν, Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ ἀποστόλους, ἁπλῶς, ἢ προφήτας, ἀλλὰ πρῶτον καὶ δεύτερον καὶ τρίτον τίθησι, τὸ αὐτὸ τοῦτο, ὅπερ εἶ- πον, ἐμφαίνων. ∆εύτερον προφήτας. Προεφήτευον γὰρ, ὡς αἱ θυγατέρες Φιλίππου, ὡς ὁ Ἄγαβος, ὡς αὐτοὶ οὗτοι οἱ παρὰ Κορινθίοις, περὶ ὧν φησι, Προ- φῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν. Καὶ Τιμοθέῳ δὲ γράφων ἔλεγε, Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας. Καὶ πολλῷ πλείους τότε ἦσαν, ἢ ἐπὶ τῆς Παλαιᾶς. Οὐ γὰρ εἰς δέκα καὶ εἴκοσι καὶ πεντήκοντα καὶ ἑκατὸν περιεστήκει τὸ χάρισμα, ἀλλ' ἐξεχεῖτο δαψιλῶς ἡ χάρις αὕτη, καὶ ἑκάστη Ἐκκλησία πολλοὺς εἶχε τοὺς προφητεύοντας. Εἰ δέ φησιν ὁ Χριστὸς, ὅτι Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, περὶ ἐκείνων φησὶ τῶν προφητῶν τῶν τὴν παρουσίαν αὐτοῦ προ- αναφωνησάντων. Τρίτον διδασκάλους. Ὁ μὲν γὰρ προφητεύων, πάντα ἀπὸ τοῦ Πνεύματος φθέγγεται· ὁ δὲ διδάσκων, ἔστιν ὅπου καὶ ἐξ οἰκείας διανοίας διαλέγεται. ∆ιὸ καὶ ἔλεγεν, Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα δὲ οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ὁ δὲ Πνεύματι πάντα φθεγγόμενος, οὐ κοπιᾷ· διὰ δὴ τοῦτο καὶ μετὰ τὸν προφήτην αὐτὸν τέθεικεν· ὅτι τὸ μὲν ὅλον ἐστὶ χάρισμα, τὸ δὲ καὶ ἀνθρώπινος πόνος. Καὶ γὰρ καὶ οἴκοθεν πολλὰ φθέγγεται, συμβαίνοντα μέν- τοι ταῖς θείαις Γραφαῖς. Ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων. Ὁρᾷς πῶς πάλιν διαιρεῖ τὰ ἰάματα ἀπὸ τῆς δυνάμεως, ὅπερ καὶ ἔμπροσθεν ἐποίησεν; ἡ γὰρ δύναμις πλέον τῆς ἰάσεως. Ὁ μὲν γὰρ δύναμιν ἔχων, καὶ κολάζει καὶ ἰᾶται· ὁ δὲ χάρι- σμα ἰαμάτων, θεραπεύει μόνον. Καὶ ὅρα πῶς ἀρίστῃ κέχρηται τῇ τάξει, τὴν προφητείαν τῶν δυνάμεων καὶ τῶν ἰαμάτων προτιθείς. Ἀνωτέρω μὲν γὰρ, ἔνθα ἔλεγεν, ὅτι Τῷ μὲν διὰ τοῦ Πνεύματος δίδοται λό- γος σοφίας, καὶ ἄλλῳ λόγος γνώσεως, οὐ κατὰ τάξιν τιθεὶς ἔλεγεν, ἀλλ' ἀδιαφόρως· ἐνταῦθα μέντοι προτίθησι καὶ ὑποτάττει. Τίνος οὖν ἕνεκεν τὴν προ- φητείαν προτίθησιν; Ὅτι καὶ ἐν τῇ Παλαιᾷ ταύτην ἔχει τὸ πρᾶγμα τὴν τάξιν. Ὅτε γοῦν ὁ Ἡσαΐας πρὸς Ἰουδαίους διελέγετο, καὶ τῆς τοῦ Θεοῦ δυνάμεως παρεῖχεν ἀπόδειξιν, καὶ τῆς τῶν δαιμόνων εὐτελείας τὸν ἔλεγχον παρῆγεν εἰς μέσον, καὶ τοῦτο τῆς θειότη- τος αὐτοῦ ἔφησεν εἶναι δεῖγμα μέγιστον, τὸ λέγειν τὰ μέλλοντα. Καὶ ὁ Χριστὸς δὲ τοσαῦτα σημεῖα ποιήσας, οὐ μικρὸν τοῦτό φησιν αὐτοῦ τῆς θειότη- τος εἶναι σημεῖον· καὶ ἐπιλέγει συνεχῶς, Ταῦτα δὲ εἴρηκα ὑμῖν, ἵν' ὅταν γένηται, πιστεύσητε ὅτι ἐγώ εἰμι. Ἀλλὰ προφητείας μὲν εἰκότως τὰ χαρίσματα τῶν ἰαμάτων δεύτερα· διὰ τί δὲ καὶ δι- δασκαλίας; Ὅτι οὐκ ἔστιν ἴσον, λόγον καταγγέλλειν κηρύγματος καὶ σπείρειν τὴν εὐσέβειαν εἰς τὰς τῶν ἀκουόντων ψυχὰς, καὶ δυνάμεις ποιεῖν· ἐπεὶ καὶ αὗται δι' ἐκεῖνον γίνονται. βʹ. Ὅταν οὖν τις καὶ λόγῳ παιδεύῃ καὶ βίῳ, πάντων ἐστὶ μείζων. ∆ιδασκάλους γὰρ τούτους φησὶ, τοὺς καὶ τοῖς ἔργοις διδάσκοντας καὶ τῷ λόγῳ παιδεύοντας. Τοῦτο γοῦν καὶ τοὺς ἀποστόλους, ἀποστόλους εἶναι ἐποίησε. Κἀκεῖνα μὲν καὶ ἕτεροί τινες οὐ πολλοῦ ἄξιοι παρὰ τὴν ἀρχὴν εἰλήφασιν, ὡς ἐκεῖνοι οἱ εἰρη- 61.266 κότες, Κύριε οὐχὶ τῷ σῷ ὀνόματι προεφητεύσαμεν. καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; καὶ μετὰ ταῦτα ἀκούσαντες, Οὐδέποτε ἔγνων· ὑμᾶς πορεύεσθε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν·