1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

205

τοῖς ἀψύ- χοις προσέοικε καὶ ἀναισθήτοις; Γλῶτταν δὲ ἀγγέλων ἐνταῦθά φησιν, οὐχὶ σῶμα περιτιθεὶς ἀγγέλοις, ἀλλ' ὃ λέγει, τοιοῦτόν ἐστι· Κἂν οὕτω φθέγγωμαι, ὡς ἀγγέλοις νόμος πρὸς ἀλλήλους διαλέγεσθαι, ταύτης ἄνευ οὐδέν εἰμι, ἀλλὰ καὶ ἐπαχθὴς καὶ φορτικός. Οὕτω γοῦν καὶ ἀλλαχοῦ ὅταν λέγῃ, ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθο- νίων, οὐ γόνατα καὶ ὀστᾶ περιτιθεὶς τοῖς ἀγγέλοις ταῦτα λέγει, ἄπαγε, ἀλλὰ τὴν ἐπιτεταμένην προσ- κύνησιν διὰ τοῦ παρ' ἡμῖν σχήματος αἰνίξασθαι βού- λεται. Οὕτω καὶ ἐνταῦθα γλῶσσαν ἐκάλεσεν, οὐ σαρκὸς ὄργανον δηλῶν, ἀλλὰ τὴν πρὸς ἀλλήλους αὐ- τῶν ὁμιλίαν τῷ γνωρίμῳ παρ' ἡμῖν τρόπῳ αἰνίξα- σθαι βουλόμενος. Εἶτα ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, οὐ μέχρι τῶν γλωσσῶν ἵσταται, ἀλλὰ καὶ ἐπὶ τὰ λοιπὰ πρόεισι χαρίσματα, καὶ πάντα τῇ αὐ- τῆς ἀπουσίᾳ καθελὼν, τότε αὐτῆς ὑπογράφει τὴν εἰκόνα· καὶ ἐπειδὴ αὔξησιν ποιῆσαι προῄρηται τοῦ λόγου, ἀπὸ τῶν ἐλαττόνων ἀρχόμενος ἄνεισιν ἐπὶ τὰ μείζω. Ὅπερ γὰρ, ἡνίκα τὴν τάξιν αὐτῶν ἐνέφηνεν, ὕστερον τέθεικε τὸ τῶν γλωσσῶν, τοῦτο πρῶτον ἀριθμεῖ νῦν κατὰ μικρὸν, ὅπερ ἔφην, ἐπὶ τὰ μείζονα ἀναβαίνων. Εἰπὼν γὰρ περὶ τῶν γλωσσῶν, ἐπὶ τὴν προφητείαν εὐθέως ἐκβαίνει, καί φησι· Καὶ ἐὰν ἔχω προφητείαν· καὶ ταύτην πάλιν μεθ' ὑπερβολῆς. Ὥσπερ γὰρ ἐκεῖ οὐ γλώσσας ἔθηκεν, ἀλλὰ τὰς πάν- των τῶν ἀνθρώπων γλώσσας, καὶ προϊὼν τὰς τῶν ἀγγέλων, καὶ τότε ἔδειξεν οὐδὲν ὃν τὸ χάρισμα ἀγάπης 61.269 χωρίς· οὕτω καὶ ἐνταῦθα οὐ τὴν προφητείαν τίθησι μόνον, ἀλλὰ καὶ τὴν ὑψηλοτάτην προφητείαν. Εἰπὼν γὰρ, Ἐὰν ἔχω προφητείαν, ἐπήγαγε· Καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· μετ' ἐπιτάσεως τιθεὶς καὶ τοῦτο τὸ χάρισμα δʹ. Εἶτα μετὰ τοῦτο καὶ ἐπὶ τὰ λοιπὰ χαρίσματα προβαίνει. Καὶ ἵνα μὴ τὸ καθ' ἕκαστον αὐτῶν λέγων δοκῇ πάλιν ἐνοχλεῖν, τὴν μητέρα καὶ πηγὴν ἁπάντων τίθησι, καὶ αὐτὴν πάλιν μεθ' ὑπερβολῆς, οὕτω λέ- γων· Καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν. Καὶ οὐδὲ ἠρκέσθη τούτῳ, ἀλλὰ καὶ, ὅπερ ὡς μέγιστον εἶπεν ὁ Χριστὸς, καὶ τοῦτο προσέθηκεν εἰπών· Ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ σκόπει πῶς πάλιν κἀνταῦθα καθαιρεῖ τῶν γλωσσῶν τὸ ἀξίωμα. Ἐπὶ μὲν γὰρ τῆς προφητείας δείκνυσι πολὺ τὸ κέρδος τὸ ἀπ' αὐτῆς, τὸ εἰδέναι τὰ μυστήρια καὶ τὴν γνῶσιν ἔχειν ἅπασαν, καὶ ἐπὶ τῆς πίστεως ἔργον οὐ μικρὸν, τὸ τὰ ὄρη μεθιστάνειν· ἐπὶ δὲ τῶν γλωσσῶν αὐτὸ μόνον εἰπὼν τὸ χάρισμα, ἀν- εχώρησε. Σὺ δέ μοι κἀκεῖνο σκόπει, πῶς ἐν βραχεῖ πάντα περιέλαβε τὰ χαρίσματα, προφητείαν εἰπὼν καὶ πίστιν· ἢ γὰρ ἐν λόγοις, ἢ ἐν ἔργοις ἐστὶ τὰ θαύματα. Καὶ πῶς ὁ Χριστός φησιν, Ἐλάχιστον μέρος τῆς πίστεως εἶναι τὸ δύνασθαι ὄρος μεταστῆ- σαι (ὡς γὰρ ἐλάχιστον λέγων, οὕτως ἔθηκεν εἰπὼν, Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται)· ὁ δὲ Παῦλος πᾶσαν τὴν πίστιν ταύτην εἶναί φησι; Τί οὖν ἔστιν εἰπεῖν; Ἐπειδὴ μέγα ἦν τοῦτο, τὸ ὄρος μετα- στῆσαι, διὰ τοῦτο καὶ αὐτοῦ ἐμνημόνευσεν, οὐχ ὡς τοῦτο μόνης δυναμένης πάσης τῆς πίστεως, ἀλλὰ ἐπειδὴ τοῦτο μέγα εἶναι ἐδόκει τοῖς παχυτέροις διὰ τὸν ὄγκον τοῦ σώματος, κἀντεῦθεν ἐπαίρει τὸ προ- κείμενον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, καὶ ἐὰν δύνωμαι ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦ- μαι. Βαβαὶ τῆς ὑπερβολῆς! καὶ γὰρ καὶ ταῦτα μετὰ προσθήκης ἑτέρας τίθησιν. Οὐ γὰρ εἶπεν, Ἐὰν δῶ τοῖς πένησι τὴν ἡμίσειαν μοῖραν τῶν ὄντων, ἢ τὰς δύο ἢ τὰς τρεῖς μοίρας, ἀλλ' Ἐὰν πάντα μου τὰ ὑπάρχοντα. Καὶ οὐκ εἶπε, ∆ῶ, ἀλλὰ, Ψωμίσω, ὡς προσκεῖσθαι τῇ δαπάνῃ καὶ τὴν διακονίαν τὴν μετ' ἐπιμελείας ἁπάσης. Καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι. Οὐκ εἶπεν, Ἐὰν ἀποθάνω, ἀλλὰ καὶ τοῦτο μεθ' ὑπερβολῆς· τὸν γὰρ πάντων χαλεπώ- τερον θάνατον θεὶς, τὸ ζῶντα κατακαῆναι· καὶ τοῦτον χωρὶς ἀγάπης οὐδὲν μέγα ἔφησεν εἶναι. Ἐπήγαγε γοῦν, Οὐδὲν ὠφελοῦμαι. Ἀλλ' οὐδέπω τὴν πᾶσαν ὑπερβολὴν ἔδειξα, ἕως ἂν τοῦ Χριστοῦ τὰς μαρτυρίας τὰς περὶ