1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

211

τελώναις, καὶ τοὺς δαιμονῶντας ἰάσατο, καὶ τὸν οὐρανὸν ἐπηγγείλατο. Καὶ μετὰ ταῦτα πάντα λαβόντες αὐτὸν ἐῤῥάπισαν, ἔδησαν, ἐμαστίγωσαν, κατεγέλασαν, τέλος ἐσταύρωσαν. Καὶ οὐδὲ οὕτως ἀπ- εστρέφετο, ἀλλὰ καὶ ἄνω ὢν ἐν τῷ σταυρῷ, φησί· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν. Τὸν δὲ πρὸ τούτου κατηγοροῦντα λῃστὴν καὶ εἰς παράδεισον εἰσ- ήγαγε, καὶ τὸν διώκτην Παῦλον ἀπόστολον ἐποίησε, καὶ τοὺς οἰκείους τοὺς αὐτοῦ καὶ ἀνακειμένους αὐτῷ μαθητὰς εἰς θάνατον ἐξεδίδου διὰ τοὺς σταυρώσαντας αὐτὸν Ἰουδαίους. Ταῦτ' οὖν ἅπαντα παρ' ἑαυτοῖς συλλέγοντες τὰ τοῦ Θεοῦ, τὰ τῶν ἀνθρώπων, ζηλώ- σωμεν ταῦτα τὰ κατορθώματα, καὶ τὴν χαρισμάτων ἁπάντων ἀνωτέραν κτησώμεθα ἀγάπην, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ- ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κρά- τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ- νων. Ἀμήν.

ΟΜΙΛΙΑ ΛΓʹ.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ

φυσιοῦται. αʹ. Ἐπειδὴ γὰρ ἀπεφήνατο, ὅτι καὶ πίστεως καὶ γνώσεως καὶ προφητείας καὶ γλωσσῶν καὶ χαρισμά- των καὶ ἰαμάτων καὶ βίου ἄκρου καὶ μαρτυρίου ταύ- της ἀπούσης οὐδὲν ὄφελος μέγα, ἀναγκαίως λοιπὸν ὑπογράφει τὸ κάλλος αὐτῆς τὸ ἀμήχανον, καθάπερ τισὶ χρώμασι τοῖς μέρεσι τῆς ἀρετῆς τὴν εἰκόνα αὐτῆς κατακοσμῶν, καὶ τὰ μέλη αὐτῆς συντιθεὶς μετὰ ἀκριβείας ἅπαντα. Ἀλλὰ μὴ παραδράμῃς, ἀγαπητὲ, τὰ λεγόμενα, ἀλλ' ἕκαστον αὐτῶν μετὰ 61.276 πολλῆς ἐξέταζε τῆς ἐπιμελείας, ἵνα καὶ τοῦ πρά- γματος εἰδῇς τὸν θησαυρὸν, καὶ τοῦ ζωγράφου τὴν τέχνην. Σκόπει γοῦν πόθεν εὐθέως ἤρξατο, καὶ τί τέθεικε πρῶτον τὸ πάντων αἴτιον τῶν ἀγαθῶν. Τί δὲ τοῦτό ἐστι; Μακροθυμία· αὕτη τῆς φιλοσοφίας ἡ ῥίζα πάσης. ∆ιὸ καί τις σοφὸς ἔλεγε· Μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυ- ρῶς ἄφρων. Καὶ πόλει δὲ παραβαλὼν καὶ αὐτῇ ἰσχυρᾷ, ἀσφαλεστέραν αὐτὴν ἔφησεν ἐκείνης εἶναι. Καὶ γὰρ ὅπλον ἐστὶν ἄμαχον, καὶ πύργος τις ἀῤῥα- γὴς, πάντα διακρουομένη ῥᾳδίως τὰ λυπηρά. Καὶ καθάπερ εἰς ἄβυσσον σπινθὴρ ἐμπεσὼν ἐκείνην μὲν 61.277 οὐδὲν παρέβλαψεν, αὐτὸς δὲ ἐσβέσθη ῥᾳδίως· οὕτως εἰς μακρόθυμον ψυχὴν ὅπερ ἂν ἐμπέσῃ τῶν ἀδοκή- των, τοῦτο μὲν ἀφανίζεται ῥᾳδίως, ἐκείνην δὲ οὐ ταράττει. Καὶ γὰρ πάντων στεῤῥότερον μακροθυμία· κἂν στρατόπεδα εἴπῃς, κἂν χρήματα, κἂν ἵππους, κἂν τείχη, κἂν ὅπλα, κἂν ὁτιοῦν, οὐδὲν ἴσον μακρο- θυμίας ἐρεῖς. Ὁ μὲν γὰρ ἐκεῖνα περιβεβλημένος, ὑπὸ θυμοῦ κρατηθεὶς πολλάκις, καθάπερ μειράκιον εὐτελὲς, περιτρέπεται, καὶ πάντα θορύβου πληροῖ καὶ ζάλης· οὗτος δὲ ὥσπερ ἐν λιμένι καθήμενος, βαθείας ἀπολαύει γαλήνης· κἂν ζημίᾳ περιβάλῃς, οὐκ ἐκίνησας τὴν πέτραν, κἂν ὕβριν ἐπαγάγῃς, οὐκ ἔσεισας τὸν πύργον, κἂν πληγὰς προστρίψῃς, οὐκ ἔπληξας τὸν ἀδάμαντα· καὶ γὰρ μακρόθυμος διὰ τοῦτο λέγεται, ἐπειδὴ μακράν τινα καὶ μεγάλην ἔχει ψυχήν· τὸ γὰρ μακρὸν, καὶ μέγα λέγεται. Ἀλλὰ τοῦτο τὸ καλὸν ἀπὸ τῆς ἀγάπης φύεται, καὶ τοῖς κεκτημένοις καὶ τοῖς ἀπολαύουσι πολλὴν παρέχον τὴν ὠφέλειαν. Μὴ γάρ μοι τοὺς ἀπεγνωσμένους εἴπῃς, οἳ ποιοῦντες κακῶς καὶ μὴ πάσχοντες κα- κῶς, χείρους γίνονται. Ἐνταῦθα γὰρ οὐ παρὰ τὴν μακροθυμίαν τούτου, ἀλλὰ παρ' ἐκείνους τοὺς οὐκ εἰς δέον αὐτῇ χρωμένους τοῦτο συμβαίνει. Μὴ τοίνυν μοι τούτους εἴπῃς, ἀλλὰ τοὺς ἐπιεικεστέρους, οἳ μεγάλα ἐντεῦθεν κερδαίνουσιν. Ὅταν γὰρ κακῶς ποιήσαντες μὴ πάθωσι κακῶς, τὴν πραΰτητα τοῦ παθόντος θαυμάσαντες, μεγίστην ἐντεῦθεν καρ- ποῦνται φιλοσοφίας διδασκαλίαν. Αὐτὸς δὲ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ καὶ τὰ ἄλλα αὐτῆς ἐπάγει κατ- ορθώματα, λέγων· Χρηστεύεται. Ἐπειδὴ γάρ τι- νές εἰσιν, οἳ τῇ μακροθυμίᾳ οὐκ εἰς τὴν οἰκείαν κέ- χρηνται φιλοσοφίαν, ἀλλ' εἰς τὴν