1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

213

εὐχῆς ἄξιον εἶναι. Κἂν πονηροὶ γένωνται πάλιν, οὗτοι μέ- νουσι διορθοῦντες, ἐπιμελόμενοι, συστέλλοντες αὐτῶν τὰ ὀνείδη, καὶ οὐκ αἰσχύνονται. Ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ, ἀλλὰ καθάπερ χρυσαῖς τισι πτέρυξι συγ- καλύπτει πάντα τὰ ἁμαρτήματα τῶν ἀγαπωμένων. Οὕτω καὶ τὸν ∆αυῒδ ὁ Ἰωνάθαν ἐφίλει, καὶ ἀκούων τοῦ πατρὸς λέγοντος, Υἱὲ κορασίων αὐτομολούν- των γυναικοτραφὲς, οὐκ ᾐσχύνετο, καίτοι γε πολλῆς αἰσχρότητος τὰ ῥήματα γέμει. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· Υἱὲ πορνιδίων ἐπιμαινομένων ἀνδράσιν, ἐπιτρεχόντων τοῖς παριοῦσιν, ἐκνενευρισμένε καὶ μα- λακὲ καὶ μηδὲν ἔχων ἀνδρὸς, ἀλλ' ἐπ' αἰσχύνῃ σου 61.279 καὶ τῆς τεκούσης σε μητρὸς ζῶν. Τί οὖν; ἤλγησεν ἐπὶ τούτοις καὶ ἐνεκαλύψατο, καὶ ἀπέστη τοῦ φιλου- μένου; Τοὐναντίον μὲν οὖν ἅπαν, καὶ ἐκαλλωπίζετο τῷ φίλτρῳ· καίτοι γε ὁ μὲν βασιλεὺς ἦν τότε, καὶ βασιλέως υἱὸς ὁ Ἰωνάθαν, ὁ δὲ φυγὰς καὶ ἀλήτης ὁ ∆αυΐδ. Ἀλλ' οὐδὲ οὕτως ᾐσχύνετο αὐτοῦ τῇ φιλίᾳ· ἡ γὰρ ἀγάπη οὐκ ἀσχημονεῖ. Καὶ γὰρ τὸ θαυμαστὸν αὐ- τῆς τοῦτό ἐστιν, ὅτι τὸν ὑβριζόμενον οὐ μόνον οὐκ ἀφίησιν ἀλγεῖν οὐδὲ δάκνεσθαι, ἀλλὰ καὶ χαίρειν πα- ρασκευάζει. ∆ιὰ δὴ τοῦτο καὶ ἐκεῖνος μετὰ ταῦτα ἅπαντα, ὥσπερ στέφανον περικείμενος, οὕτως ἀπελ- θὼν περιεχύθη τῷ ∆αυΐδ. Οὐ γὰρ οἶδε τί ποτέ ἐστιν αἰσχύνη ἡ ἀγάπη· διὰ τοῦτο καὶ φιλοτιμεῖται, ἐφ' οἷς ἕτερος ἐγκαλύπτεται. Αἰσχύνη γὰρ τὸ μὴ εἰδέναι φιλεῖν, οὐ τὸ φιλοῦντα κινδυνεύειν καὶ πάντα ὑπομένειν ὑπὲρ τῶν φιλουμένων. Πάντα δὲ ὅταν εἴπω, μὴ νομίσῃς, καὶ τὰ ἐπιβλαβῆ λέγειν, οἷον εἴ τις λέγοι, νέῳ συμπράττειν εἰς ἐρωμένην, ἢ εἴ τις ἕτερόν τι ἐπιβλαβὲς ἀξιοῖ διανύειν. Ὁ γὰρ τοιοῦτος οὐ φιλεῖ· καὶ τοῦτο πρῴην ὑμῖν ἔδειξα ἀπὸ τῆς Αἰγυπτίας γυ- ναικός. Καὶ γὰρ ἐκεῖνος μόνος ἐστὶν ὁ φιλῶν, ὁ τὰ συμφέροντα ζητῶν τῷ φιλουμένῳ· ὡς εἴ τις τοῦτο μὴ θηρεύοι τὸ καλὸν, κἂν μυριάκις λέγῃ φιλεῖν, ἐχθρῶν ἐστι πολεμιώτερος πάντων. Οὕτω καὶ ἡ Ῥε- βέκκα ποτὲ, ἐπειδὴ σφόδρα ἐξήρτητο τοῦ παιδὸς, καὶ κλοπὴν εἰργάζετο, καὶ οὐκ ᾐσχύνετο μὴ ἁλῷ, οὐδὲ ἐδεδοίκει· καὶ γὰρ καὶ κίνδυνος ἦν οὐχ ὁ τυχών· ἀλλὰ καὶ τοῦ παιδὸς ἀκριβολογουμένου πρὸς αὐτὴν, Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον, ἔλεγεν. γʹ. Εἶδες καὶ ἐν γυναικὶ ψυχὴν ἀποστολικήν; Καθά- περ γὰρ ὁ Παῦλος εἵλετο (ὡς ἂν εἰ μεγάλῳ τις μικρὸν παραβάλοι) ὑπὲρ Ἰουδαίων ἀνάθεμα γενέσθαι, οὕτω καὶ αὕτη, ἵνα ὁ παῖς εὐλογηθῇ, καὶ καταραθῆναι εἵλετο. Καὶ τῶν μὲν ἀγαθῶν ἐκείνῳ παρεχώρει· οὐ γὰρ δὴ μετ' ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν· ἀλλ' ὅμως ἔχαιρε καὶ ἠπείγετο, καὶ ταῦτα τοσούτου κινδύνου προκειμένου, καὶ τῇ μελλήσει τῶν πραγμάτων ἐδυσ- χέραινε. Καὶ γὰρ ἐδεδοίκει μὴ προλαβὼν ὁ Ἡσαῦ ματαίαν αὐτῆς ποιήσῃ τὴν σοφίαν. ∆ιὸ καὶ συντέμνει τὰ ῥήματα, καὶ ἐπείγει τὸν νεανίσκον, καὶ ἀφεῖσα ἀντειπεῖν πρὸς τὰ εἰρημένα, λογισμὸν ἱκανὸν πεῖσαι αὐτὸν λέγει. Οὐδὲ γὰρ εἶπεν, Εἰκῆ ταῦτα λέγεις καὶ μάτην δέδοικας, τοῦ πατρός σου γεγηρακότος καὶ τὸ τρανὸν τῆς αἰσθήσεως ἀφῃρημένου, ἀλλὰ τί; Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον σὺ μὴ διαφθεί- ρῃς τὸ δρᾶμα, μηδὲ ἀπολέσῃς τὸ θήραμα, μηδὲ τὸν θησαυρὸν προδῷς. Αὐτὸς δὲ οὗτος ὁ Ἰακὼβ οὐχὶ ἐθή- τευε παρὰ τῷ συγγενεῖ δὶς ἔτη ἑπτά; οὐχὶ μετὰ τῆς δουλείας καὶ γέλωτα ὦφλεν ὑπὲρ τῆς ἀπάτης ἐκεί- νης; Τί οὖν; ἆρα ᾔσθετο τοῦ γέλωτος; ἆρα ἀσχη- μονεῖν ἐνόμιζεν ὅτι ἐλεύθερος ὢν καὶ ἐξ ἐλευθέρων καὶ τραφεὶς εὐγενῶς, τὰ τῶν δούλων ὑπέμεινε παρὰ τοῖς προσήκουσιν; ὃ μάλιστα δάκνειν εἴωθεν, ὅταν παρὰ τοῖς γνωρίμοις τις τὰ ἐπονείδιστα πάσχῃ. Οὐ- δαμῶς· τὸ δὲ αἴτιον ἡ ἀγάπη, ἣ καὶ τὸν χρόνον πο- λὺν ὄντα ὀλίγον ἀπέφηνεν. Ἦσαν γὰρ, φησὶ, ἐν- ώπιον αὐτοῦ ὡσεὶ ἡμέραι ὀλίγαι. Τοσοῦτον ἀπεῖχε τοῦ δάκνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ δουλείᾳ ταύτῃ. Εἰκότως οὖν ἔλεγεν ὁ μακάριος Παῦλος, Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ· οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύ- νεται. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἀσχημονεῖ, δείκνυσι καὶ τὸν τρόπον, δι' ὃν οὐκ ἀσχημονεῖ. Τίς δὲ ὁ τρό- πος; Ὅτι οὐ ζητεῖ τὰ ἑαυτῆς. Τὸν γὰρ ἀγαπώμε- 61.280 νον πάντα εἶναι νομίζει, καὶ τότε ἀσχημονεῖ, ὅταν μὴ δυνηθῇ ἀπαλλάξαι