1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

215

πῶς ἂν παροξυνθείη ἡ μηδὲ ὑπό- νοιαν πονηρὰν καταδέξασθαι ἀνεχομένη; ὅθεν ἡ πηγὴ τῆς στοργῆς. Οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ. Τουτέστιν, οὐκ ἐφήδεται τοῖς κακῶς πάσχουσιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστι, Συγχαίρει δὲ τῇ ἀληθείᾳ. Συνήδεται, φησὶ, τοῖς εὐδοκιμοῦσιν· ὃ λέγει Παῦλος· Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. Ἐντεῦθεν οὐ ζηλοῖ, ἐντεῦθεν οὐ φυσιοῦται· καὶ γὰρ οἰκεῖα τὰ ἀλλότρια νομίζει καλά· εἶδες πῶς κατὰ μικρὸν ἄγγελον ποιεῖ τὸν αὐτῆς τρό- φιμον ἡ ἀγάπη; Ὅταν γὰρ ἀόργητος ᾖ, καὶ βασκα- νίας καθαρὸς, καὶ παντὸς τυραννικοῦ πάθους ἐλεύ- θερος, ἐννόησον ὅτι καὶ τῆς ἀνθρωπίνης φύσεως ἀπ- ηλλάγη λοιπὸν, καὶ πρὸς αὐτὴν τῶν ἀγγέλων τὴν ἀπάθειαν μεθωρμίσατο Ἀλλ' ὅμως οὐκ ἀρκεῖται τούτοις, ἀλλ' ἔχει τι καὶ πλεῖον τούτων εἰπεῖν· τὰ γὰρ ἰσχυρότερα ὕστερον τίθησι. ∆ιό φησι, Πάντα στέγει. Ἀπὸ τῆς μακροθυμίας, ἀπὸ τῆς χρηστότη- τος, κἂν φορτικὰ ᾖ, κἂν ἐπαχθῆ, κἂν ὕβρεις, κἂν πληγαὶ, κἂν θάνατος, κἂν ὁτιοῦν. Καὶ τοῦτο πάλιν ἀπὸ τοῦ μακαρίου ∆αυῒδ συνιδεῖν δυνατόν. Τί γὰρ φορτικώτερον τοῦ υἱὸν ἰδεῖν ἐπανιστάμενον καὶ τυ- ραννίδος ἐφιέμενον καὶ αἵματος διψῶντα πατρῴου; Ἀλλὰ καὶ τοῦτο ἔστεγεν ὁ μακάριος ἐκεῖνος, καὶ οὐδὲ οὕτως ἠνείχετο πικρὸν ῥῆμα ἐκβαλεῖν κατὰ τοῦ πατραλοίου, ἀλλὰ καὶ τοῖς στρατηγοῖς πάντα τὰ ἄλλα ἀφεὶς, ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἐπέσκηπτεν· ἰσχυρὰ γὰρ ἦν ἡ τῆς ἀγάπης κρηπίς. ∆ιὸ καὶ πάντα στέγει· καὶ τὴν μὲν δύναμιν αὐτῆς ἐντεῦθεν αἰνίττε- ται, τὴν δὲ ἀγαθότητα διὰ τῶν ἑξῆς· Πάντα γὰρ ἐλ- πίζει, φησὶ, πάντα πιστεύει, πάντα ὑπομένει. Τί ἐστι, Πάντα ἐλπίζει; Πάντα τὰ χρηστὰ, φησὶν, οὐκ ἀπογινώσκει τοῦ ἀγαπωμένου, ἀλλὰ κἂν φαῦλος ᾖ, παραμένει διορθουμένη, προνοοῦσα, ἐπιμελομένη. Πάντα πιστεύει. Οὐ γὰρ ἁπλῶς ἐλπίζει, φησὶν, ἀλλὰ καὶ πιστεύει ἐκ τοῦ σφόδρα φιλεῖν· κἂν μὴ ἐκβαίνῃ κατὰ τὴν ἐλπίδα τὰ χρηστὰ ταῦτα, ἀλλ' ἔτι φορτικώτερος ἐκεῖνος ᾖ, καὶ ταῦτα φέρει. Πάντα γὰρ, φησὶν, ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκ- πίπτει. Εἶδες τὴν κορωνίδα πότε ἔθηκε, καὶ ὃ μά- λιστά ἐστιν ἐξαίρετον τούτου τοῦ δώρου; Τί γάρ ἐστιν, Οὐκ ἐκπίπτει; Οὐ διακόπτεται, οὐ διαλύεται τῷ φέρειν· στέργει γὰρ πάντα. Ὁ γὰρ φιλῶν οὐδέ- ποτε μισῆσαι δύναται, κἂν ὁτιοῦν γένηται· τοῦτο γὰρ αὐτῆς τὸ μέγιστον ἀγαθόν. Τοιοῦτος ἦν ὁ Παῦ- λος· διὸ καὶ ἔλεγεν, Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ ἔμενεν ἐλπίζων. Καὶ Τιμοθέῳ παρῄνει λέγων· ∆οῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ' 61.282 ἤπιον εἶναι πρὸς πάντας, ἐν πραΰτητι παιδεύ- οντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς ἐπίγνωσιν ἀληθείας. Τί οὖν, φησὶν, ἂν ἐχθροὶ ὦσι καὶ Ἕλληνες, οὐ δεῖ μισεῖν; Μισεῖν μὲν, οὐκ ἐκείνους δὲ, ἀλλὰ τὸ δόγμα, οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὴν πονηρὰν πρᾶξιν, τὴν διεφθαρμένην γνώ- μην. Ὁ μὲν γὰρ ἄνθρωπος ἔργον Θεοῦ, ἡ δὲ πλάνη ἔργον τοῦ διαβόλου. Μὴ τοίνυν ἀναμίξῃς τὰ τοῦ Θεοῦ, καὶ τὰ τοῦ διαβόλου· ἐπεὶ καὶ Ἰουδαῖοι καὶ βλάσφημοι ἦσαν καὶ διῶκται καὶ ὑβρισταὶ, καὶ μυ- ρία τὸν Χριστὸν ἔλεγον κακά· Ἆρ' οὖν ἐμίσει αὐ- τοὺς Παῦλος, ὁ μάλιστα πάντων τὸν Χριστὸν φιλῶν; Οὐδαμῶς, ἀλλὰ καὶ ἐφίλει, καὶ πάντα ὑπὲρ αὐτῶν ἔπραττε· καὶ νῦν μέν φησιν, Ἡ μὲν εὐδοκία καὶ ἡ δέησίς μου πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν· νῦν δὲ, Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ αὐτῶν. Οὕτω καὶ ὁ Ἰεζε- κιὴλ, ὁρῶν αὐτοὺς σφαζομένους ἔλεγεν Οἴμοι, Κύ- ριε, ἐξαλείφεις σὺ τοὺς καταλοίπους τοῦ Ἰσ- ραήλ; καὶ ὁ Μωϋσῆς, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες. Τί οὖν φησιν ὁ ∆αυΐδ; Τοὺς μι- σοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην· τέλειον μῖσος ἐμίσουν αὐτούς. Μάλιστα μὲν οὐ πάντα τὰ ἐν τοῖς Ψαλμοῖς ὑπὸ τοῦ ∆αυῒδ εἰρημένα, ἐκ προσώπου τοῦ ∆αυῒδ εἴρηται· καὶ γὰρ αὐτὸς οὗτός φησι, Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ· καὶ, Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν· οὔτε δὲ Βαβυλῶνα εἶδεν, οὔτε τὰ σκηνώματα Κηδάρ· ἄλλως δὲ, καὶ πλείονα νῦν ἀπαιτούμεθα φιλοσοφίαν. ∆ιὸ καὶ τῶν μαθητῶν ἀξιούντων κατενεχθῆναι πῦρ, ὡς ἐπὶ Ἠλιοὺ, Οὐκ οἴδατε, φησὶν ὁ Χριστὸς, ποίου πνεύματός